Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΜΑΚΚΑΒΑΊΩΝ Α, κεφαλίς 6,  στἰχοι 3-63

3 καὶ ἠ̃λθεν καὶ ἐζήτει καταλαβέσθαι τὴν πόλιν καὶ προνομευ̃σαι αὐτήν καὶ οὐκ ἠδυνάσθη ὅτι ἐγνώσθη ὁ λόγος τοι̃ς ἐκ τη̃ς πόλεως
4 καὶ ἀντέστησαν αὐτω̨̃ εἰς πόλεμον καὶ ἔφυγεν καὶ ἀπη̃ρεν ἐκει̃θεν μετὰ λύπης μεγάλης ἀποστρέψαι εἰς Βαβυλω̃να
5 καὶ ἠ̃λθέν τις ἀπαγγέλλων αὐτω̨̃ εἰς τὴν Περσίδα ὅτι τετρόπωνται αἱ παρεμβολαὶ αἱ πορευθει̃σαι εἰς γη̃ν Ιουδα
6 καὶ ἐπορεύθη Λυσίας δυνάμει ἰσχυρα̨̃ ἐν πρώτοις καὶ ἐνετράπη ἀπὸ προσώπου αὐτω̃ν καὶ ἐπίσχυσαν ὅπλοις καὶ δυνάμει καὶ σκύλοις πολλοι̃ς οἱ̃ς ἔλαβον ἀπὸ τω̃ν παρεμβολω̃ν ὡ̃ν ἐξέκοψαν
7 καὶ καθει̃λον τὸ βδέλυγμα ὃ ὠ̨κοδόμησεν ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Ιερουσαλημ καὶ τὸ ἁγίασμα καθὼς τὸ πρότερον ἐκύκλωσαν τείχεσιν ὑψηλοι̃ς καὶ τὴν Βαιθσουραν πόλιν αὐτου̃
8 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τούτους ἐθαμβήθη καὶ ἐσαλεύθη σφόδρα καὶ ἔπεσεν ἐπὶ τὴν κοίτην καὶ ἐνέπεσεν εἰς ἀρρωστίαν ἀπὸ τη̃ς λύπης ὅτι οὐκ ἐγένετο αὐτω̨̃ καθὼς ἐνεθυμει̃το
9 καὶ ἠ̃ν ἐκει̃ ἡμέρας πλείους ὅτι ἀνεκαινίσθη ἐπ' αὐτὸν λύπη μεγάλη καὶ ἐλογίσατο ὅτι ἀποθνή̨σκει
10 καὶ ἐκάλεσεν πάντας τοὺς φίλους αὐτου̃ καὶ εἰ̃πεν πρὸς αὐτούς ἀφίσταται ὁ ὕπνος ἀπὸ τω̃ν ὀφθαλμω̃ν μου καὶ συμπέπτωκα τη̨̃ καρδία̨ ἀπὸ τη̃ς μερίμνης
11 καὶ εἰ̃πα τη̨̃ καρδία̨ ἕως τίνος θλίψεως ἠ̃λθα καὶ κλύδωνος μεγάλου ἐν ὡ̨̃ νυ̃ν εἰμι ὅτι χρηστὸς καὶ ἀγαπώμενος ἤμην ἐν τη̨̃ ἐξουσία̨ μου
12 νυ̃ν δὲ μιμνή̨σκομαι τω̃ν κακω̃ν ὡ̃ν ἐποίησα ἐν Ιερουσαλημ καὶ ἔλαβον πάντα τὰ σκεύη τὰ ἀργυρα̃ καὶ τὰ χρυσα̃ τὰ ἐν αὐτη̨̃ καὶ ἐξαπέστειλα ἐξα̃ραι τοὺς κατοικου̃ντας Ιουδα διὰ κενη̃ς
13 ἔγνων ὅτι χάριν τούτων εὑ̃ρέν με τὰ κακὰ ταυ̃τα καὶ ἰδοὺ ἀπόλλυμαι λύπη̨ μεγάλη̨ ἐν γη̨̃ ἀλλοτρία̨
14 καὶ ἐκάλεσεν Φίλιππον ἕνα τω̃ν φίλων αὐτου̃ καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης τη̃ς βασιλείας αὐτου̃
15 καὶ ἔδωκεν αὐτω̨̃ τὸ διάδημα καὶ τὴν στολὴν αὐτου̃ καὶ τὸν δακτύλιον του̃ ἀγαγει̃ν 'Αντίοχον τὸν υἱὸν αὐτου̃ καὶ ἐκθρέψαι αὐτὸν του̃ βασιλεύειν
16 καὶ ἀπέθανεν ἐκει̃ 'Αντίοχος ὁ βασιλεὺς ἔτους ἐνάτου καὶ τεσσαρακοστου̃ καὶ ἑκατοστου̃
17 καὶ ἐπέγνω Λυσίας ὅτι τέθνηκεν ὁ βασιλεύς καὶ κατέστησεν βασιλεύειν 'Αντίοχον τὸν υἱὸν αὐτου̃ ὃν ἐξέθρεψεν νεώτερον καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Εὐπάτωρ
18 καὶ οἱ ἐκ τη̃ς ἄκρας ἠ̃σαν συγκλείοντες τὸν Ισραηλ κύκλω̨ τω̃ν ἁγίων καὶ ζητου̃ντες κακὰ δι' ὅλου καὶ στήριγμα τοι̃ς ἔθνεσιν
19 καὶ ἐλογίσατο Ιουδας ἐξα̃ραι αὐτοὺς καὶ ἐξεκκλησίασε πάντα τὸν λαὸν του̃ περικαθίσαι ἐπ' αὐτούς
20 καὶ συνήχθησαν ἅμα καὶ περιεκάθισαν ἐπ' αὐτὴν ἔτους πεντηκοστου̃ καὶ ἑκατοστου̃ καὶ ἐποίησεν βελοστάσεις καὶ μηχανάς
21 καὶ ἐξη̃λθον ἐξ αὐτω̃ν ἐκ του̃ συγκλεισμου̃ καὶ ἐκολλήθησαν αὐτοι̃ς τινες τω̃ν ἀσεβω̃ν ἐξ Ισραηλ
22 καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα καὶ εἰ̃πον ἕως πότε οὐ ποιήση̨ κρίσιν καὶ ἐκδικήσεις τοὺς ἀδελφοὺς ἡμω̃ν
23 ἡμει̃ς εὐδοκου̃μεν δουλεύειν τω̨̃ πατρί σου καὶ πορεύεσθαι τοι̃ς ὑπ' αὐτου̃ λεγομένοις καὶ κατακολουθει̃ν τοι̃ς προστάγμασιν αὐτου̃
24 καὶ περιεκάθηντο ἐπ' αὐτὴν οἱ υἱοὶ του̃ λαου̃ ἡμω̃ν χάριν τούτου καὶ ἠλλοτριου̃ντο ἀφ' ἡμω̃ν πλὴν ὅσοι εὑρίσκοντο ἐξ ἡμω̃ν ἐθανατου̃ντο καὶ αἱ κληρονομίαι ἡμω̃ν διηρπάζοντο
25 καὶ οὐκ ἐφ' ἡμα̃ς μόνον ἐξέτειναν χει̃ρα ἀλλὰ καὶ ἐπὶ πάντα τὰ ὅρια αὐτω̃ν
26 καὶ ἰδοὺ παρεμβεβλήκασι σήμερον ἐπὶ τὴν ἄκραν ἐν Ιερουσαλημ του̃ καταλαβέσθαι αὐτήν καὶ τὸ ἁγίασμα καὶ τὴν Βαιθσουραν ὠχύρωσαν
27 καὶ ἐὰν μὴ προκαταλάβη̨ αὐτοὺς διὰ τάχους μείζονα τούτων ποιήσουσιν καὶ οὐ δυνήση̨ του̃ κατασχει̃ν αὐτω̃ν
28 καὶ ὠργίσθη ὁ βασιλεύς ὅτε ἤκουσεν καὶ συνήγαγεν πάντας τοὺς φίλους αὐτου̃ ἄρχοντας δυνάμεως αὐτου̃ καὶ τοὺς ἐπὶ τω̃ν ἡνιω̃ν
29 καὶ ἀπὸ βασιλειω̃ν ἑτέρων καὶ ἀπὸ νήσων θαλασσω̃ν ἠ̃λθον πρὸς αὐτὸν δυνάμεις μισθωταί
30 καὶ ἠ̃ν ὁ ἀριθμὸς τω̃ν δυνάμεων αὐτου̃ ἑκατὸν χιλιάδες πεζω̃ν καὶ εἴκοσι χιλιάδες ἱππέων καὶ ἐλέφαντες δύο καὶ τριάκοντα εἰδότες πόλεμον
31 καὶ ἠ̃λθον διὰ τη̃ς Ιδουμαίας καὶ παρενέβαλον ἐπὶ Βαιθσουραν καὶ ἐπολέμησαν ἡμέρας πολλὰς καὶ ἐποίησαν μηχανάς καὶ ἐξη̃λθον καὶ ἐνεπύρισαν αὐτὰς πυρὶ καὶ ἐπολέμησαν ἀνδρωδω̃ς
32 καὶ ἀπη̃ρεν Ιουδας ἀπὸ τη̃ς ἄκρας καὶ παρενέβαλεν εἰς Βαιθζαχαρια ἀπέναντι τη̃ς παρεμβολη̃ς του̃ βασιλέως
33 καὶ ὤρθρισεν ὁ βασιλεὺς τὸ πρωὶ καὶ ἀπη̃ρεν τὴν παρεμβολὴν ἐν ὁρμήματι αὐτη̃ς κατὰ τὴν ὁδὸν Βαιθζαχαρια καὶ διεσκευάσθησαν αἱ δυνάμεις εἰς τὸν πόλεμον καὶ ἐσάλπισαν ται̃ς σάλπιγξιν
34 καὶ τοι̃ς ἐλέφασιν ἔδειξαν αἱ̃μα σταφυλη̃ς καὶ μόρων του̃ παραστη̃σαι αὐτοὺς εἰς τὸν πόλεμον
35 καὶ διει̃λον τὰ θηρία εἰς τὰς φάλαγγας καὶ παρέστησαν ἑκάστω̨ ἐλέφαντι χιλίους ἄνδρας τεθωρακισμένους ἐν ἁλυσιδωτοι̃ς καὶ περικεφαλαι̃αι χαλκαι̃ ἐπὶ τω̃ν κεφαλω̃ν αὐτω̃ν καὶ πεντακοσία ἵππος διατεταγμένη ἑκάστω̨ θηρίω̨ ἐκλελεγμένη
36 οὑ̃τοι πρὸ καιρου̃ οὑ̃ ἂν ἠ̨̃ τὸ θηρίον ἠ̃σαν καὶ οὑ̃ ἐὰν ἐπορεύετο ἐπορεύοντο ἅμα οὐκ ἀφίσταντο ἀπ' αὐτου̃
37 καὶ πύργοι ξύλινοι ἐπ' αὐτοὺς ὀχυροὶ σκεπαζόμενοι ἐφ' ἑκάστου θηρίου ἐζωσμένοι ἐπ' αὐτου̃ μηχαναι̃ς καὶ ἐφ' ἑκάστου ἄνδρες δυνάμεως τέσσαρες οἱ πολεμου̃ντες ἐπ' αὐτοι̃ς καὶ ὁ 'Ινδὸς αὐτου̃
38 καὶ τὴν ἐπίλοιπον ἵππον ἔνθεν καὶ ἔνθεν ἔστησεν ἐπὶ τὰ δύο μέρη τη̃ς παρεμβολη̃ς κατασείοντες καὶ καταφρασσόμενοι ἐν ται̃ς φάλαγξιν
39 ὡς δὲ ἔστιλβεν ὁ ἥλιος ἐπὶ τὰς χρυσα̃ς καὶ χαλκα̃ς ἀσπίδας ἔστιλβεν τὰ ὄρη ἀπ' αὐτω̃ν καὶ κατηύγαζεν ὡς λαμπάδες πυρός
40 καὶ ἐξετάθη μέρος τι τη̃ς παρεμβολη̃ς του̃ βασιλέως ἐπὶ τὰ ὑψηλὰ ὄρη καί τινες ἐπὶ τὰ ταπεινά καὶ ἤρχοντο ἀσφαλω̃ς καὶ τεταγμένως
41 καὶ ἐσαλεύοντο πάντες οἱ ἀκούοντες φωνη̃ς πλήθους αὐτω̃ν καὶ ὁδοιπορίας του̃ πλήθους καὶ συγκρουσμου̃ τω̃ν ὅπλων ἠ̃ν γὰρ ἡ παρεμβολὴ μεγάλη σφόδρα καὶ ἰσχυρά
42 καὶ ἤγγισεν Ιουδας καὶ ἡ παρεμβολὴ αὐτου̃ εἰς παράταξιν καὶ ἔπεσον ἀπὸ τη̃ς παρεμβολη̃ς του̃ βασιλέως ἑξακόσιοι ἄνδρες
43 καὶ εἰ̃δεν Ελεαζαρος ὁ Αυαραν ἓν τω̃ν θηρίων τεθωρακισμένον θώραξιν βασιλικοι̃ς καὶ ἠ̃ν ὑπεράγον πάντα τὰ θηρία καὶ ὠ̨ήθη ὅτι ἐν αὐτω̨̃ ἐστιν ὁ βασιλεύς
44 καὶ ἔδωκεν ἑαυτὸν του̃ σω̃σαι τὸν λαὸν αὐτου̃ καὶ περιποιη̃σαι ἑαυτω̨̃ ὄνομα αἰώνιον
45 καὶ ἐπέδραμεν αὐτω̨̃ θράσει εἰς μέσον τη̃ς φάλαγγος καὶ ἐθανάτου δεξιὰ καὶ εὐώνυμα καὶ ἐσχίζοντο ἀπ' αὐτου̃ ἔνθα καὶ ἔνθα
46 καὶ εἰσέδυ ὑπὸ τὸν ἐλέφαντα καὶ ὑπέθηκεν αὐτω̨̃ καὶ ἀνει̃λεν αὐτόν καὶ ἔπεσεν ἐπὶ τὴν γη̃ν ἐπάνω αὐτου̃ καὶ ἀπέθανεν ἐκει̃
47 καὶ εἰ̃δον τὴν ἰσχὺν τη̃ς βασιλείας καὶ τὸ ὅρμημα τω̃ν δυνάμεων καὶ ἐξέκλιναν ἀπ' αὐτω̃ν
48 οἱ δὲ ἐκ τη̃ς παρεμβολη̃ς του̃ βασιλέως ἀνέβαινον εἰς συνάντησιν αὐτω̃ν εἰς Ιερουσαλημ καὶ παρενέβαλεν ὁ βασιλεὺς εἰς τὴν Ιουδαίαν καὶ εἰς τὸ ὄρος Σιων
49 καὶ ἐποίησεν εἰρήνην μετὰ τω̃ν ἐκ Βαιθσουρων καὶ ἐξη̃λθον ἐκ τη̃ς πόλεως ὅτι οὐκ ἠ̃ν αὐτοι̃ς ἐκει̃ διατροφὴ του̃ συγκεκλει̃σθαι ἐν αὐτη̨̃ ὅτι σάββατον ἠ̃ν τη̨̃ γη̨̃
50 καὶ κατελάβετο ὁ βασιλεὺς τὴν Βαιθσουραν καὶ ἀπέταξεν ἐκει̃ φρουρὰν τηρει̃ν αὐτήν
51 καὶ παρενέβαλεν ἐπὶ τὸ ἁγίασμα ἡμέρας πολλὰς καὶ ἔστησεν ἐκει̃ βελοστάσεις καὶ μηχανὰς καὶ πυροβόλα καὶ λιθοβόλα καὶ σκορπίδια εἰς τὸ βάλλεσθαι βέλη καὶ σφενδόνας
52 καὶ ἐποίησαν καὶ αὐτοὶ μηχανὰς πρὸς τὰς μηχανὰς αὐτω̃ν καὶ ἐπολέμησαν ἡμέρας πολλάς
53 βρώματα δὲ οὐκ ἠ̃ν ἐν τοι̃ς ἀγγείοις διὰ τὸ ἕβδομον ἔτος εἰ̃ναι καὶ οἱ ἀνασω̨ζόμενοι εἰς τὴν Ιουδαίαν ἀπὸ τω̃ν ἐθνω̃ν κατέφαγον τὸ ὑπόλειμμα τη̃ς παραθέσεως
54 καὶ ὑπελείφθησαν ἐν τοι̃ς ἁγίοις ἄνδρες ὀλίγοι ὅτι κατεκράτησεν αὐτω̃ν ὁ λιμός καὶ ἐσκορπίσθησαν ἕκαστος εἰς τὸν τόπον αὐτου̃
55 καὶ ἤκουσεν Λυσίας ὅτι Φίλιππος ὃν κατέστησεν ὁ βασιλεὺς 'Αντίοχος ἔτι ζω̃ντος αὐτου̃ ἐκθρέψαι 'Αντίοχον τὸν υἱὸν αὐτου̃ εἰς τὸ βασιλευ̃σαι αὐτόν
56 ἀπέστρεψεν ἀπὸ τη̃ς Περσίδος καὶ Μηδίας καὶ αἱ δυνάμεις αἱ πορευθει̃σαι μετὰ του̃ βασιλέως μετ' αὐτου̃ καὶ ὅτι ζητει̃ παραλαβει̃ν τὰ τω̃ν πραγμάτων
57 καὶ κατέσπευδεν καὶ ἐπένευσεν του̃ ἀπελθει̃ν καὶ εἰ̃πεν πρὸς τὸν βασιλέα καὶ τοὺς ἡγεμόνας τη̃ς δυνάμεως καὶ τοὺς ἄνδρας ἐκλείπομεν καθ' ἡμέραν καὶ ἡ τροφὴ ἡμι̃ν ὀλίγη καὶ ὁ τόπος οὑ̃ παρεμβάλλομέν ἐστιν ὀχυρός καὶ ἐπίκειται ἡμι̃ν τὰ τη̃ς βασιλείας
58 νυ̃ν οὐ̃ν δω̃μεν δεξιὰς τοι̃ς ἀνθρώποις τούτοις καὶ ποιήσωμεν μετ' αὐτω̃ν εἰρήνην καὶ μετὰ παντὸς ἔθνους αὐτω̃ν
59 καὶ στήσωμεν αὐτοι̃ς του̃ πορεύεσθαι τοι̃ς νομίμοις αὐτω̃ν ὡς τὸ πρότερον χάριν γὰρ τω̃ν νομίμων αὐτω̃ν ὡ̃ν διεσκεδάσαμεν ὠργίσθησαν καὶ ἐποίησαν ταυ̃τα πάντα
60 καὶ ἤρεσεν ὁ λόγος ἐναντίον του̃ βασιλέως καὶ τω̃ν ἀρχόντων καὶ ἀπέστειλεν πρὸς αὐτοὺς εἰρηνευ̃σαι καὶ ἐπεδέξαντο
61 καὶ ὤμοσεν αὐτοι̃ς ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες ἐπὶ τούτοις ἐξη̃λθον ἐκ του̃ ὀχυρώματος
62 καὶ εἰση̃λθεν ὁ βασιλεὺς εἰς ὄρος Σιων καὶ εἰ̃δεν τὸ ὀχύρωμα του̃ τόπου καὶ ἠθέτησεν τὸν ὁρκισμόν ὃν ὤμοσεν καὶ ἐνετείλατο καθελει̃ν τὸ τει̃χος κυκλόθεν
63 καὶ ἀπη̃ρεν κατὰ σπουδὴν καὶ ἀπέστρεψεν εἰς 'Αντιόχειαν καὶ εὑ̃ρεν Φίλιππον κυριεύοντα τη̃ς πόλεως καὶ ἐπολέμησεν πρὸς αὐτὸν καὶ κατελάβετο τὴν πόλιν βία̨
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).