1 βασιλεύοντος Κύρου Περσω̃ν ἔτους πρώτου εἰς συντέλειαν ῥήματος κυρίου ἐν στόματι Ιερεμιου ἤγειρεν κύριος τὸ πνευ̃μα Κύρου βασιλέως Περσω̃ν καὶ ἐκήρυξεν ἐν ὅλη̨ τη̨̃ βασιλεία̨ αὐτου̃ καὶ ἅμα διὰ γραπτω̃ν λέγων |
2 τάδε λέγει ὁ βασιλεὺς Περσω̃ν Κυ̃ρος ἐμὲ ἀνέδειξεν βασιλέα τη̃ς οἰκουμένης ὁ κύριος του̃ Ισραηλ κύριος ὁ ὕψιστος καὶ ἐσήμηνέν μοι οἰκοδομη̃σαι αὐτω̨̃ οἰ̃κον ἐν Ιερουσαλημ τη̨̃ ἐν τη̨̃ Ιουδαία̨ |
3 εἴ τίς ἐστιν οὐ̃ν ὑμω̃ν ἐκ του̃ ἔθνους αὐτου̃ ἔστω ὁ κύριος αὐτου̃ μετ' αὐτου̃ καὶ ἀναβὰς εἰς τὴν Ιερουσαλημ τὴν ἐν τη̨̃ Ιουδαία̨ οἰκοδομείτω τὸν οἰ̃κον του̃ κυρίου του̃ Ισραηλ οὑ̃τος ὁ κύριος ὁ κατασκηνώσας ἐν Ιερουσαλημ |
4 ὅσοι οὐ̃ν κατὰ τόπους οἰκου̃σιν βοηθείτωσαν αὐτω̨̃ οἱ ἐν τω̨̃ τόπω̨ αὐτου̃ ἐν χρυσίω̨ καὶ ἐν ἀργυρίω̨ ἐν δόσεσιν μεθ' ἵππων καὶ κτηνω̃ν σὺν τοι̃ς ἄλλοις τοι̃ς κατ' εὐχὰς προστεθειμένοις εἰς τὸ ἱερὸν του̃ κυρίου τὸ ἐν Ιερουσαλημ |
5 καὶ καταστάντες οἱ ἀρχίφυλοι τω̃ν πατριω̃ν τη̃ς Ιουδα καὶ Βενιαμιν φυλη̃ς καὶ οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται καὶ πάντων ὡ̃ν ἤγειρεν κύριος τὸ πνευ̃μα ἀναβη̃ναι οἰκοδομη̃σαι οἰ̃κον τω̨̃ κυρίω̨ τὸν ἐν Ιερουσαλημ |
6 καὶ οἱ περικύκλω̨ αὐτω̃ν ἐβοήθησαν ἐν πα̃σιν ἀργυρίω̨ καὶ χρυσίω̨ ἵπποις καὶ κτήνεσιν καὶ εὐχαι̃ς ὡς πλείσταις πολλω̃ν ὡ̃ν ὁ νου̃ς ἠγέρθη |
7 καὶ ὁ βασιλεὺς Κυ̃ρος ἐξήνεγκεν τὰ ἱερὰ σκεύη του̃ κυρίου ἃ μετήγαγεν Ναβουχοδονοσορ ἐξ Ιερουσαλημ καὶ ἀπηρείσατο αὐτὰ ἐν τω̨̃ ἑαυτου̃ εἰδωλίω̨ |
8 ἐξενέγκας δὲ αὐτὰ Κυ̃ρος ὁ βασιλεὺς Περσω̃ν παρέδωκεν αὐτὰ Μιθριδάτη̨ τω̨̃ ἑαυτου̃ γαζοφύλακι διὰ δὲ τούτου παρεδόθησαν Σαναβασσάρω̨ προστάτη̨ τη̃ς Ιουδαίας |
9 ὁ δὲ τούτων ἀριθμὸς ἠ̃ν σπονδει̃α χρυσα̃ χίλια σπονδει̃α ἀργυρα̃ χίλια θυίσκαι ἀργυραι̃ εἴκοσι ἐννέα |
10 φιάλαι χρυσαι̃ τριάκοντα ἀργυραι̃ δισχίλιαι τετρακόσιαι δέκα καὶ ἄλλα σκεύη χίλια |
11 τὰ δὲ πάντα σκεύη διεκομίσθη χρυσα̃ καὶ ἀργυρα̃ πεντακισχίλια τετρακόσια ἑξήκοντα ἐννέα ἀνηνέχθη δὲ ὑπὸ Σαναβασσάρου ἅμα τοι̃ς ἐκ τη̃ς αἰχμαλωσίας ἐκ Βαβυλω̃νος εἰς Ιεροσόλυμα |
12 ἐν δὲ τοι̃ς ἐπὶ 'Αρταξέρξου του̃ Περσω̃ν βασιλέως χρόνοις κατέγραψεν αὐτω̨̃ κατὰ τω̃ν κατοικούντων ἐν τη̨̃ Ιουδαία̨ καὶ Ιερουσαλημ Βεσλεμος καὶ Μιθραδάτης καὶ Ταβελλιος καὶ Ραουμος καὶ Βεελτέεμος καὶ Σαμσαι̃ος ὁ γραμματεὺς καὶ οἱ λοιποὶ οἱ τούτοις συντασσόμενοι οἰκου̃ντες δὲ ἐν Σαμαρεία̨ καὶ τοι̃ς ἄλλοις τόποις τὴν ὑπογεγραμμένην ἐπιστολήν |
13 βασιλει̃ 'Αρταξέρξη̨ κυρίω̨ οἱ παι̃δές σου Ραουμος ὁ τὰ προσπίπτοντα καὶ Σαμσαι̃ος ὁ γραμματεὺς καὶ οἱ ἐπίλοιποι τη̃ς βουλη̃ς αὐτω̃ν κριταὶ οἱ ἐν Κοίλη̨ Συρία̨ καὶ Φοινίκη̨ |
14 καὶ νυ̃ν γνωστὸν ἔστω τω̨̃ κυρίω̨ βασιλει̃ διότι οἱ Ιουδαι̃οι ἀναβάντες παρ' ὑμω̃ν πρὸς ἡμα̃ς ἐλθόντες εἰς Ιερουσαλημ τὴν πόλιν τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοδομου̃σιν τάς τε ἀγορὰς αὐτη̃ς καὶ τὰ τείχη θεραπεύουσιν καὶ ναὸν ὑποβάλλονται |
15 ἐὰν οὐ̃ν ἡ πόλις αὕτη οἰκοδομηθη̨̃ καὶ τὰ τείχη συντελεσθη̨̃ φορολογίαν οὐ μὴ ὑπομείνωσιν δου̃ναι ἀλλὰ καὶ βασιλευ̃σιν ἀντιστήσονται |
16 καὶ ἐπεὶ ἐνεργει̃ται τὰ κατὰ τὸν ναόν καλω̃ς ἔχειν ὑπολαμβάνομεν μὴ ὑπεριδει̃ν τὸ τοιου̃το ἀλλὰ προσφωνη̃σαι τω̨̃ κυρίω̨ βασιλει̃ ὅπως ἂν φαίνηταί σοι ἐπισκεφθη̨̃ ἐν τοι̃ς ἀπὸ τω̃ν πατέρων σου βιβλίοις |
17 καὶ εὑρήσεις ἐν τοι̃ς ὑπομνηματισμοι̃ς τὰ γεγραμμένα περὶ τούτων καὶ γνώση̨ ὅτι ἡ πόλις ἠ̃ν ἐκείνη ἀποστάτις καὶ βασιλει̃ς καὶ πόλεις ἐνοχλου̃σα καὶ οἱ Ιουδαι̃οι ἀποστάται καὶ πολιορκίας συνιστάμενοι ἐν αὐτη̨̃ ἔτι ἐξ αἰω̃νος δι' ἣν αἰτίαν καὶ ἡ πόλις αὕτη ἠρημώθη |
18 νυ̃ν οὐ̃ν ὑποδείκνυμέν σοι κύριε βασιλευ̃ διότι ἐὰν ἡ πόλις αὕτη οἰκοδομηθη̨̃ καὶ τὰ ταύτης τείχη ἀνασταθη̨̃ κάθοδός σοι οὐκέτι ἔσται εἰς Κοίλην Συρίαν καὶ Φοινίκην |
19 τότε ἀντέγραψεν ὁ βασιλεὺς Ραούμω̨ τω̨̃ γράφοντι τὰ προσπίπτοντα καὶ Βεελτεέμω̨ καὶ Σαμσαίω̨ γραμματει̃ καὶ τοι̃ς λοιποι̃ς τοι̃ς συντασσομένοις καὶ οἰκου̃σιν ἐν τη̨̃ Σαμαρεία̨ καὶ Συρία̨ καὶ Φοινίκη̨ τὰ ὑπογεγραμμένα |
20 ἀνέγνων τὴν ἐπιστολήν ἣν πεπόμφατε πρός με |
21 ἐπέταξα οὐ̃ν ἐπισκέψασθαι καὶ εὑρέθη ὅτι ἐστὶν ἡ πόλις ἐκείνη ἐξ αἰω̃νος βασιλευ̃σιν ἀντιπαρατάσσουσα καὶ οἱ ἄνθρωποι ἀποστάσεις καὶ πολέμους ἐν αὐτη̨̃ συντελου̃ντες |
22 καὶ βασιλει̃ς ἰσχυροὶ καὶ σκληροὶ ἠ̃σαν ἐν Ιερουσαλημ κυριεύοντες καὶ φορολογου̃ντες Κοίλην Συρίαν καὶ Φοινίκην |
23 νυ̃ν οὐ̃ν ἐπέταξα ἀποκωλυ̃σαι τοὺς ἀνθρώπους ἐκείνους του̃ οἰκοδομη̃σαι τὴν πόλιν |
24 καὶ προνοηθη̃ναι ὅπως μηθὲν παρὰ ταυ̃τα γένηται καὶ μὴ προβη̨̃ ἐπὶ πλει̃ον τὰ τη̃ς κακίας εἰς τὸ βασιλει̃ς ἐνοχλη̃σαι |
25 τότε ἀναγνωσθέντων τω̃ν παρὰ του̃ βασιλέως 'Αρταξέρξου γραφέντων ὁ Ραουμος καὶ Σαμσαι̃ος ὁ γραμματεὺς καὶ οἱ τούτοις συντασσόμενοι ἀναζεύξαντες κατὰ σπουδὴν εἰς Ιερουσαλημ μεθ' ἵππου καὶ ὄχλου παρατάξεως ἤρξαντο κωλύειν τοὺς οἰκοδομου̃ντας |
26 καὶ ἤργει ἡ οἰκοδομὴ του̃ ἱερου̃ του̃ ἐν Ιερουσαλημ μέχρι του̃ δευτέρου ἔτους τη̃ς βασιλείας Δαρείου του̃ Περσω̃ν βασιλέως |