ΨΑΛΜΟΙ,
ψαλμὀς 100
1 τω̨̃ Δαυιδ ψαλμός ἔλεος καὶ κρίσιν ἄ̨σομαί σοι κύριε |
2 ψαλω̃ καὶ συνήσω ἐν ὁδω̨̃ ἀμώμω̨ πότε ἥξεις πρός με διεπορευόμην ἐν ἀκακία̨ καρδίας μου ἐν μέσω̨ του̃ οἴκου μου |
3 οὐ προεθέμην πρὸ ὀφθαλμω̃ν μου πρα̃γμα παράνομον ποιου̃ντας παραβάσεις ἐμίσησα |
4 οὐκ ἐκολλήθη μοι καρδία σκαμβή ἐκκλίνοντος ἀπ' ἐμου̃ του̃ πονηρου̃ οὐκ ἐγίνωσκον |
5 τὸν καταλαλου̃ντα λάθρα̨ του̃ πλησίον αὐτου̃ του̃τον ἐξεδίωκον ὑπερηφάνω̨ ὀφθαλμω̨̃ καὶ ἀπλήστω̨ καρδία̨ τούτω̨ οὐ συνήσθιον |
6 οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τη̃ς γη̃ς του̃ συγκαθη̃σθαι αὐτοὺς μετ' ἐμου̃ πορευόμενος ἐν ὁδω̨̃ ἀμώμω̨ οὑ̃τός μοι ἐλειτούργει |
7 οὐ κατώ̨κει ἐν μέσω̨ τη̃ς οἰκίας μου ποιω̃ν ὑπερηφανίαν λαλω̃ν ἄδικα οὐ κατεύθυνεν ἐναντίον τω̃ν ὀφθαλμω̃ν μου |
8 εἰς τὰς πρωίας ἀπέκτεννον πάντας τοὺς ἁμαρτωλοὺς τη̃ς γη̃ς του̃ ἐξολεθρευ̃σαι ἐκ πόλεως κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.