1 εἰμὶ μὲν κἀγὼ θνητὸς ἄνθρωπος ἴσος ἅπασιν καὶ γηγενου̃ς ἀπόγονος πρωτοπλάστου καὶ ἐν κοιλία̨ μητρὸς ἐγλύφην σὰρξ |
2 δεκαμηνιαίω̨ χρόνω̨ παγεὶς ἐν αἵματι ἐκ σπέρματος ἀνδρὸς καὶ ἡδονη̃ς ὕπνω̨ συνελθούσης |
3 καὶ ἐγὼ δὲ γενόμενος ἔσπασα τὸν κοινὸν ἀέρα καὶ ἐπὶ τὴν ὁμοιοπαθη̃ κατέπεσον γη̃ν πρώτην φωνὴν τὴν ὁμοίαν πα̃σιν ἴσα κλαίων |
4 ἐν σπαργάνοις ἀνετράφην καὶ φροντίσιν |
5 οὐδεὶς γὰρ βασιλέων ἑτέραν ἔσχεν γενέσεως ἀρχήν |
6 μία δὲ πάντων εἴσοδος εἰς τὸν βίον ἔξοδός τε ἴση |
7 διὰ του̃το εὐξάμην καὶ φρόνησις ἐδόθη μοι ἐπεκαλεσάμην καὶ ἠ̃λθέν μοι πνευ̃μα σοφίας |
8 προέκρινα αὐτὴν σκήπτρων καὶ θρόνων καὶ πλου̃τον οὐδὲν ἡγησάμην ἐν συγκρίσει αὐτη̃ς |
9 οὐδὲ ὡμοίωσα αὐτη̨̃ λίθον ἀτίμητον ὅτι ὁ πα̃ς χρυσὸς ἐν ὄψει αὐτη̃ς ψάμμος ὀλίγη καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος ἐναντίον αὐτη̃ς |
10 ὑπὲρ ὑγίειαν καὶ εὐμορφίαν ἠγάπησα αὐτὴν καὶ προειλόμην αὐτὴν ἀντὶ φωτὸς ἔχειν ὅτι ἀκοίμητον τὸ ἐκ ταύτης φέγγος |
11 ἠ̃λθεν δέ μοι τὰ ἀγαθὰ ὁμου̃ πάντα μετ' αὐτη̃ς καὶ ἀναρίθμητος πλου̃τος ἐν χερσὶν αὐτη̃ς |
12 εὐφράνθην δὲ ἐπὶ πα̃σιν ὅτι αὐτω̃ν ἡγει̃ται σοφία ἠγνόουν δὲ αὐτὴν γενέτιν εἰ̃ναι τούτων |
13 ἀδόλως τε ἔμαθον ἀφθόνως τε μεταδίδωμι τὸν πλου̃τον αὐτη̃ς οὐκ ἀποκρύπτομαι |
14 ἀνεκλιπὴς γὰρ θησαυρός ἐστιν ἀνθρώποις ὃν οἱ κτησάμενοι πρὸς θεὸν ἐστείλαντο φιλίαν διὰ τὰς ἐκ παιδείας δωρεὰς συσταθέντες |
15 ἐμοὶ δὲ δώ̨η ὁ θεὸς εἰπει̃ν κατὰ γνώμην καὶ ἐνθυμηθη̃ναι ἀξίως τω̃ν δεδομένων ὅτι αὐτὸς καὶ τη̃ς σοφίας ὁδηγός ἐστιν καὶ τω̃ν σοφω̃ν διορθωτής |
16 ἐν γὰρ χειρὶ αὐτου̃ καὶ ἡμει̃ς καὶ οἱ λόγοι ἡμω̃ν πα̃σά τε φρόνησις καὶ ἐργατειω̃ν ἐπιστήμη |
17 αὐτὸς γάρ μοι ἔδωκεν τω̃ν ὄντων γνω̃σιν ἀψευδη̃ εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων |
18 ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων τροπω̃ν ἀλλαγὰς καὶ μεταβολὰς καιρω̃ν |
19 ἐνιαυτου̃ κύκλους καὶ ἄστρων θέσεις |
20 φύσεις ζώ̨ων καὶ θυμοὺς θηρίων πνευμάτων βίας καὶ διαλογισμοὺς ἀνθρώπων διαφορὰς φυτω̃ν καὶ δυνάμεις ῥιζω̃ν |
21 ὅσα τέ ἐστιν κρυπτὰ καὶ ἐμφανη̃ ἔγνων ἡ γὰρ πάντων τεχνι̃τις ἐδίδαξέν με σοφία |
22 ἔστιν γὰρ ἐν αὐτη̨̃ πνευ̃μα νοερόν ἅγιον μονογενές πολυμερές λεπτόν εὐκίνητον τρανόν ἀμόλυντον σαφές ἀπήμαντον φιλάγαθον ὀξύ |
23 ἀκώλυτον εὐεργετικόν φιλάνθρωπον βέβαιον ἀσφαλές ἀμέριμνον παντοδύναμον πανεπίσκοπον καὶ διὰ πάντων χωρου̃ν πνευμάτων νοερω̃ν καθαρω̃ν λεπτοτάτων |
24 πάσης γὰρ κινήσεως κινητικώτερον σοφία διήκει δὲ καὶ χωρει̃ διὰ πάντων διὰ τὴν καθαρότητα |
25 ἀτμὶς γάρ ἐστιν τη̃ς του̃ θεου̃ δυνάμεως καὶ ἀπόρροια τη̃ς του̃ παντοκράτορος δόξης εἰλικρινής διὰ του̃το οὐδὲν μεμιαμμένον εἰς αὐτὴν παρεμπίπτει |
26 ἀπαύγασμα γάρ ἐστιν φωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τη̃ς του̃ θεου̃ ἐνεργείας καὶ εἰκὼν τη̃ς ἀγαθότητος αὐτου̃ |
27 μία δὲ οὐ̃σα πάντα δύναται καὶ μένουσα ἐν αὑτη̨̃ τὰ πάντα καινίζει καὶ κατὰ γενεὰς εἰς ψυχὰς ὁσίας μεταβαίνουσα φίλους θεου̃ καὶ προφήτας κατασκευάζει |
28 οὐθὲν γὰρ ἀγαπα̨̃ ὁ θεὸς εἰ μὴ τὸν σοφία̨ συνοικου̃ντα |
29 ἔστιν γὰρ αὕτη εὐπρεπεστέρα ἡλίου καὶ ὑπὲρ πα̃σαν ἄστρων θέσιν φωτὶ συγκρινομένη εὑρίσκεται προτέρα |
30 του̃το μὲν γὰρ διαδέχεται νύξ σοφίας δὲ οὐ κατισχύει κακία |