Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΕΣΔΡΑΣ Α, κεφαλίς 6

ἐν δὲ τω̨̃ δευτέρω̨ ἔτει τη̃ς του̃ Δαρείου βασιλείας ἐπροφήτευσεν Αγγαιος καὶ Ζαχαριας ὁ του̃ Εδδι οἱ προφη̃ται ἐπὶ τοὺς Ιουδαίους τοὺς ἐν τη̨̃ Ιουδαία̨ καὶ Ιερουσαλημ ἐπὶ τω̨̃ ὀνόματι κυρίου θεου̃ Ισραηλ ἐπ' αὐτούς
τότε στὰς Ζοροβαβελ ὁ του̃ Σαλαθιηλ καὶ 'Ιησου̃ς ὁ του̃ Ιωσεδεκ ἤρξαντο οἰκοδομει̃ν τὸν οἰ̃κον του̃ κυρίου τὸν ἐν Ιερουσαλημ συνόντων τω̃ν προφητω̃ν του̃ κυρίου βοηθούντων αὐτοι̃ς
ἐν αὐτω̨̃ τω̨̃ χρόνω̨ παρη̃ν πρὸς αὐτοὺς Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνέταιροι καὶ εἰ̃παν αὐτοι̃ς
τίνος ὑμι̃ν συντάξαντος τὸν οἰ̃κον του̃τον οἰκοδομει̃τε καὶ τὴν στέγην ταύτην καὶ τἄλλα πάντα ἐπιτελει̃τε καὶ τίνες εἰσὶν οἱ οἰκοδόμοι οἱ ταυ̃τα ἐπιτελου̃ντες
καὶ ἔσχοσαν χάριν ἐπισκοπη̃ς γενομένης ἐπὶ τὴν αἰχμαλωσίαν παρὰ του̃ κυρίου οἱ πρεσβύτεροι τω̃ν Ιουδαίων
καὶ οὐκ ἐκωλύθησαν τη̃ς οἰκοδομη̃ς μέχρι του̃ ὑποσημανθη̃ναι Δαρείω̨ περὶ αὐτω̃ν καὶ προσφωνηθη̃ναι
ἀντίγραφον ἐπιστολη̃ς ἡ̃ς ἔγραψεν Δαρείω̨ καὶ ἀπέστειλεν Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνέταιροι οἱ ἐν Συρία̨ καὶ Φοινίκη̨ ἡγεμόνες
βασιλει̃ Δαρείω̨ χαίρειν πάντα γνωστὰ ἔστω τω̨̃ κυρίω̨ ἡμω̃ν τω̨̃ βασιλει̃ ὅτι παραγενόμενοι εἰς τὴν χώραν τη̃ς Ιουδαίας καὶ ἐλθόντες εἰς Ιερουσαλημ τὴν πόλιν κατελάβομεν τη̃ς αἰχμαλωσίας τοὺς πρεσβυτέρους τω̃ν Ιουδαίων ἐν Ιερουσαλημ τη̨̃ πόλει οἰκοδομου̃ντας οἰ̃κον τω̨̃ κυρίω̨ μέγαν καινὸν διὰ λίθων ξυστω̃ν πολυτελω̃ν ξύλων τιθεμένων ἐν τοι̃ς τοίχοις
καὶ τὰ ἔργα ἐκει̃να ἐπὶ σπουδη̃ς γιγνόμενα καὶ εὐοδούμενον τὸ ἔργον ἐν ται̃ς χερσὶν αὐτω̃ν καὶ ἐν πάση̨ δόξη̨ καὶ ἐπιμελεία̨ συντελούμενα
10 τότε ἐπυνθανόμεθα τω̃ν πρεσβυτέρων τούτων λέγοντες τίνος ὑμι̃ν προστάξαντος οἰκοδομει̃τε τὸν οἰ̃κον του̃τον καὶ τὰ ἔργα ταυ̃τα θεμελιου̃τε
11 ἐπηρωτήσαμεν οὐ̃ν αὐτοὺς εἵνεκεν του̃ γνωρίσαι σοι καὶ γράψαι σοι τοὺς ἀνθρώπους τοὺς ἀφηγουμένους καὶ τὴν ὀνοματογραφίαν ἠ̨του̃μεν αὐτοὺς τω̃ν προκαθηγουμένων
12 οἱ δὲ ἀπεκρίθησαν ἡμι̃ν λέγοντες ἡμει̃ς ἐσμεν παι̃δες του̃ κυρίου του̃ κτίσαντος τὸν οὐρανὸν καὶ τὴν γη̃ν
13 καὶ ὠ̨κοδόμητο ὁ οἰ̃κος ἔμπροσθεν ἐτω̃ν πλειόνων διὰ βασιλέως του̃ Ισραηλ μεγάλου καὶ ἰσχυρου̃ καὶ ἐπετελέσθη
14 καὶ ἐπεὶ οἱ πατέρες ἡμω̃ν παραπικράναντες ἥμαρτον εἰς τὸν κύριον του̃ Ισραηλ τὸν οὐράνιον παρέδωκεν αὐτοὺς εἰς χει̃ρας Ναβουχοδονοσορ βασιλέως Βαβυλω̃νος βασιλέως τω̃ν Χαλδαίων
15 τόν τε οἰ̃κον καθελόντες ἐνεπύρισαν καὶ τὸν λαὸν ἠ̨χμαλώτευσαν εἰς Βαβυλω̃να
16 ἐν δὲ τω̨̃ πρώτω̨ ἔτει βασιλεύοντος Κύρου χώρας Βαβυλωνίας ἔγραψεν ὁ βασιλεὺς Κυ̃ρος οἰκοδομη̃σαι τὸν οἰ̃κον του̃τον
17 καὶ τὰ ἱερὰ σκεύη τὰ χρυσα̃ καὶ τὰ ἀργυρα̃ ἃ ἐξήνεγκεν Ναβουχοδονοσορ ἐκ του̃ οἴκου του̃ ἐν Ιερουσαλημ καὶ ἀπηρείσατο αὐτὰ ἐν τω̨̃ ἑαυτου̃ ναω̨̃ πάλιν ἐξήνεγκεν αὐτὰ Κυ̃ρος ὁ βασιλεὺς ἐκ του̃ ναου̃ του̃ ἐν Βαβυλω̃νι καὶ παρεδόθη Ζοροβαβελ καὶ Σαναβασσάρω̨ τω̨̃ ἐπάρχω̨
18 καὶ ἐπετάγη αὐτω̨̃ ἀπενέγκαντι πάντα τὰ σκεύη ταυ̃τα ἀποθει̃ναι ἐν τω̨̃ ναω̨̃ τω̨̃ ἐν Ιερουσαλημ καὶ τὸν ναὸν του̃ κυρίου του̃τον οἰκοδομηθη̃ναι ἐπὶ του̃ τόπου
19 τότε ὁ Σαναβάσσαρος ἐκει̃νος παραγενόμενος ἐνεβάλετο τοὺς θεμελίους του̃ οἴκου κυρίου του̃ ἐν Ιερουσαλημ καὶ ἀπ' ἐκείνου μέχρι του̃ νυ̃ν οἰκοδομούμενος οὐκ ἔλαβεν συντέλειαν
20 νυ̃ν οὐ̃ν εἰ κρίνεται βασιλευ̃ ἐπισκεπήτω ἐν τοι̃ς βασιλικοι̃ς βιβλιοφυλακίοις του̃ κυρίου βασιλέως τοι̃ς ἐν Βαβυλω̃νι
21 καὶ ἐὰν εὑρίσκηται μετὰ τη̃ς γνώμης Κύρου του̃ βασιλέως γενομένην τὴν οἰκοδομὴν του̃ οἴκου κυρίου του̃ ἐν Ιερουσαλημ καὶ κρίνηται τω̨̃ κυρίω̨ βασιλει̃ ἡμω̃ν προσφωνησάτω ἡμι̃ν περὶ τούτων
22 τότε ὁ βασιλεὺς Δαρει̃ος προσέταξεν ἐπισκέψασθαι ἐν τοι̃ς βασιλικοι̃ς βιβλιοφυλακίοις τοι̃ς κειμένοις ἐν Βαβυλω̃νι καὶ εὑρέθη ἐν 'Εκβατάνοις τη̨̃ βάρει τη̨̃ ἐν Μηδία̨ χώρα̨ τόμος εἱ̃ς ἐν ὡ̨̃ ὑπεμνημάτιστο τάδε
23 ἔτους πρώτου βασιλεύοντος Κύρου βασιλεὺς Κυ̃ρος προσέταξεν τὸν οἰ̃κον του̃ κυρίου τὸν ἐν Ιερουσαλημ οἰκοδομη̃σαι ὅπου ἐπιθύουσιν διὰ πυρὸς ἐνδελεχου̃ς
24 οὑ̃ τὸ ὕψος πήχεων ἑξήκοντα πλάτος πήχεων ἑξήκοντα διὰ δόμων λιθίνων ξυστω̃ν τριω̃ν καὶ δόμου ξυλίνου ἐγχωρίου καινου̃ ἑνός καὶ τὸ δαπάνημα δοθη̃ναι ἐκ του̃ οἴκου Κύρου του̃ βασιλέως
25 καὶ τὰ ἱερὰ σκεύη του̃ οἴκου κυρίου τά τε χρυσα̃ καὶ τὰ ἀργυρα̃ ἃ ἐξήνεγκεν Ναβουχοδονοσορ ἐκ του̃ οἴκου του̃ ἐν Ιερουσαλημ καὶ ἀπήνεγκεν εἰς Βαβυλω̃να ἀποκατασταθη̃ναι εἰς τὸν οἰ̃κον τὸν ἐν Ιερουσαλημ οὑ̃ ἠ̃ν κείμενα ὅπως τεθη̨̃ ἐκει̃
26 προσέταξεν δὲ ἐπιμεληθη̃ναι Σισίννη̨ ἐπάρχω̨ Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνη̨ καὶ τοι̃ς συνεταίροις καὶ τοι̃ς ἀποτεταγμένοις ἐν Συρία̨ καὶ Φοινίκη̨ ἡγεμόσιν ἀπέχεσθαι του̃ τόπου ἐα̃σαι δὲ τὸν παι̃δα του̃ κυρίου Ζοροβαβελ ἔπαρχον δὲ τη̃ς Ιουδαίας καὶ τοὺς πρεσβυτέρους τω̃ν Ιουδαίων τὸν οἰ̃κον του̃ κυρίου ἐκει̃νον οἰκοδομει̃ν ἐπὶ του̃ τόπου
27 κἀγὼ δὲ ἐπέταξα ὁλοσχερω̃ς οἰκοδομη̃σαι καὶ ἀτενίσαι ἵνα συμποιω̃σιν τοι̃ς ἐκ τη̃ς αἰχμαλωσίας τη̃ς Ιουδαίας μέχρι του̃ ἐπιτελεσθη̃ναι τὸν οἰ̃κον του̃ κυρίου
28 καὶ ἀπὸ τη̃ς φορολογίας Κοίλης Συρίας καὶ Φοινίκης ἐπιμελω̃ς σύνταξιν δίδοσθαι τούτοις τοι̃ς ἀνθρώποις εἰς θυσίας τω̨̃ κυρίω̨ Ζοροβαβελ ἐπάρχω̨ εἰς ταύρους καὶ κριοὺς καὶ ἄρνας
29 ὁμοίως δὲ καὶ πυρὸν καὶ ἅλα καὶ οἰ̃νον καὶ ἔλαιον ἐνδελεχω̃ς κατ' ἐνιαυτόν καθὼς ἂν οἱ ἱερει̃ς οἱ ἐν Ιερουσαλημ ὑπαγορεύσωσιν ἀναλίσκεσθαι καθ' ἡμέραν ἀναμφισβητήτως
30 ὅπως προσφέρωνται σπονδαὶ τω̨̃ θεω̨̃ τω̨̃ ὑψίστω̨ ὑπὲρ του̃ βασιλέως καὶ τω̃ν παίδων καὶ προσεύχωνται περὶ τη̃ς αὐτω̃ν ζωη̃ς
31 καὶ προσέταξεν ἵνα ὅσοι ἐὰν παραβω̃σίν τι τω̃ν προειρημένων καὶ τω̃ν προσγεγραμμένων ἢ καὶ ἀκυρώσωσιν λημφθη̃ναι ξύλον ἐκ τω̃ν ἰδίων αὐτου̃ καὶ ἐπὶ τούτου κρεμασθη̃ναι καὶ τὰ ὑπάρχοντα αὐτου̃ εἰ̃ναι βασιλικά
32 διὰ ταυ̃τα καὶ ὁ κύριος οὑ̃ τὸ ὄνομα αὐτου̃ ἐπικέκληται ἐκει̃ ἀφανίσαι πάντα βασιλέα καὶ ἔθνος ὃς ἐκτενει̃ τὴν χει̃ρα αὐτου̃ κωλυ̃σαι ἢ κακοποιη̃σαι τὸν οἰ̃κον του̃ κυρίου ἐκει̃νον τὸν ἐν Ιερουσαλημ
33 ἐγὼ βασιλεὺς Δαρει̃ος δεδογμάτικα ἐπιμελω̃ς κατὰ ταυ̃τα γίγνεσθαι
Читать далее:ΕΣΔΡΑΣ Α, κεφαλίς 7
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).