Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΜΑΚΚΑΒΑΊΩΝ Β, κεφαλίς 14

μετὰ δὲ τριετη̃ χρόνον προσέπεσεν τοι̃ς περὶ τὸν Ιουδαν Δημήτριον τὸν του̃ Σελεύκου διὰ του̃ κατὰ Τρίπολιν λιμένος εἰσπλεύσαντα μετὰ πλήθους ἰσχυρου̃ καὶ στόλου
κεκρατηκέναι τη̃ς χώρας ἐπανελόμενον 'Αντίοχον καὶ τὸν τούτου ἐπίτροπον Λυσίαν
'Άλκιμος δέ τις προγεγονὼς ἀρχιερεύς ἑκουσίως δὲ μεμολυσμένος ἐν τοι̃ς τη̃ς ἀμειξίας χρόνοις συννοήσας ὅτι καθ' ὁντιναου̃ν τρόπον οὐκ ἔστιν αὐτω̨̃ σωτηρία οὐδὲ πρὸς τὸ ἅγιον θυσιαστήριον ἔτι πρόσοδος
ἡ̃κεν πρὸς τὸν βασιλέα Δημήτριον ὡς πρώτω̨ καὶ πεντηκοστω̨̃ καὶ ἑκατοστω̨̃ ἔτει προσάγων αὐτω̨̃ στέφανον χρυσου̃ν καὶ φοίνικα πρὸς δὲ τούτοις τω̃ν νομιζομένων θαλλω̃ν του̃ ἱερου̃ καὶ τὴν ἡμέραν ἐκείνην ἡσυχίαν ἔσχεν
καιρὸν δὲ λαβὼν τη̃ς ἰδίας ἀνοίας συνεργὸν προσκληθεὶς εἰς συνέδριον ὑπὸ του̃ Δημητρίου καὶ ἐπερωτηθείς ἐν τίνι διαθέσει καὶ βουλη̨̃ καθέστηκαν οἱ Ιουδαι̃οι πρὸς ταυ̃τα ἔφη
οἱ λεγόμενοι τω̃ν Ιουδαίων Ασιδαι̃οι ὡ̃ν ἀφηγει̃ται Ιουδας ὁ Μακκαβαι̃ος πολεμοτροφου̃σιν καὶ στασιάζουσιν οὐκ ἐω̃ντες τὴν βασιλείαν εὐσταθείας τυχει̃ν
ὅθεν ἀφελόμενος τὴν προγονικὴν δόξαν λέγω δὴ τὴν ἀρχιερωσύνην δευ̃ρο νυ̃ν ἐλήλυθα
πρω̃τον μὲν ὑπὲρ τω̃ν ἀνηκόντων τω̨̃ βασιλει̃ γνησίως φρονω̃ν δεύτερον δὲ καὶ τω̃ν ἰδίων πολιτω̃ν στοχαζόμενος τη̨̃ μὲν γὰρ τω̃ν προειρημένων ἀλογιστία̨ τὸ σύμπαν ἡμω̃ν γένος οὐ μικρω̃ς ἀκληρει̃
ἕκαστα δὲ τούτων ἐπεγνωκὼς σύ βασιλευ̃ καὶ τη̃ς χώρας καὶ του̃ περιισταμένου γένους ἡμω̃ν προνοήθητι καθ' ἣν ἔχεις πρὸς ἅπαντας εὐαπάντητον φιλανθρωπίαν
10 ἄχρι γὰρ Ιουδας περίεστιν ἀδύνατον εἰρήνης τυχει̃ν τὰ πράγματα
11 τοιούτων δὲ ῥηθέντων ὑπὸ τούτου θα̃ττον οἱ λοιποὶ φίλοι δυσμενω̃ς ἔχοντες τὰ πρὸς τὸν Ιουδαν προσεπύρωσαν τὸν Δημήτριον
12 προχειρισάμενος δὲ εὐθέως Νικάνορα τὸν γενόμενον ἐλεφαντάρχην καὶ στρατηγὸν ἀναδείξας τη̃ς Ιουδαίας ἐξαπέστειλεν
13 δοὺς ἐντολὰς αὐτὸν μὲν τὸν Ιουδαν ἐπανελέσθαι τοὺς δὲ σὺν αὐτω̨̃ σκορπίσαι καταστη̃σαι δὲ 'Άλκιμον ἀρχιερέα του̃ μεγίστου ἱερου̃
14 οἱ δὲ ἐπὶ τη̃ς Ιουδαίας πεφυγαδευκότες τὸν Ιουδαν ἔθνη συνέμισγον ἀγεληδὸν τω̨̃ Νικάνορι τὰς τω̃ν Ιουδαίων ἀτυχίας καὶ συμφορὰς ἰδίας εὐημερίας δοκου̃ντες ἔσεσθαι
15 ἀκούσαντες δὲ τὴν του̃ Νικάνορος ἔφοδον καὶ τὴν ἐπίθεσιν τω̃ν ἐθνω̃ν καταπασάμενοι γη̃ν ἐλιτάνευον τὸν ἄχρι αἰω̃νος συστήσαντα τὸν αὑτου̃ λαόν ἀεὶ δὲ μετ' ἐπιφανείας ἀντιλαμβανόμενον τη̃ς ἑαυτου̃ μερίδος
16 προστάξαντος δὲ του̃ ἡγουμένου ἐκει̃θεν εὐθέως ἀναζεύξας συμμίσγει αὐτοι̃ς ἐπὶ κώμην Δεσσαου
17 Σιμων δὲ ὁ ἀδελφὸς Ιουδου συμβεβληκὼς ἠ̃ν τω̨̃ Νικάνορι βραδέως δὲ διὰ τὴν αἰφνίδιον τω̃ν ἀντιπάλων ἀφασίαν ἐπταικώς
18 ὅμως δὲ ἀκούων ὁ Νικάνωρ ἣν εἰ̃χον οἱ περὶ τὸν Ιουδαν ἀνδραγαθίαν καὶ ἐν τοι̃ς περὶ τη̃ς πατρίδος ἀγω̃σιν εὐψυχίαν ὑπευλαβει̃το τὴν κρίσιν δι' αἱμάτων ποιήσασθαι
19 διόπερ ἔπεμψεν Ποσιδώνιον καὶ Θεόδοτον καὶ Ματταθιαν δου̃ναι καὶ λαβει̃ν δεξιάς
20 πλείονος δὲ γενομένης περὶ τούτων ἐπισκέψεως καὶ του̃ ἡγουμένου τοι̃ς πλήθεσιν ἀνακοινωσαμένου καὶ φανείσης ὁμοψήφου γνώμης ἐπένευσαν ται̃ς συνθήκαις
21 ἐτάξαντο δὲ ἡμέραν ἐν ἡ̨̃ κατ' ἰδίαν ἥξουσιν εἰς τὸ αὐτό καὶ προη̃λθεν παρ' ἑκάστου δίφραξ ἔθεσαν δίφρους
22 διέταξεν Ιουδας ἐνόπλους ἑτοίμους ἐν τοι̃ς ἐπικαίροις τόποις μήποτε ἐκ τω̃ν πολεμίων αἰφνιδίως κακουργία γένηται τὴν ἁρμόζουσαν ἐποιήσαντο κοινολογίαν
23 διέτριβεν ὁ Νικάνωρ ἐν Ιεροσολύμοις καὶ ἔπραττεν οὐθὲν ἄτοπον τοὺς δὲ συναχθέντας ἀγελαίους ὄχλους ἀπέλυσεν
24 καὶ εἰ̃χεν τὸν Ιουδαν διὰ παντὸς ἐν προσώπω̨ ψυχικω̃ς τω̨̃ ἀνδρὶ προσεκέκλιτο
25 παρεκάλεσεν αὐτὸν γη̃μαι καὶ παιδοποιήσασθαι ἐγάμησεν εὐστάθησεν ἐκοινώνησεν βίου
26 ὁ δὲ 'Άλκιμος συνιδὼν τὴν πρὸς ἀλλήλους εὔνοιαν καὶ τὰς γενομένας συνθήκας λαβὼν ἡ̃κεν πρὸς τὸν Δημήτριον καὶ ἔλεγεν τὸν Νικάνορα ἀλλότρια φρονει̃ν τω̃ν πραγμάτων τὸν γὰρ ἐπίβουλον τη̃ς βασιλείας Ιουδαν αὐτου̃ διάδοχον ἀναδει̃ξαι
27 ὁ δὲ βασιλεὺς ἔκθυμος γενόμενος καὶ ται̃ς του̃ παμπονήρου διαβολαι̃ς ἐρεθισθεὶς ἔγραψεν Νικάνορι φάσκων ὑπὲρ μὲν τω̃ν συνθηκω̃ν βαρέως φέρειν κελεύων δὲ τὸν Μακκαβαι̃ον δέσμιον ἐξαποστέλλειν εἰς 'Αντιόχειαν ταχέως
28 προσπεσόντων δὲ τούτων τω̨̃ Νικάνορι συνεκέχυτο καὶ δυσφόρως ἔφερεν εἰ τὰ διεσταλμένα ἀθετήσει μηδὲν τἀνδρὸς ἠδικηκότος
29 ἐπεὶ δὲ τω̨̃ βασιλει̃ ἀντιπράττειν οὐκ ἠ̃ν εὔκαιρον ἐτήρει στρατηγήματι του̃τ' ἐπιτελέσαι
30 ὁ δὲ Μακκαβαι̃ος αὐστηρότερον διεξαγαγόντα συνιδὼν τὸν Νικάνορα τὰ πρὸς αὐτὸν καὶ τὴν εἰθισμένην ἀπάντησιν ἀγροικότερον ἐσχηκότα νοήσας οὐκ ἀπὸ του̃ βελτίστου τὴν αὐστηρίαν εἰ̃ναι συστρέψας οὐκ ὀλίγους τω̃ν περὶ αὐτὸν συνεκρύπτετο τὸν Νικάνορα
31 συγγνοὺς δὲ ὁ ἕτερος ὅτι γενναίως ὑπὸ του̃ ἀνδρὸς ἐστρατήγηται παραγενόμενος ἐπὶ τὸ μέγιστον καὶ ἅγιον ἱερὸν τω̃ν ἱερέων τὰς καθηκούσας θυσίας προσαγόντων ἐκέλευσεν παραδιδόναι τὸν ἄνδρα
32 τω̃ν δὲ μεθ' ὅρκων φασκόντων μὴ γινώσκειν που̃ ποτ' ἔστιν ὁ ζητούμενος
33 προτείνας τὴν δεξιὰν ἐπὶ τὸν νεὼ ταυ̃τ' ὤμοσεν ἐὰν μὴ δέσμιόν μοι τὸν Ιουδαν παραδω̃τε τόνδε τὸν του̃ θεου̃ σηκὸν εἰς πεδίον ποιήσω καὶ τὸ θυσιαστήριον κατασκάψω καὶ ἱερὸν ἐνταυ̃θα τω̨̃ Διονύσω̨ ἐπιφανὲς ἀναστήσω
34 τοσαυ̃τα δὲ εἰπὼν ἀπη̃λθεν οἱ δὲ ἱερει̃ς προτείναντες τὰς χει̃ρας εἰς τὸν οὐρανὸν ἐπεκαλου̃ντο τὸν διὰ παντὸς ὑπέρμαχον του̃ ἔθνους ἡμω̃ν ταυ̃τα λέγοντες
35 σὺ κύριε τω̃ν ὅλων ἀπροσδεὴς ὑπάρχων ηὐδόκησας ναὸν τη̃ς ση̃ς σκηνώσεως ἐν ἡμι̃ν γενέσθαι
36 καὶ νυ̃ν ἅγιε παντὸς ἁγιασμου̃ κύριε διατήρησον εἰς αἰω̃να ἀμίαντον τόνδε τὸν προσφάτως κεκαθαρισμένον οἰ̃κον
37 Ραζις δέ τις τω̃ν ἀπὸ Ιεροσολύμων πρεσβυτέρων ἐμηνύθη τω̨̃ Νικάνορι ἀνὴρ φιλοπολίτης καὶ σφόδρα καλω̃ς ἀκούων καὶ κατὰ τὴν εὔνοιαν πατὴρ τω̃ν Ιουδαίων προσαγορευόμενος
38 ἠ̃ν γὰρ ἐν τοι̃ς ἔμπροσθεν χρόνοις τη̃ς ἀμειξίας κρίσιν εἰσενηνεγμένος Ιουδαϊσμου̃ καὶ σω̃μα καὶ ψυχὴν ὑπὲρ του̃ Ιουδαϊσμου̃ παραβεβλημένος μετὰ πάσης ἐκτενίας
39 βουλόμενος δὲ Νικάνωρ πρόδηλον ποιη̃σαι ἣν εἰ̃χεν πρὸς τοὺς Ιουδαίους δυσμένειαν ἀπέστειλεν στρατιώτας ὑπὲρ τοὺς πεντακοσίους συλλαβει̃ν αὐτόν
40 ἔδοξεν γὰρ ἐκει̃νον συλλαβὼν τούτοις ἐνεργάσασθαι συμφοράν
41 τω̃ν δὲ πληθω̃ν μελλόντων τὸν πύργον καταλαβέσθαι καὶ τὴν αὐλαίαν θύραν βιαζομένων καὶ κελευόντων πυ̃ρ προσάγειν καὶ τὰς θύρας ὑφάπτειν περικατάλημπτος γενόμενος ὑπέθηκεν ἑαυτω̨̃ τὸ ξίφος
42 εὐγενω̃ς θέλων ἀποθανει̃ν ἤπερ τοι̃ς ἀλιτηρίοις ὑποχείριος γενέσθαι καὶ τη̃ς ἰδίας εὐγενείας ἀναξίως ὑβρισθη̃ναι
43 τη̨̃ δὲ πληγη̨̃ μὴ κατευθικτήσας διὰ τὴν του̃ ἀγω̃νος σπουδὴν καὶ τω̃ν ὄχλων ἔσω τω̃ν θυρωμάτων εἰσβαλλόντων ἀναδραμὼν γενναίως ἐπὶ τὸ τει̃χος κατεκρήμνισεν ἑαυτὸν ἀνδρωδω̃ς εἰς τοὺς ὄχλους
44 τω̃ν δὲ ταχέως ἀναποδισάντων γενομένου διαστήματος ἠ̃λθεν κατὰ μέσον τὸν κενεω̃να
45 ἔτι δὲ ἔμπνους ὑπάρχων καὶ πεπυρωμένος τοι̃ς θυμοι̃ς ἐξαναστὰς φερομένων κρουνηδὸν τω̃ν αἱμάτων καὶ δυσχερω̃ν τω̃ν τραυμάτων ὄντων δρόμω̨ τοὺς ὄχλους διελθὼν καὶ στὰς ἐπί τινος πέτρας ἀπορρω̃γος
46 παντελω̃ς ἔξαιμος ἤδη γινόμενος προβαλὼν τὰ ἔντερα καὶ λαβὼν ἑκατέραις ται̃ς χερσὶν ἐνέσεισε τοι̃ς ὄχλοις καὶ ἐπικαλεσάμενος τὸν δεσπόζοντα τη̃ς ζωη̃ς καὶ του̃ πνεύματος ταυ̃τα αὐτω̨̃ πάλιν ἀποδου̃ναι τόνδε τὸν τρόπον μετήλλαξεν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).