Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 118

αλληλουια α' αλφ μακάριοι οἱ ἄμωμοι ἐν ὁδω̨̃ οἱ πορευόμενοι ἐν νόμω̨ κυρίου
μακάριοι οἱ ἐξερευνω̃ντες τὰ μαρτύρια αὐτου̃ ἐν ὅλη̨ καρδία̨ ἐκζητήσουσιν αὐτόν
οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ται̃ς ὁδοι̃ς αὐτου̃ ἐπορεύθησαν
σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάξασθαι σφόδρα
ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου του̃ φυλάξασθαι τὰ δικαιώματά σου
τότε οὐ μὴ ἐπαισχυνθω̃ ἐν τω̨̃ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου
ἐξομολογήσομαί σοι κύριε ἐν εὐθύτητι καρδίας ἐν τω̨̃ μεμαθηκέναι με τὰ κρίματα τη̃ς δικαιοσύνης σου
τὰ δικαιώματά σου φυλάξω μή με ἐγκαταλίπη̨ς ἕως σφόδρα
β' βηθ ἐν τίνι κατορθώσει ὁ νεώτερος τὴν ὁδὸν αὐτου̃ ἐν τω̨̃ φυλάσσεσθαι τοὺς λόγους σου
10 ἐν ὅλη̨ καρδία̨ μου ἐξεζήτησά σε μὴ ἀπώση̨ με ἀπὸ τω̃ν ἐντολω̃ν σου
11 ἐν τη̨̃ καρδία̨ μου ἔκρυψα τὰ λόγιά σου ὅπως ἂν μὴ ἁμάρτω σοι
12 εὐλογητὸς εἰ̃ κύριε δίδαξόν με τὰ δικαιώματά σου
13 ἐν τοι̃ς χείλεσίν μου ἐξήγγειλα πάντα τὰ κρίματα του̃ στόματός σου
14 ἐν τη̨̃ ὁδω̨̃ τω̃ν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτω̨
15 ἐν ται̃ς ἐντολαι̃ς σου ἀδολεσχήσω καὶ κατανοήσω τὰς ὁδούς σου
16 ἐν τοι̃ς δικαιώμασίν σου μελετήσω οὐκ ἐπιλήσομαι τω̃ν λόγων σου
17 γ' γιμαλ ἀνταπόδος τω̨̃ δούλω̨ σου ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου
18 ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ του̃ νόμου σου
19 πάροικος ἐγώ εἰμι ἐν τη̨̃ γη̨̃ μὴ ἀποκρύψη̨ς ἀπ' ἐμου̃ τὰς ἐντολάς σου
20 ἐπεπόθησεν ἡ ψυχή μου του̃ ἐπιθυμη̃σαι τὰ κρίματά σου ἐν παντὶ καιρω̨̃
21 ἐπετίμησας ὑπερηφάνοις ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τω̃ν ἐντολω̃ν σου
22 περίελε ἀπ' ἐμου̃ ὄνειδος καὶ ἐξουδένωσιν ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα
23 καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ' ἐμου̃ κατελάλουν ὁ δὲ δου̃λός σου ἠδολέσχει ἐν τοι̃ς δικαιώμασίν σου
24 καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστιν καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου
25 δ' δελθ ἐκολλήθη τω̨̃ ἐδάφει ἡ ψυχή μου ζη̃σόν με κατὰ τὸν λόγον σου
26 τὰς ὁδούς μου ἐξήγγειλα καὶ ἐπήκουσάς μου δίδαξόν με τὰ δικαιώματά σου
27 ὁδὸν δικαιωμάτων σου συνέτισόν με καὶ ἀδολεσχήσω ἐν τοι̃ς θαυμασίοις σου
28 ἔσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας βεβαίωσόν με ἐν τοι̃ς λόγοις σου
29 ὁδὸν ἀδικίας ἀπόστησον ἀπ' ἐμου̃ καὶ τω̨̃ νόμω̨ σου ἐλέησόν με
30 ὁδὸν ἀληθείας ἡ̨ρετισάμην τὰ κρίματά σου οὐκ ἐπελαθόμην
31 ἐκολλήθην τοι̃ς μαρτυρίοις σου κύριε μή με καταισχύνη̨ς
32 ὁδὸν ἐντολω̃ν σου ἔδραμον ὅταν ἐπλάτυνας τὴν καρδίαν μου
33 ε' η νομοθέτησόν με κύριε τὴν ὁδὸν τω̃ν δικαιωμάτων σου καὶ ἐκζητήσω αὐτὴν διὰ παντός
34 συνέτισόν με καὶ ἐξερευνήσω τὸν νόμον σου καὶ φυλάξω αὐτὸν ἐν ὅλη̨ καρδία̨ μου
35 ὁδήγησόν με ἐν τρίβω̨ τω̃ν ἐντολω̃ν σου ὅτι αὐτὴν ἠθέλησα
36 κλι̃νον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου καὶ μὴ εἰς πλεονεξίαν
37 ἀπόστρεψον τοὺς ὀφθαλμούς μου του̃ μὴ ἰδει̃ν ματαιότητα ἐν τη̨̃ ὁδω̨̃ σου ζη̃σόν με
38 στη̃σον τω̨̃ δούλω̨ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου
39 περίελε τὸν ὀνειδισμόν μου ὃν ὑπώπτευσα τὰ γὰρ κρίματά σου χρηστά
40 ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου ἐν τη̨̃ δικαιοσύνη̨ σου ζη̃σόν με
41 Ϛ' ουαυ καὶ ἔλθοι ἐπ' ἐμὲ τὸ ἔλεός σου κύριε τὸ σωτήριόν σου κατὰ τὸ λόγιόν σου
42 καὶ ἀποκριθήσομαι τοι̃ς ὀνειδίζουσί με λόγον ὅτι ἤλπισα ἐπὶ τοὺς λόγους σου
43 καὶ μὴ περιέλη̨ς ἐκ του̃ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα ὅτι ἐπὶ τὰ κρίματά σου ἐπήλπισα
44 καὶ φυλάξω τὸν νόμον σου διὰ παντός εἰς τὸν αἰω̃να καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος
45 καὶ ἐπορευόμην ἐν πλατυσμω̨̃ ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα
46 καὶ ἐλάλουν ἐν τοι̃ς μαρτυρίοις σου ἐναντίον βασιλέων καὶ οὐκ ἠ̨σχυνόμην
47 καὶ ἐμελέτων ἐν ται̃ς ἐντολαι̃ς σου αἱ̃ς ἠγάπησα σφόδρα
48 καὶ ἠ̃ρα τὰς χει̃ράς μου πρὸς τὰς ἐντολάς σου ἃς ἠγάπησα καὶ ἠδολέσχουν ἐν τοι̃ς δικαιώμασίν σου
49 ζ' ζαι μνήσθητι τὸν λόγον σου τω̨̃ δούλω̨ σου ὡ̨̃ ἐπήλπισάς με
50 αὕτη με παρεκάλεσεν ἐν τη̨̃ ταπεινώσει μου ὅτι τὸ λόγιόν σου ἔζησέν με
51 ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα ἀπὸ δὲ του̃ νόμου σου οὐκ ἐξέκλινα
52 ἐμνήσθην τω̃ν κριμάτων σου ἀπ' αἰω̃νος κύριε καὶ παρεκλήθην
53 ἀθυμία κατέσχεν με ἀπὸ ἁμαρτωλω̃ν τω̃ν ἐγκαταλιμπανόντων τὸν νόμον σου
54 ψαλτὰ ἠ̃σάν μοι τὰ δικαιώματά σου ἐν τόπω̨ παροικίας μου
55 ἐμνήσθην ἐν νυκτὶ του̃ ὀνόματός σου κύριε καὶ ἐφύλαξα τὸν νόμον σου
56 αὕτη ἐγενήθη μοι ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα
57 η' ηθ μερίς μου κύριε εἰ̃πα φυλάξασθαι τὸν νόμον σου
58 ἐδεήθην του̃ προσώπου σου ἐν ὅλη̨ καρδία̨ μου ἐλέησόν με κατὰ τὸ λόγιόν σου
59 διελογισάμην τὰς ὁδούς σου καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου
60 ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην του̃ φυλάξασθαι τὰς ἐντολάς σου
61 σχοινία ἁμαρτωλω̃ν περιεπλάκησάν μοι καὶ του̃ νόμου σου οὐκ ἐπελαθόμην
62 μεσονύκτιον ἐξηγειρόμην του̃ ἐξομολογει̃σθαί σοι ἐπὶ τὰ κρίματα τη̃ς δικαιοσύνης σου
63 μέτοχος ἐγώ εἰμι πάντων τω̃ν φοβουμένων σε καὶ τω̃ν φυλασσόντων τὰς ἐντολάς σου
64 του̃ ἐλέους σου κύριε πλήρης ἡ γη̃ τὰ δικαιώματά σου δίδαξόν με
65 θ' τηθ χρηστότητα ἐποίησας μετὰ του̃ δούλου σου κύριε κατὰ τὸν λόγον σου
66 χρηστότητα καὶ παιδείαν καὶ γνω̃σιν δίδαξόν με ὅτι ται̃ς ἐντολαι̃ς σου ἐπίστευσα
67 πρὸ του̃ με ταπεινωθη̃ναι ἐγὼ ἐπλημμέλησα διὰ του̃το τὸ λόγιόν σου ἐφύλαξα
68 χρηστὸς εἰ̃ σύ κύριε καὶ ἐν τη̨̃ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου
69 ἐπληθύνθη ἐπ' ἐμὲ ἀδικία ὑπερηφάνων ἐγὼ δὲ ἐν ὅλη̨ καρδία̨ μου ἐξερευνήσω τὰς ἐντολάς σου
70 ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτω̃ν ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα
71 ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με ὅπως ἂν μάθω τὰ δικαιώματά σου
72 ἀγαθόν μοι ὁ νόμος του̃ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου
73 ι' ιωθ αἱ χει̃ρές σου ἐποίησάν με καὶ ἔπλασάν με συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου
74 οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα
75 ἔγνων κύριε ὅτι δικαιοσύνη τὰ κρίματά σου καὶ ἀληθεία̨ ἐταπείνωσάς με
76 γενηθήτω δὴ τὸ ἔλεός σου του̃ παρακαλέσαι με κατὰ τὸ λόγιόν σου τω̨̃ δούλω̨ σου
77 ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου καὶ ζήσομαι ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν
78 αἰσχυνθήτωσαν ὑπερήφανοι ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ ἐγὼ δὲ ἀδολεσχήσω ἐν ται̃ς ἐντολαι̃ς σου
79 ἐπιστρεψάτωσάν μοι οἱ φοβούμενοί σε καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου
80 γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοι̃ς δικαιώμασίν σου ὅπως ἂν μὴ αἰσχυνθω̃
81 ια' χαφ ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου καὶ εἰς τὸν λόγον σου ἐπήλπισα
82 ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου λέγοντες πότε παρακαλέσεις με
83 ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνη̨ τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην
84 πόσαι εἰσὶν αἱ ἡμέραι του̃ δούλου σου πότε ποιήσεις μοι ἐκ τω̃ν καταδιωκόντων με κρίσιν
85 διηγήσαντό μοι παράνομοι ἀδολεσχίας ἀλλ' οὐχ ὡς ὁ νόμος σου κύριε
86 πα̃σαι αἱ ἐντολαί σου ἀλήθεια ἀδίκως κατεδίωξάν με βοήθησόν μοι
87 παρὰ βραχὺ συνετέλεσάν με ἐν τη̨̃ γη̨̃ ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου
88 κατὰ τὸ ἔλεός σου ζη̃σόν με καὶ φυλάξω τὰ μαρτύρια του̃ στόματός σου
89 ιβ' λαβδ εἰς τὸν αἰω̃να κύριε ὁ λόγος σου διαμένει ἐν τω̨̃ οὐρανω̨̃
90 εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου ἐθεμελίωσας τὴν γη̃ν καὶ διαμένει
91 τη̨̃ διατάξει σου διαμένει ἡ ἡμέρα ὅτι τὰ σύμπαντα δου̃λα σά
92 εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν τότε ἂν ἀπωλόμην ἐν τη̨̃ ταπεινώσει μου
93 εἰς τὸν αἰω̃να οὐ μὴ ἐπιλάθωμαι τω̃ν δικαιωμάτων σου ὅτι ἐν αὐτοι̃ς ἔζησάς με κύριε
94 σός εἰμι ἐγώ σω̃σόν με ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα
95 ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ του̃ ἀπολέσαι με τὰ μαρτύριά σου συνη̃κα
96 πάσης συντελείας εἰ̃δον πέρας πλατει̃α ἡ ἐντολή σου σφόδρα
97 ιγ' μημ ὡς ἠγάπησα τὸν νόμον σου κύριε ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν
98 ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου ὅτι εἰς τὸν αἰω̃νά μοί ἐστιν
99 ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνη̃κα ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν
100 ὑπὲρ πρεσβυτέρους συνη̃κα ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα
101 ἐκ πάσης ὁδου̃ πονηρα̃ς ἐκώλυσα τοὺς πόδας μου ὅπως ἂν φυλάξω τοὺς λόγους σου
102 ἀπὸ τω̃ν κριμάτων σου οὐκ ἐξέκλινα ὅτι σὺ ἐνομοθέτησάς μοι
103 ὡς γλυκέα τω̨̃ λάρυγγί μου τὰ λόγιά σου ὑπὲρ μέλι καὶ κηρίον τω̨̃ στόματί μου
104 ἀπὸ τω̃ν ἐντολω̃ν σου συνη̃κα διὰ του̃το ἐμίσησα πα̃σαν ὁδὸν ἀδικίας ὅτι σὺ ἐνομοθέτησάς μοι
105 ιδ' νουν λύχνος τοι̃ς ποσίν μου ὁ λόγος σου καὶ φω̃ς ται̃ς τρίβοις μου
106 ὀμώμοκα καὶ ἔστησα του̃ φυλάξασθαι τὰ κρίματα τη̃ς δικαιοσύνης σου
107 ἐταπεινώθην ἕως σφόδρα κύριε ζη̃σόν με κατὰ τὸν λόγον σου
108 τὰ ἑκούσια του̃ στόματός μου εὐδόκησον δή κύριε καὶ τὰ κρίματά σου δίδαξόν με
109 ἡ ψυχή μου ἐν ται̃ς χερσίν μου διὰ παντός καὶ του̃ νόμου σου οὐκ ἐπελαθόμην
110 ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι καὶ ἐκ τω̃ν ἐντολω̃ν σου οὐκ ἐπλανήθην
111 ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰω̃να ὅτι ἀγαλλίαμα τη̃ς καρδίας μού εἰσιν
112 ἔκλινα τὴν καρδίαν μου του̃ ποιη̃σαι τὰ δικαιώματά σου εἰς τὸν αἰω̃να δι' ἀντάμειψιν
113 ιε' σαμχ παρανόμους ἐμίσησα καὶ τὸν νόμον σου ἠγάπησα
114 βοηθός μου καὶ ἀντιλήμπτωρ μου εἰ̃ σύ εἰς τὸν λόγον σου ἐπήλπισα
115 ἐκκλίνατε ἀπ' ἐμου̃ πονηρευόμενοι καὶ ἐξερευνήσω τὰς ἐντολὰς του̃ θεου̃ μου
116 ἀντιλαβου̃ μου κατὰ τὸ λόγιόν σου καὶ ζήσομαι καὶ μὴ καταισχύνη̨ς με ἀπὸ τη̃ς προσδοκίας μου
117 βοήθησόν μοι καὶ σωθήσομαι καὶ μελετήσω ἐν τοι̃ς δικαιώμασίν σου διὰ παντός
118 ἐξουδένωσας πάντας τοὺς ἀποστατου̃ντας ἀπὸ τω̃ν δικαιωμάτων σου ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτω̃ν
119 παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τη̃ς γη̃ς διὰ του̃το ἠγάπησα τὰ μαρτύριά σου διὰ παντός
120 καθήλωσον ἐκ του̃ φόβου σου τὰς σάρκας μου ἀπὸ γὰρ τω̃ν κριμάτων σου ἐφοβήθην
121 ιϚ' αιν ἐποίησα κρίμα καὶ δικαιοσύνην μὴ παραδω̨̃ς με τοι̃ς ἀδικου̃σίν με
122 ἔκδεξαι τὸν δου̃λόν σου εἰς ἀγαθόν μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι
123 οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου καὶ εἰς τὸ λόγιον τη̃ς δικαιοσύνης σου
124 ποίησον μετὰ του̃ δούλου σου κατὰ τὸ ἔλεός σου καὶ τὰ δικαιώματά σου δίδαξόν με
125 δου̃λός σού εἰμι ἐγώ συνέτισόν με καὶ γνώσομαι τὰ μαρτύριά σου
126 καιρὸς του̃ ποιη̃σαι τω̨̃ κυρίω̨ διεσκέδασαν τὸν νόμον σου
127 διὰ του̃το ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον
128 διὰ του̃το πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην πα̃σαν ὁδὸν ἄδικον ἐμίσησα
129 ιζ' φη θαυμαστὰ τὰ μαρτύριά σου διὰ του̃το ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου
130 ἡ δήλωσις τω̃ν λόγων σου φωτιει̃ καὶ συνετιει̃ νηπίους
131 τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνευ̃μα ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν
132 ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τω̃ν ἀγαπώντων τὸ ὄνομά σου
133 τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου καὶ μὴ κατακυριευσάτω μου πα̃σα ἀνομία
134 λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων καὶ φυλάξω τὰς ἐντολάς σου
135 τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δου̃λόν σου καὶ δίδαξόν με τὰ δικαιώματά σου
136 διεξόδους ὑδάτων κατέβησαν οἱ ὀφθαλμοί μου ἐπεὶ οὐκ ἐφύλαξαν τὸν νόμον σου
137 ιη' σαδη δίκαιος εἰ̃ κύριε καὶ εὐθὴς ἡ κρίσις σου
138 ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου καὶ ἀλήθειαν σφόδρα
139 ἐξέτηξέν με ὁ ζη̃λος του̃ οἴκου σου ὅτι ἐπελάθοντο τω̃ν λόγων σου οἱ ἐχθροί μου
140 πεπυρωμένον τὸ λόγιόν σου σφόδρα καὶ ὁ δου̃λός σου ἠγάπησεν αὐτό
141 νεώτερός εἰμι ἐγὼ καὶ ἐξουδενωμένος τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην
142 ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰω̃να καὶ ὁ νόμος σου ἀλήθεια
143 θλι̃ψις καὶ ἀνάγκη εὕροσάν με αἱ ἐντολαί σου μελέτη μου
144 δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰω̃να συνέτισόν με καὶ ζήσομαι
145 ιθ' κωφ ἐκέκραξα ἐν ὅλη̨ καρδία̨ μου ἐπάκουσόν μου κύριε τὰ δικαιώματά σου ἐκζητήσω
146 ἐκέκραξά σε σω̃σόν με καὶ φυλάξω τὰ μαρτύριά σου
147 προέφθασα ἐν ἀωρία̨ καὶ ἐκέκραξα εἰς τοὺς λόγους σου ἐπήλπισα
148 προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον του̃ μελετα̃ν τὰ λόγιά σου
149 τη̃ς φωνη̃ς μου ἄκουσον κύριε κατὰ τὸ ἔλεός σου κατὰ τὸ κρίμα σου ζη̃σόν με
150 προσήγγισαν οἱ καταδιώκοντές με ἀνομία̨ ἀπὸ δὲ του̃ νόμου σου ἐμακρύνθησαν
151 ἐγγὺς εἰ̃ σύ κύριε καὶ πα̃σαι αἱ ἐντολαί σου ἀλήθεια
152 κατ' ἀρχὰς ἔγνων ἐκ τω̃ν μαρτυρίων σου ὅτι εἰς τὸν αἰω̃να ἐθεμελίωσας αὐτά
153 κ' ρης ἰδὲ τὴν ταπείνωσίν μου καὶ ἐξελου̃ με ὅτι τὸν νόμον σου οὐκ ἐπελαθόμην
154 κρι̃νον τὴν κρίσιν μου καὶ λύτρωσαί με διὰ τὸν λόγον σου ζη̃σόν με
155 μακρὰν ἀπὸ ἁμαρτωλω̃ν σωτηρία ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν
156 οἱ οἰκτιρμοί σου πολλοί κύριε κατὰ τὸ κρίμα σου ζη̃σόν με
157 πολλοὶ οἱ ἐκδιώκοντές με καὶ ἐκθλίβοντές με ἐκ τω̃ν μαρτυρίων σου οὐκ ἐξέκλινα
158 εἰ̃δον ἀσυνθετου̃ντας καὶ ἐξετηκόμην ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο
159 ἰδὲ ὅτι τὰς ἐντολάς σου ἠγάπησα κύριε ἐν τω̨̃ ἐλέει σου ζη̃σόν με
160 ἀρχὴ τω̃ν λόγων σου ἀλήθεια καὶ εἰς τὸν αἰω̃να πάντα τὰ κρίματα τη̃ς δικαιοσύνης σου
161 κα' σεν ἄρχοντες κατεδίωξάν με δωρεάν καὶ ἀπὸ τω̃ν λόγων σου ἐδειλίασεν ἡ καρδία μου
162 ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου ὡς ὁ εὑρίσκων σκυ̃λα πολλά
163 ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην τὸν δὲ νόμον σου ἠγάπησα
164 ἑπτάκις τη̃ς ἡμέρας ἤ̨νεσά σοι ἐπὶ τὰ κρίματα τη̃ς δικαιοσύνης σου
165 εἰρήνη πολλὴ τοι̃ς ἀγαπω̃σιν τὸν νόμον σου καὶ οὐκ ἔστιν αὐτοι̃ς σκάνδαλον
166 προσεδόκων τὸ σωτήριόν σου κύριε καὶ τὰς ἐντολάς σου ἠγάπησα
167 ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου καὶ ἠγάπησεν αὐτὰ σφόδρα
168 ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου ὅτι πα̃σαι αἱ ὁδοί μου ἐναντίον σου κύριε
169 κβ' θαυ ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου κύριε κατὰ τὸ λόγιόν σου συνέτισόν με
170 εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου κατὰ τὸ λόγιόν σου ῥυ̃σαί με
171 ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον ὅταν διδάξη̨ς με τὰ δικαιώματά σου
172 φθέγξαιτο ἡ γλω̃σσά μου τὸ λόγιόν σου ὅτι πα̃σαι αἱ ἐντολαί σου δικαιοσύνη
173 γενέσθω ἡ χείρ σου του̃ σω̃σαί με ὅτι τὰς ἐντολάς σου ἡ̨ρετισάμην
174 ἐπεπόθησα τὸ σωτήριόν σου κύριε καὶ ὁ νόμος σου μελέτη μού ἐστιν
175 ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε καὶ τὰ κρίματά σου βοηθήσει μοι
176 ἐπλανήθην ὡς πρόβατον ἀπολωλός ζήτησον τὸν δου̃λόν σου ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην
Читать далее:ΨΑΛΜΟΙ, ψαλμὀς 119
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).