1 καὶ ἤγγισαν αἱ ἡμέραι Δαυιδ ἀποθανει̃ν αὐτόν καὶ ἐνετείλατο τω̨̃ Σαλωμων υἱω̨̃ αὐτου̃ λέγων |
2 ἐγώ εἰμι πορεύομαι ἐν ὁδω̨̃ πάσης τη̃ς γη̃ς καὶ ἰσχύσεις καὶ ἔση̨ εἰς ἄνδρα |
3 καὶ φυλάξεις τὴν φυλακὴν κυρίου του̃ θεου̃ σου του̃ πορεύεσθαι ἐν ται̃ς ὁδοι̃ς αὐτου̃ φυλάσσειν τὰς ἐντολὰς αὐτου̃ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα τὰ γεγραμμένα ἐν νόμω̨ Μωυσέως ἵνα συνίη̨ς ἃ ποιήσεις κατὰ πάντα ὅσα ἂν ἐντείλωμαί σοι |
4 ἵνα στήση̨ κύριος τὸν λόγον αὐτου̃ ὃν ἐλάλησεν λέγων ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτω̃ν πορεύεσθαι ἐνώπιον ἐμου̃ ἐν ἀληθεία̨ ἐν ὅλη̨ καρδία̨ αὐτω̃ν καὶ ἐν ὅλη̨ ψυχη̨̃ αὐτω̃ν λέγων οὐκ ἐξολεθρευθήσεταί σοι ἀνὴρ ἐπάνωθεν θρόνου Ισραηλ |
5 καί γε σὺ ἔγνως ὅσα ἐποίησέν μοι Ιωαβ υἱὸς Σαρουιας ὅσα ἐποίησεν τοι̃ς δυσὶν ἄρχουσιν τω̃ν δυνάμεων Ισραηλ τω̨̃ Αβεννηρ υἱω̨̃ Νηρ καὶ τω̨̃ Αμεσσαϊ υἱω̨̃ Ιεθερ καὶ ἀπέκτεινεν αὐτοὺς καὶ ἔταξεν τὰ αἵματα πολέμου ἐν εἰρήνη̨ καὶ ἔδωκεν αἱ̃μα ἀθω̨̃ον ἐν τη̨̃ ζώνη̨ αὐτου̃ τη̨̃ ἐν τη̨̃ ὀσφύι αὐτου̃ καὶ ἐν τω̨̃ ὑποδήματι αὐτου̃ τω̨̃ ἐν τω̨̃ ποδὶ αὐτου̃ |
6 καὶ ποιήσεις κατὰ τὴν σοφίαν σου καὶ οὐ κατάξεις τὴν πολιὰν αὐτου̃ ἐν εἰρήνη̨ εἰς ἅ̨δου |
7 καὶ τοι̃ς υἱοι̃ς Βερζελλι του̃ Γαλααδίτου ποιήσεις ἔλεος καὶ ἔσονται ἐν τοι̃ς ἐσθίουσιν τὴν τράπεζάν σου ὅτι οὕτως ἤγγισάν μοι ἐν τω̨̃ με ἀποδιδράσκειν ἀπὸ προσώπου Αβεσσαλωμ του̃ ἀδελφου̃ σου |
8 καὶ ἰδοὺ μετὰ σου̃ Σεμεϊ υἱὸς Γηρα υἱὸς του̃ Ιεμενι ἐκ Βαουριμ καὶ αὐτὸς κατηράσατό με κατάραν ὀδυνηρὰν τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἐπορευόμην εἰς παρεμβολάς καὶ αὐτὸς κατέβη εἰς ἀπαντήν μου εἰς τὸν Ιορδάνην καὶ ὤμοσα αὐτω̨̃ ἐν κυρίω̨ λέγων εἰ θανατώσω σε ἐν ῥομφαία̨ |
9 καὶ οὐ μὴ ἀθω̨ώση̨ς αὐτόν ὅτι ἀνὴρ σοφὸς εἰ̃ σὺ καὶ γνώση̨ ἃ ποιήσεις αὐτω̨̃ καὶ κατάξεις τὴν πολιὰν αὐτου̃ ἐν αἵματι εἰς ἅ̨δου |
10 καὶ ἐκοιμήθη Δαυιδ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐτάφη ἐν πόλει Δαυιδ |
11 καὶ αἱ ἡμέραι ἃς ἐβασίλευσεν Δαυιδ ἐπὶ τὸν Ισραηλ τεσσαράκοντα ἔτη ἐν Χεβρων ἐβασίλευσεν ἔτη ἑπτὰ καὶ ἐν Ιερουσαλημ τριάκοντα τρία ἔτη |
12 καὶ Σαλωμων ἐκάθισεν ἐπὶ του̃ θρόνου Δαυιδ του̃ πατρὸς αὐτου̃ υἱὸς ἐτω̃ν δώδεκα καὶ ἡτοιμάσθη ἡ βασιλεία αὐτου̃ σφόδρα |
13 καὶ εἰση̃λθεν Αδωνιας υἱὸς Αγγιθ πρὸς Βηρσαβεε μητέρα Σαλωμων καὶ προσεκύνησεν αὐτη̨̃ ἡ δὲ εἰ̃πεν εἰρήνη ἡ εἴσοδός σου καὶ εἰ̃πεν εἰρήνη |
14 λόγος μοι πρὸς σέ καὶ εἰ̃πεν αὐτω̨̃ λάλησον |
15 καὶ εἰ̃πεν αὐτη̨̃ σὺ οἰ̃δας ὅτι ἐμοὶ ἠ̃ν ἡ βασιλεία καὶ ἐπ' ἐμὲ ἔθετο πα̃ς Ισραηλ τὸ πρόσωπον αὐτου̃ εἰς βασιλέα καὶ ἐστράφη ἡ βασιλεία καὶ ἐγενήθη τω̨̃ ἀδελφω̨̃ μου ὅτι παρὰ κυρίου ἐγένετο αὐτω̨̃ |
16 καὶ νυ̃ν αἴτησιν μίαν ἐγὼ αἰτου̃μαι παρὰ σου̃ μὴ ἀποστρέψη̨ς τὸ πρόσωπόν σου καὶ εἰ̃πεν αὐτω̨̃ Βηρσαβεε λάλει |
17 καὶ εἰ̃πεν αὐτη̨̃ εἰπὸν δὴ πρὸς Σαλωμων τὸν βασιλέα ὅτι οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτου̃ ἀπὸ σου̃ καὶ δώσει μοι τὴν Αβισακ τὴν Σωμανι̃τιν εἰς γυναι̃κα |
18 καὶ εἰ̃πεν Βηρσαβεε καλω̃ς ἐγὼ λαλήσω περὶ σου̃ τω̨̃ βασιλει̃ |
19 καὶ εἰση̃λθεν Βηρσαβεε πρὸς τὸν βασιλέα Σαλωμων λαλη̃σαι αὐτω̨̃ περὶ Αδωνιου καὶ ἐξανέστη ὁ βασιλεὺς εἰς ἀπαντὴν αὐτη̨̃ καὶ κατεφίλησεν αὐτὴν καὶ ἐκάθισεν ἐπὶ του̃ θρόνου αὐτου̃ καὶ ἐτέθη θρόνος τη̨̃ μητρὶ του̃ βασιλέως καὶ ἐκάθισεν ἐκ δεξιω̃ν αὐτου̃ |
20 καὶ εἰ̃πεν αὐτω̨̃ αἴτησιν μίαν μικρὰν ἐγὼ αἰτου̃μαι παρὰ σου̃ μὴ ἀποστρέψη̨ς τὸ πρόσωπόν σου καὶ εἰ̃πεν αὐτη̨̃ ὁ βασιλεύς αἴτησαι μη̃τερ ἐμή ὅτι οὐκ ἀποστρέψω σε |
21 καὶ εἰ̃πεν δοθήτω δὲ Αβισακ ἡ Σωμανι̃τις τω̨̃ Αδωνια τω̨̃ ἀδελφω̨̃ σου εἰς γυναι̃κα |
22 καὶ ἀπεκρίθη Σαλωμων ὁ βασιλεὺς καὶ εἰ̃πεν τη̨̃ μητρὶ αὐτου̃ καὶ ἵνα τί σὺ ἤ̨τησαι τὴν Αβισακ τω̨̃ Αδωνια καὶ αἴτησαι αὐτω̨̃ τὴν βασιλείαν ὅτι οὑ̃τος ἀδελφός μου ὁ μέγας ὑπὲρ ἐμέ καὶ αὐτω̨̃ Αβιαθαρ ὁ ἱερεὺς καὶ αὐτω̨̃ Ιωαβ ὁ υἱὸς Σαρουιας ὁ ἀρχιστράτηγος ἑται̃ρος |
23 καὶ ὤμοσεν ὁ βασιλεὺς Σαλωμων κατὰ του̃ κυρίου λέγων τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη ὅτι κατὰ τη̃ς ψυχη̃ς αὐτου̃ ἐλάλησεν Αδωνιας τὸν λόγον του̃τον |
24 καὶ νυ̃ν ζη̨̃ κύριος ὃς ἡτοίμασέν με καὶ ἔθετό με ἐπὶ τὸν θρόνον Δαυιδ του̃ πατρός μου καὶ αὐτὸς ἐποίησέν μοι οἰ̃κον καθὼς ἐλάλησεν κύριος ὅτι σήμερον θανατωθήσεται Αδωνιας |
25 καὶ ἐξαπέστειλεν Σαλωμων ὁ βασιλεὺς ἐν χειρὶ Βαναιου υἱου̃ Ιωδαε καὶ ἀνει̃λεν αὐτόν καὶ ἀπέθανεν Αδωνιας ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ |
26 καὶ τω̨̃ Αβιαθαρ τω̨̃ ἱερει̃ εἰ̃πεν ὁ βασιλεύς ἀπότρεχε σὺ εἰς Αναθωθ εἰς ἀγρόν σου ὅτι ἀνὴρ θανάτου εἰ̃ σὺ ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ καὶ οὐ θανατώσω σε ὅτι ἠ̃ρας τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου ἐνώπιον του̃ πατρός μου καὶ ὅτι ἐκακουχήθης ἐν ἅπασιν οἱ̃ς ἐκακουχήθη ὁ πατήρ μου |
27 καὶ ἐξέβαλεν Σαλωμων τὸν Αβιαθαρ του̃ μὴ εἰ̃ναι ἱερέα του̃ κυρίου πληρωθη̃ναι τὸ ῥη̃μα κυρίου ὃ ἐλάλησεν ἐπὶ τὸν οἰ̃κον Ηλι ἐν Σηλωμ |
28 καὶ ἡ ἀκοὴ ἠ̃λθεν ἕως Ιωαβ του̃ υἱου̃ Σαρουιας ὅτι Ιωαβ ἠ̃ν κεκλικὼς ὀπίσω Αδωνιου καὶ ὀπίσω Σαλωμων οὐκ ἔκλινεν καὶ ἔφυγεν Ιωαβ εἰς τὸ σκήνωμα του̃ κυρίου καὶ κατέσχεν τω̃ν κεράτων του̃ θυσιαστηρίου |
29 καὶ ἀπηγγέλη τω̨̃ Σαλωμων λέγοντες ὅτι ἔφυγεν Ιωαβ εἰς τὴν σκηνὴν του̃ κυρίου καὶ ἰδοὺ κατέχει τω̃ν κεράτων του̃ θυσιαστηρίου καὶ ἀπέστειλεν Σαλωμων πρὸς Ιωαβ λέγων τί γέγονέν σοι ὅτι πέφευγας εἰς τὸ θυσιαστήριον καὶ εἰ̃πεν Ιωαβ ὅτι ἐφοβήθην ἀπὸ προσώπου σου καὶ ἔφυγον πρὸς κύριον καὶ ἀπέστειλεν Σαλωμων ὁ βασιλεὺς τὸν Βαναιου υἱὸν Ιωδαε λέγων πορεύου καὶ ἄνελε αὐτὸν καὶ θάψον αὐτόν |
30 καὶ ἠ̃λθεν Βαναιου υἱὸς Ιωδαε πρὸς Ιωαβ εἰς τὴν σκηνὴν του̃ κυρίου καὶ εἰ̃πεν αὐτω̨̃ τάδε λέγει ὁ βασιλεύς ἔξελθε καὶ εἰ̃πεν Ιωαβ οὐκ ἐκπορεύομαι ὅτι ὡ̃δε ἀποθανου̃μαι καὶ ἀπέστρεψεν Βαναιας υἱὸς Ιωδαε καὶ εἰ̃πεν τω̨̃ βασιλει̃ λέγων τάδε λελάληκεν Ιωαβ καὶ τάδε ἀποκέκριταί μοι |
31 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ βασιλεύς πορεύου καὶ ποίησον αὐτω̨̃ καθὼς εἴρηκεν καὶ ἄνελε αὐτὸν καὶ θάψεις αὐτὸν καὶ ἐξαρει̃ς σήμερον τὸ αἱ̃μα ὃ δωρεὰν ἐξέχεεν Ιωαβ ἀπ' ἐμου̃ καὶ ἀπὸ του̃ οἴκου του̃ πατρός μου |
32 καὶ ἀπέστρεψεν κύριος τὸ αἱ̃μα τη̃ς ἀδικίας αὐτου̃ εἰς κεφαλὴν αὐτου̃ ὡς ἀπήντησεν τοι̃ς δυσὶν ἀνθρώποις τοι̃ς δικαίοις καὶ ἀγαθοι̃ς ὑπὲρ αὐτὸν καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ῥομφαία̨ καὶ ὁ πατήρ μου Δαυιδ οὐκ ἔγνω τὸ αἱ̃μα αὐτω̃ν τὸν Αβεννηρ υἱὸν Νηρ ἀρχιστράτηγον Ισραηλ καὶ τὸν Αμεσσα υἱὸν Ιεθερ ἀρχιστράτηγον Ιουδα |
33 καὶ ἐπεστράφη τὰ αἵματα αὐτω̃ν εἰς κεφαλὴν αὐτου̃ καὶ εἰς κεφαλὴν του̃ σπέρματος αὐτου̃ εἰς τὸν αἰω̃να καὶ τω̨̃ Δαυιδ καὶ τω̨̃ σπέρματι αὐτου̃ καὶ τω̨̃ οἴκω̨ αὐτου̃ καὶ τω̨̃ θρόνω̨ αὐτου̃ γένοιτο εἰρήνη ἕως αἰω̃νος παρὰ κυρίου |
34 καὶ ἀπήντησεν Βαναιου υἱὸς Ιωδαε τω̨̃ Ιωαβ καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἔθαψεν αὐτὸν ἐν τω̨̃ οἴκω̨ αὐτου̃ ἐν τη̨̃ ἐρήμω̨ |
35 καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν Βαναιου υἱὸν Ιωδαε ἀντ' αὐτου̃ ἐπὶ τὴν στρατηγίαν καὶ ἡ βασιλεία κατωρθου̃το ἐν Ιερουσαλημ καὶ τὸν Σαδωκ τὸν ἱερέα ἔδωκεν ὁ βασιλεὺς εἰς ἱερέα πρω̃τον ἀντὶ Αβιαθαρ |
36 καὶ ἐκάλεσεν ὁ βασιλεὺς τὸν Σεμεϊ καὶ εἰ̃πεν αὐτω̨̃ οἰκοδόμησον σεαυτω̨̃ οἰ̃κον ἐν Ιερουσαλημ καὶ κάθου ἐκει̃ καὶ οὐκ ἐξελεύση̨ ἐκει̃θεν οὐδαμου̃ |
37 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ τη̃ς ἐξόδου σου καὶ διαβήση̨ τὸν χειμάρρουν Κεδρων γινώσκων γνώση̨ ὅτι θανάτω̨ ἀποθανη̨̃ τὸ αἱ̃μά σου ἔσται ἐπὶ τὴν κεφαλήν σου καὶ ὥρκισεν αὐτὸν ὁ βασιλεὺς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ |
38 καὶ εἰ̃πεν Σεμεϊ πρὸς τὸν βασιλέα ἀγαθὸν τὸ ῥη̃μα ὃ ἐλάλησας κύριέ μου βασιλευ̃ οὕτω ποιήσει ὁ δου̃λός σου καὶ ἐκάθισεν Σεμεϊ ἐν Ιερουσαλημ τρία ἔτη |
39 καὶ ἐγενήθη μετὰ τρία ἔτη καὶ ἀπέδρασαν δύο δου̃λοι του̃ Σεμεϊ πρὸς Αγχους υἱὸν Μααχα βασιλέα Γεθ καὶ ἀπηγγέλη τω̨̃ Σεμεϊ λέγοντες ἰδοὺ οἱ δου̃λοί σου ἐν Γεθ |
40 καὶ ἀνέστη Σεμεϊ καὶ ἐπέσαξε τὴν ὄνον αὐτου̃ καὶ ἐπορεύθη εἰς Γεθ πρὸς Αγχους του̃ ἐκζητη̃σαι τοὺς δούλους αὐτου̃ καὶ ἐπορεύθη Σεμεϊ καὶ ἤγαγεν τοὺς δούλους αὐτου̃ ἐκ Γεθ |
41 καὶ ἀπηγγέλη τω̨̃ Σαλωμων λέγοντες ὅτι ἐπορεύθη Σεμεϊ ἐξ Ιερουσαλημ εἰς Γεθ καὶ ἀπέστρεψεν τοὺς δούλους αὐτου̃ |
42 καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν τὸν Σεμεϊ καὶ εἰ̃πεν πρὸς αὐτόν οὐχὶ ὥρκισά σε κατὰ του̃ κυρίου καὶ ἐπεμαρτυράμην σοι λέγων ἐν ἡ̨̃ ἂν ἡμέρα̨ ἐξέλθη̨ς ἐξ Ιερουσαλημ καὶ πορευθη̨̃ς εἰς δεξιὰ ἢ εἰς ἀριστερά γινώσκων γνώση̨ ὅτι θανάτω̨ ἀποθανη̨̃ |
43 καὶ τί ὅτι οὐκ ἐφύλαξας τὸν ὅρκον κυρίου καὶ τὴν ἐντολήν ἣν ἐνετειλάμην κατὰ σου̃ |
44 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Σεμεϊ σὺ οἰ̃δας πα̃σαν τὴν κακίαν σου ἣν ἔγνω ἡ καρδία σου ἃ ἐποίησας τω̨̃ Δαυιδ τω̨̃ πατρί μου καὶ ἀνταπέδωκεν κύριος τὴν κακίαν σου εἰς κεφαλήν σου |
45 καὶ ὁ βασιλεὺς Σαλωμων ηὐλογημένος καὶ ὁ θρόνος Δαυιδ ἔσται ἕτοιμος ἐνώπιον κυρίου εἰς τὸν αἰω̃να |
46 καὶ ἐνετείλατο ὁ βασιλεὺς Σαλωμων τω̨̃ Βαναια υἱω̨̃ Ιωδαε καὶ ἐξη̃λθεν καὶ ἀνει̃λεν αὐτόν καὶ ἀπέθανεν |