Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 12

ὁ ἀγαπω̃ν παιδείαν ἀγαπα̨̃ αἴσθησιν ὁ δὲ μισω̃ν ἐλέγχους ἄφρων
κρείσσων ὁ εὑρὼν χάριν παρὰ κυρίω̨ ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται
οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου αἱ δὲ ῥίζαι τω̃ν δικαίων οὐκ ἐξαρθήσονται
γυνὴ ἀνδρεία στέφανος τω̨̃ ἀνδρὶ αὐτη̃ς ὥσπερ δὲ ἐν ξύλω̨ σκώληξ οὕτως ἄνδρα ἀπόλλυσιν γυνὴ κακοποιός
λογισμοὶ δικαίων κρίματα κυβερνω̃σιν δὲ ἀσεβει̃ς δόλους
λόγοι ἀσεβω̃ν δόλιοι στόμα δὲ ὀρθω̃ν ῥύσεται αὐτούς
οὑ̃ ἐὰν στραφη̨̃ ἀσεβὴς ἀφανίζεται οἰ̃κοι δὲ δικαίων παραμένουσιν
στόμα συνετου̃ ἐγκωμιάζεται ὑπὸ ἀνδρός νωθροκάρδιος δὲ μυκτηρίζεται
κρείσσων ἀνὴρ ἐν ἀτιμία̨ δουλεύων ἑαυτω̨̃ ἢ τιμὴν ἑαυτω̨̃ περιτιθεὶς καὶ προσδεόμενος ἄρτου
10 δίκαιος οἰκτίρει ψυχὰς κτηνω̃ν αὐτου̃ τὰ δὲ σπλάγχνα τω̃ν ἀσεβω̃ν ἀνελεήμονα
11 ὁ ἐργαζόμενος τὴν ἑαυτου̃ γη̃ν ἐμπλησθήσεται ἄρτων οἱ δὲ διώκοντες μάταια ἐνδεει̃ς φρενω̃ν
12 ἐπιθυμίαι ἀσεβω̃ν κακαί αἱ δὲ ῥίζαι τω̃ν εὐσεβω̃ν ἐν ὀχυρώμασιν
13 δι' ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός ἐκφεύγει δὲ ἐξ αὐτω̃ν δίκαιος
14 ἀπὸ καρπω̃ν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθω̃ν ἀνταπόδομα δὲ χειλέων αὐτου̃ δοθήσεται αὐτω̨̃
15 ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτω̃ν εἰσακούει δὲ συμβουλίας σοφός
16 ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτου̃ κρύπτει δὲ τὴν ἑαυτου̃ ἀτιμίαν πανου̃ργος
17 ἐπιδεικνυμένην πίστιν ἀπαγγέλλει δίκαιος ὁ δὲ μάρτυς τω̃ν ἀδίκων δόλιος
18 εἰσὶν οἳ λέγοντες τιτρώσκουσιν μαχαίρα̨ γλω̃σσαι δὲ σοφω̃ν ἰω̃νται
19 χείλη ἀληθινὰ κατορθοι̃ μαρτυρίαν μάρτυς δὲ ταχὺς γλω̃σσαν ἔχει ἄδικον
20 δόλος ἐν καρδία̨ τεκταινομένου κακά οἱ δὲ βουλόμενοι εἰρήνην εὐφρανθήσονται
21 οὐκ ἀρέσει τω̨̃ δικαίω̨ οὐδὲν ἄδικον οἱ δὲ ἀσεβει̃ς πλησθήσονται κακω̃ν
22 βδέλυγμα κυρίω̨ χείλη ψευδη̃ ὁ δὲ ποιω̃ν πίστεις δεκτὸς παρ' αὐτω̨̃
23 ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως καρδία δὲ ἀφρόνων συναντήσεται ἀραι̃ς
24 χεὶρ ἐκλεκτω̃ν κρατήσει εὐχερω̃ς δόλιοι δὲ ἔσονται εἰς προνομήν
25 φοβερὸς λόγος καρδίαν ταράσσει ἀνδρὸς δικαίου ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν
26 ἐπιγνώμων δίκαιος ἑαυτου̃ φίλος ἔσται αἱ δὲ γνω̃μαι τω̃ν ἀσεβω̃ν ἀνεπιεικει̃ς ἁμαρτάνοντας καταδιώξεται κακά ἡ δὲ ὁδὸς τω̃ν ἀσεβω̃ν πλανήσει αὐτούς
27 οὐκ ἐπιτεύξεται δόλιος θήρας κτη̃μα δὲ τίμιον ἀνὴρ καθαρός
28 ἐν ὁδοι̃ς δικαιοσύνης ζωή ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).