Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ, κεφαλίς 18

μετὰ ταυ̃τα εἰ̃δον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ του̃ οὐρανου̃ ἔχοντα ἐξουσίαν μεγάλην καὶ ἡ γη̃ ἐφωτίσθη ἐκ τη̃ς δόξης αὐτου̃
καὶ ἔκραξεν ἐν ἰσχυρα̨̃ φωνη̨̃ λέγων ἔπεσεν ἔπεσεν Βαβυλὼν ἡ μεγάλη καὶ ἐγένετο κατοικητήριον δαιμονίων καὶ φυλακὴ παντòς πνεύματος ἀκαθάρτου καὶ φυλακὴ παντòς ὀρνέου ἀκαθάρτου καὶ φυλακὴ παντòς θηρίου ἀκαθάρτου καὶ μεμισημένου
ὅτι ἐκ του̃ οἴνου του̃ θυμου̃ τη̃ς πορνείας αὐτη̃ς πέπωκαν πάντα τὰ ἔθνη καὶ οἱ βασιλει̃ς τη̃ς γη̃ς μετ' αὐτη̃ς ἐπόρνευσαν καὶ οἱ ἔμποροι τη̃ς γη̃ς ἐκ τη̃ς δυνάμεως του̃ στρήνους αὐτη̃ς ἐπλούτησαν
καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ του̃ οὐρανου̃ λέγουσαν ἐξέλθατε ὁ λαός μου ἐξ αὐτη̃ς ἵνα μὴ συγκοινωνήσητε ται̃ς ἁμαρτίαις αὐτη̃ς καὶ ἐκ τω̃ν πληγω̃ν αὐτη̃ς ἵνα μὴ λάβητε
ὅτι ἐκολλήθησαν αὐτη̃ς αἱ ἁμαρτίαι ἄχρι του̃ οὐρανου̃ καὶ ἐμνημόνευσεν ὁ θεòς τὰ ἀδικήματα αὐτη̃ς
ἀπόδοτε αὐτη̨̃ ὡς καὶ αὐτὴ ἀπέδωκεν καὶ διπλώσατε τὰ διπλα̃ κατὰ τὰ ἔργα αὐτη̃ς ἐν τω̨̃ ποτηρίω̨ ὡ̨̃ ἐκέρασεν κεράσατε αὐτη̨̃ διπλου̃ν
ὅσα ἐδόξασεν αὐτὴν καὶ ἐστρηνίασεν τοσου̃τον δότε αὐτη̨̃ βασανισμòν καὶ πένθος ὅτι ἐν τη̨̃ καρδία̨ αὐτη̃ς λέγει ὅτι κάθημαι βασίλισσα καὶ χήρα οὐκ εἰμί καὶ πένθος οὐ μὴ ἴδω
διὰ του̃το ἐν μια̨̃ ἡμέρα̨ ἥξουσιν αἱ πληγαὶ αὐτη̃ς θάνατος καὶ πένθος καὶ λιμός καὶ ἐν πυρὶ κατακαυθήσεται ὅτι ἰσχυρòς κύριος ὁ θεòς ὁ κρίνας αὐτήν
καὶ κλαύσουσιν καὶ κόψονται ἐπ' αὐτὴν οἱ βασιλει̃ς τη̃ς γη̃ς οἱ μετ' αὐτη̃ς πορνεύσαντες καὶ στρηνιάσαντες ὅταν βλέπωσιν τòν καπνòν τη̃ς πυρώσεως αὐτη̃ς
10 ἀπò μακρόθεν ἑστηκότες διὰ τòν φόβον του̃ βασανισμου̃ αὐτη̃ς λέγοντες οὐαὶ οὐαί ἡ πόλις ἡ μεγάλη Βαβυλὼν ἡ πόλις ἡ ἰσχυρά ὅτι μια̨̃ ὥρα̨ ἠ̃λθεν ἡ κρίσις σου
11 καὶ οἱ ἔμποροι τη̃ς γη̃ς κλαίουσιν καὶ πενθου̃σιν ἐπ' αὐτήν ὅτι τòν γόμον αὐτω̃ν οὐδεὶς ἀγοράζει οὐκέτι
12 γόμον χρυσου̃ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ μαργαριτω̃ν καὶ βυσσίνου καὶ πορφύρας καὶ σιρικου̃ καὶ κοκκίνου καὶ πα̃ν ξύλον θύϊνον καὶ πα̃ν σκευ̃ος ἐλεφάντινον καὶ πα̃ν σκευ̃ος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκου̃ καὶ σιδήρου καὶ μαρμάρου
13 καὶ κιννάμωμον καὶ ἄμωμον καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἰ̃νον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σι̃τον καὶ κτήνη καὶ πρόβατα καὶ ἵππων καὶ ῥεδω̃ν καὶ σωμάτων καὶ ψυχὰς ἀνθρώπων
14 καὶ ἡ ὀπώρα σου τη̃ς ἐπιθυμίας τη̃ς ψυχη̃ς ἀπη̃λθεν ἀπò σου̃ καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπò σου̃ καὶ οὐκέτι οὐ μὴ αὐτὰ εὑρήσουσιν
15 οἱ ἔμποροι τούτων οἱ πλουτήσαντες ἀπ' αὐτη̃ς ἀπò μακρόθεν στήσονται διὰ τòν φόβον του̃ βασανισμου̃ αὐτη̃ς κλαίοντες καὶ πενθου̃ντες
16 λέγοντες οὐαὶ οὐαί ἡ πόλις ἡ μεγάλη ἡ περιβεβλημένη βύσσινον καὶ πορφυρου̃ν καὶ κόκκινον καὶ κεχρυσωμένη ἐν χρυσίω̨ καὶ λίθω̨ τιμίω̨ καὶ μαργαρίτη̨
17 ὅτι μια̨̃ ὥρα̨ ἠρημώθη ὁ τοσου̃τος πλου̃τος καὶ πα̃ς κυβερνήτης καὶ πα̃ς ὁ ἐπὶ τόπον πλέων καὶ ναυ̃ται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται ἀπò μακρόθεν ἔστησαν
18 καὶ ἔκραζον βλέποντες τòν καπνòν τη̃ς πυρώσεως αὐτη̃ς λέγοντες τίς ὁμοία τη̨̃ πόλει τη̨̃ μεγάλη̨
19 καὶ ἔβαλον χου̃ν ἐπὶ τὰς κεφαλὰς αὐτω̃ν καὶ ἔκραζον κλαίοντες καὶ πενθου̃ντες λέγοντες οὐαὶ οὐαί ἡ πόλις ἡ μεγάλη ἐν ἡ̨̃ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοι̃α ἐν τη̨̃ θαλάσση̨ ἐκ τη̃ς τιμιότητος αὐτη̃ς ὅτι μια̨̃ ὥρα̨ ἠρημώθη
20 εὐφραίνου ἐπ' αὐτη̨̃ οὐρανέ καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφη̃ται ὅτι ἔκρινεν ὁ θεòς τò κρίμα ὑμω̃ν ἐξ αὐτη̃ς
21 καὶ ἠ̃ρεν εἱ̃ς ἄγγελος ἰσχυρòς λίθον ὡς μύλινον μέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις καὶ οὐ μὴ εὑρεθη̨̃ ἔτι
22 καὶ φωνὴ κιθαρω̨δω̃ν καὶ μουσικω̃ν καὶ αὐλητω̃ν καὶ σαλπιστω̃ν οὐ μὴ ἀκουσθη̨̃ ἐν σοὶ ἔτι καὶ πα̃ς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθη̨̃ ἐν σοὶ ἔτι καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθη̨̃ ἐν σοὶ ἔτι
23 καὶ φω̃ς λύχνου οὐ μὴ φάνη̨ ἐν σοὶ ἔτι καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθη̨̃ ἐν σοὶ ἔτι ὅτι οἱ ἔμποροί σου ἠ̃σαν οἱ μεγιστα̃νες τη̃ς γη̃ς ὅτι ἐν τη̨̃ φαρμακεία̨ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη
24 καὶ ἐν αὐτη̨̃ αἱ̃μα προφητω̃ν καὶ ἁγίων εὑρέθη καὶ πάντων τω̃ν ἐσφαγμένων ἐπὶ τη̃ς γη̃ς
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).