1 καὶ ἐν τω̨̃ ἐνιαυτω̨̃ τω̨̃ τετάρτω̨ Ιωακιμ υἱου̃ Ιωσια βασιλέως Ιουδα ἐγενήθη λόγος κυρίου πρός με λέγων |
2 λαβὲ σεαυτω̨̃ χαρτίον βιβλίου καὶ γράψον ἐπ' αὐτου̃ πάντας τοὺς λόγους οὓς ἐχρημάτισα πρὸς σὲ ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ Ιουδαν καὶ ἐπὶ πάντα τὰ ἔθνη ἀφ' ἡ̃ς ἡμέρας λαλήσαντός μου πρός σε ἀφ' ἡμερω̃ν Ιωσια βασιλέως Ιουδα καὶ ἕως τη̃ς ἡμέρας ταύτης |
3 ἴσως ἀκούσεται ὁ οἰ̃κος Ιουδα πάντα τὰ κακά ἃ ἐγὼ λογίζομαι ποιη̃σαι αὐτοι̃ς ἵνα ἀποστρέψωσιν ἀπὸ ὁδου̃ αὐτω̃ν τη̃ς πονηρα̃ς καὶ ἵλεως ἔσομαι ται̃ς ἀδικίαις αὐτω̃ν καὶ ται̃ς ἁμαρτίαις αὐτω̃ν |
4 καὶ ἐκάλεσεν Ιερεμιας τὸν Βαρουχ υἱὸν Νηριου καὶ ἔγραψεν ἀπὸ στόματος Ιερεμιου πάντας τοὺς λόγους κυρίου οὓς ἐχρημάτισεν πρὸς αὐτόν εἰς χαρτίον βιβλίου |
5 καὶ ἐνετείλατο Ιερεμιας τω̨̃ Βαρουχ λέγων ἐγὼ φυλάσσομαι οὐ μὴ δύνωμαι εἰσελθει̃ν εἰς οἰ̃κον κυρίου |
6 καὶ ἀναγνώση̨ ἐν τω̨̃ χαρτίω̨ τούτω̨ εἰς τὰ ὠ̃τα του̃ λαου̃ ἐν οἴκω̨ κυρίου ἐν ἡμέρα̨ νηστείας καὶ ἐν ὠσὶ παντὸς Ιουδα τω̃ν ἐρχομένων ἐκ πόλεως αὐτω̃ν ἀναγνώση̨ αὐτοι̃ς |
7 ἴσως πεσει̃ται ἔλεος αὐτω̃ν κατὰ πρόσωπον κυρίου καὶ ἀποστρέψουσιν ἐκ τη̃ς ὁδου̃ αὐτω̃ν τη̃ς πονηρα̃ς ὅτι μέγας ὁ θυμὸς καὶ ἡ ὀργὴ κυρίου ἣν ἐλάλησεν ἐπὶ τὸν λαὸν του̃τον |
8 καὶ ἐποίησεν Βαρουχ κατὰ πάντα ἃ ἐνετείλατο αὐτω̨̃ Ιερεμιας του̃ ἀναγνω̃ναι ἐν τω̨̃ βιβλίω̨ λόγους κυρίου ἐν οἴκω̨ κυρίου |
9 καὶ ἐγενήθη ἐν τω̨̃ ἔτει τω̨̃ ὀγδόω̨ βασιλει̃ Ιωακιμ τω̨̃ μηνὶ τω̨̃ ἐνάτω̨ ἐξεκκλησίασαν νηστείαν κατὰ πρόσωπον κυρίου πα̃ς ὁ λαὸς ἐν Ιερουσαλημ καὶ οἰ̃κος Ιουδα |
10 καὶ ἀνεγίνωσκε Βαρουχ ἐν τω̨̃ βιβλίω̨ τοὺς λόγους Ιερεμιου ἐν οἴκω̨ κυρίου ἐν οἴκω̨ Γαμαριου υἱου̃ Σαφαν του̃ γραμματέως ἐν τη̨̃ αὐλη̨̃ τη̨̃ ἐπάνω ἐν προθύροις πύλης του̃ οἴκου κυρίου τη̃ς καινη̃ς ἐν ὠσὶ παντὸς του̃ λαου̃ |
11 καὶ ἤκουσεν Μιχαιας υἱὸς Γαμαριου υἱου̃ Σαφαν ἅπαντας τοὺς λόγους κυρίου ἐκ του̃ βιβλίου |
12 καὶ κατέβη εἰς οἰ̃κον του̃ βασιλέως εἰς τὸν οἰ̃κον του̃ γραμματέως καὶ ἰδοὺ ἐκει̃ πάντες οἱ ἄρχοντες ἐκάθηντο Ελισαμα ὁ γραμματεὺς καὶ Δαλαιας υἱὸς Σελεμιου καὶ Ελναθαν υἱὸς Ακχοβωρ καὶ Γαμαριας υἱὸς Σαφαν καὶ Σεδεκιας υἱὸς Ανανιου καὶ πάντες οἱ ἄρχοντες |
13 καὶ ἀνήγγειλεν αὐτοι̃ς Μιχαιας πάντας τοὺς λόγους οὓς ἤκουσεν ἀναγινώσκοντος του̃ Βαρουχ εἰς τὰ ὠ̃τα του̃ λαου̃ |
14 καὶ ἀπέστειλαν πάντες οἱ ἄρχοντες πρὸς Βαρουχ υἱὸν Νηριου τὸν Ιουδιν υἱὸν Ναθανιου υἱου̃ Σελεμιου υἱου̃ Χουσι λέγοντες τὸ χαρτίον ἐν ὡ̨̃ σὺ ἀναγινώσκεις ἐν αὐτω̨̃ ἐν ὠσὶ του̃ λαου̃ λαβὲ αὐτὸ εἰς τὴν χει̃ρά σου καὶ ἡ̃κε καὶ ἔλαβεν Βαρουχ τὸ χαρτίον καὶ κατέβη πρὸς αὐτούς |
15 καὶ εἰ̃παν αὐτω̨̃ πάλιν ἀνάγνωθι εἰς τὰ ὠ̃τα ἡμω̃ν καὶ ἀνέγνω Βαρουχ |
16 καὶ ἐγενήθη ὡς ἤκουσαν πάντας τοὺς λόγους συνεβουλεύσαντο ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ καὶ εἰ̃παν ἀναγγέλλοντες ἀναγγείλωμεν τω̨̃ βασιλει̃ ἅπαντας τοὺς λόγους τούτους |
17 καὶ τὸν Βαρουχ ἠρώτησαν λέγοντες πόθεν ἔγραψας πάντας τοὺς λόγους τούτους |
18 καὶ εἰ̃πεν Βαρουχ ἀπὸ στόματος αὐτου̃ ἀνήγγειλέν μοι Ιερεμιας πάντας τοὺς λόγους τούτους καὶ ἔγραφον ἐν βιβλίω̨ |
19 καὶ εἰ̃παν τω̨̃ Βαρουχ βάδισον κατακρύβηθι σὺ καὶ Ιερεμιας ἄνθρωπος μὴ γνώτω που̃ ὑμει̃ς |
20 καὶ εἰση̃λθον πρὸς τὸν βασιλέα εἰς τὴν αὐλήν καὶ τὸ χαρτίον ἔδωκαν φυλάσσειν ἐν οἴκω̨ Ελισαμα καὶ ἀνήγγειλαν τω̨̃ βασιλει̃ πάντας τοὺς λόγους |
21 καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Ιουδιν λαβει̃ν τὸ χαρτίον καὶ ἔλαβεν αὐτὸ ἐξ οἴκου Ελισαμα καὶ ἀνέγνω Ιουδιν εἰς τὰ ὠ̃τα του̃ βασιλέως καὶ εἰς τὰ ὠ̃τα πάντων τω̃ν ἀρχόντων τω̃ν ἑστηκότων περὶ τὸν βασιλέα |
22 καὶ ὁ βασιλεὺς ἐκάθητο ἐν οἴκω̨ χειμερινω̨̃ καὶ ἐσχάρα πυρὸς κατὰ πρόσωπον αὐτου̃ |
23 καὶ ἐγενήθη ἀναγινώσκοντος Ιουδιν τρει̃ς σελίδας καὶ τέσσαρας ἀπέτεμνεν αὐτὰς τω̨̃ ξυρω̨̃ του̃ γραμματέως καὶ ἔρριπτεν εἰς τὸ πυ̃ρ τὸ ἐπὶ τη̃ς ἐσχάρας ἕως ἐξέλιπεν πα̃ς ὁ χάρτης εἰς τὸ πυ̃ρ τὸ ἐπὶ τη̃ς ἐσχάρας |
24 καὶ οὐκ ἐζήτησαν καὶ οὐ διέρρηξαν τὰ ἱμάτια αὐτω̃ν ὁ βασιλεὺς καὶ οἱ παι̃δες αὐτου̃ οἱ ἀκούοντες πάντας τοὺς λόγους τούτους |
25 καὶ Ελναθαν καὶ Γοδολιας καὶ Γαμαριας ὑπέθεντο τω̨̃ βασιλει̃ πρὸς τὸ μὴ κατακαυ̃σαι τὸ χαρτίον |
26 καὶ ἐνετείλατο ὁ βασιλεὺς τω̨̃ Ιερεμεηλ υἱω̨̃ του̃ βασιλέως καὶ τω̨̃ Σαραια υἱω̨̃ Εσριηλ συλλαβει̃ν τὸν Βαρουχ καὶ τὸν Ιερεμιαν καὶ κατεκρύβησαν |
27 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν μετὰ τὸ κατακαυ̃σαι τὸν βασιλέα τὸ χαρτίον πάντας τοὺς λόγους οὓς ἔγραψεν Βαρουχ ἀπὸ στόματος Ιερεμιου λέγων |
28 πάλιν λαβὲ σὺ χαρτίον ἕτερον καὶ γράψον πάντας τοὺς λόγους τοὺς ὄντας ἐπὶ του̃ χαρτίου οὓς κατέκαυσεν ὁ βασιλεὺς Ιωακιμ |
29 καὶ ἐρει̃ς οὕτως εἰ̃πεν κύριος σὺ κατέκαυσας τὸ χαρτίον του̃το λέγων διὰ τί ἔγραψας ἐπ' αὐτω̨̃ λέγων εἰσπορευόμενος εἰσπορεύσεται ὁ βασιλεὺς Βαβυλω̃νος καὶ ἐξολεθρεύσει τὴν γη̃ν ταύτην καὶ ἐκλείψει ἀπ' αὐτη̃ς ἄνθρωπος καὶ κτήνη |
30 διὰ του̃το οὕτως εἰ̃πεν κύριος ἐπὶ Ιωακιμ βασιλέα Ιουδα οὐκ ἔσται αὐτω̨̃ καθήμενος ἐπὶ θρόνου Δαυιδ καὶ τὸ θνησιμαι̃ον αὐτου̃ ἔσται ἐρριμμένον ἐν τω̨̃ καύματι τη̃ς ἡμέρας καὶ ἐν τω̨̃ παγετω̨̃ τη̃ς νυκτός |
31 καὶ ἐπισκέψομαι ἐπ' αὐτὸν καὶ ἐπὶ τὸ γένος αὐτου̃ καὶ ἐπὶ τοὺς παι̃δας αὐτου̃ καὶ ἐπάξω ἐπ' αὐτοὺς καὶ ἐπὶ τοὺς κατοικου̃ντας Ιερουσαλημ καὶ ἐπὶ γη̃ν Ιουδα πάντα τὰ κακά ἃ ἐλάλησα πρὸς αὐτοὺς καὶ οὐκ ἤκουσαν |
32 καὶ ἔλαβεν Βαρουχ χαρτίον ἕτερον καὶ ἔγραψεν ἐπ' αὐτω̨̃ ἀπὸ στόματος Ιερεμιου ἅπαντας τοὺς λόγους του̃ βιβλίου οὑ̃ κατέκαυσεν Ιωακιμ καὶ ἔτι προσετέθησαν αὐτω̨̃ λόγοι πλείονες ὡς οὑ̃τοι |