1 καὶ ὁ βασιλεὺς Δαυιδ πρεσβύτερος προβεβηκὼς ἡμέραις καὶ περιέβαλλον αὐτὸν ἱματίοις καὶ οὐκ ἐθερμαίνετο |
2 καὶ εἰ̃πον οἱ παι̃δες αὐτου̃ ζητησάτωσαν τω̨̃ κυρίω̨ ἡμω̃ν τω̨̃ βασιλει̃ παρθένον νεάνιδα καὶ παραστήσεται τω̨̃ βασιλει̃ καὶ ἔσται αὐτὸν θάλπουσα καὶ κοιμηθήσεται μετ' αὐτου̃ καὶ θερμανθήσεται ὁ κύριος ἡμω̃ν ὁ βασιλεύς |
3 καὶ ἐζήτησαν νεάνιδα καλὴν ἐκ παντὸς ὁρίου Ισραηλ καὶ εὑ̃ρον τὴν Αβισακ τὴν Σωμανι̃τιν καὶ ἤνεγκαν αὐτὴν πρὸς τὸν βασιλέα |
4 καὶ ἡ νεα̃νις καλὴ ἕως σφόδρα καὶ ἠ̃ν θάλπουσα τὸν βασιλέα καὶ ἐλειτούργει αὐτω̨̃ καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν |
5 καὶ Αδωνιας υἱὸς Αγγιθ ἐπή̨ρετο λέγων ἐγὼ βασιλεύσω καὶ ἐποίησεν ἑαυτω̨̃ ἅρματα καὶ ἱππει̃ς καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτου̃ |
6 καὶ οὐκ ἀπεκώλυσεν αὐτὸν ὁ πατὴρ αὐτου̃ οὐδέποτε λέγων διὰ τί σὺ ἐποίησας καί γε αὐτὸς ὡραι̃ος τη̨̃ ὄψει σφόδρα καὶ αὐτὸν ἔτεκεν ὀπίσω Αβεσσαλωμ |
7 καὶ ἐγένοντο οἱ λόγοι αὐτου̃ μετὰ Ιωαβ του̃ υἱου̃ Σαρουιας καὶ μετὰ Αβιαθαρ του̃ ἱερέως καὶ ἐβοήθουν ὀπίσω Αδωνιου |
8 καὶ Σαδωκ ὁ ἱερεὺς καὶ Βαναιας υἱὸς Ιωδαε καὶ Ναθαν ὁ προφήτης καὶ Σεμεϊ καὶ Ρηι καὶ οἱ δυνατοὶ του̃ Δαυιδ οὐκ ἠ̃σαν ὀπίσω Αδωνιου |
9 καὶ ἐθυσίασεν Αδωνιας πρόβατα καὶ μόσχους καὶ ἄρνας μετὰ λίθου του̃ Ζωελεθ ὃς ἠ̃ν ἐχόμενα τη̃ς πηγη̃ς Ρωγηλ καὶ ἐκάλεσεν πάντας τοὺς ἀδελφοὺς αὐτου̃ καὶ πάντας τοὺς ἁδροὺς Ιουδα παι̃δας του̃ βασιλέως |
10 καὶ τὸν Ναθαν τὸν προφήτην καὶ Βαναιαν καὶ τοὺς δυνατοὺς καὶ τὸν Σαλωμων ἀδελφὸν αὐτου̃ οὐκ ἐκάλεσεν |
11 καὶ εἰ̃πεν Ναθαν πρὸς Βηρσαβεε μητέρα Σαλωμων λέγων οὐκ ἤκουσας ὅτι ἐβασίλευσεν Αδωνιας υἱὸς Αγγιθ καὶ ὁ κύριος ἡμω̃ν Δαυιδ οὐκ ἔγνω |
12 καὶ νυ̃ν δευ̃ρο συμβουλεύσω σοι δὴ συμβουλίαν καὶ ἐξελου̃ τὴν ψυχήν σου καὶ τὴν ψυχὴν του̃ υἱου̃ σου Σαλωμων |
13 δευ̃ρο εἴσελθε πρὸς τὸν βασιλέα Δαυιδ καὶ ἐρει̃ς πρὸς αὐτὸν λέγουσα οὐχὶ σύ κύριέ μου βασιλευ̃ ὤμοσας τη̨̃ δούλη̨ σου λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ' ἐμὲ καὶ αὐτὸς καθιει̃ται ἐπὶ του̃ θρόνου μου καὶ τί ὅτι ἐβασίλευσεν Αδωνιας |
14 καὶ ἰδοὺ ἔτι λαλούσης σου ἐκει̃ μετὰ του̃ βασιλέως καὶ ἐγὼ εἰσελεύσομαι ὀπίσω σου καὶ πληρώσω τοὺς λόγους σου |
15 καὶ εἰση̃λθεν Βηρσαβεε πρὸς τὸν βασιλέα εἰς τὸ ταμίειον καὶ ὁ βασιλεὺς πρεσβύτης σφόδρα καὶ Αβισακ ἡ Σωμανι̃τις ἠ̃ν λειτουργου̃σα τω̨̃ βασιλει̃ |
16 καὶ ἔκυψεν Βηρσαβεε καὶ προσεκύνησεν τω̨̃ βασιλει̃ καὶ εἰ̃πεν ὁ βασιλεύς τί ἐστίν σοι |
17 ἡ δὲ εἰ̃πεν κύριέ μου βασιλευ̃ σὺ ὤμοσας ἐν κυρίω̨ τω̨̃ θεω̨̃ σου τη̨̃ δούλη̨ σου λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ' ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ του̃ θρόνου μου |
18 καὶ νυ̃ν ἰδοὺ Αδωνιας ἐβασίλευσεν καὶ σύ κύριέ μου βασιλευ̃ οὐκ ἔγνως |
19 καὶ ἐθυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλη̃θος καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς του̃ βασιλέως καὶ Αβιαθαρ τὸν ἱερέα καὶ Ιωαβ τὸν ἄρχοντα τη̃ς δυνάμεως καὶ τὸν Σαλωμων τὸν δου̃λόν σου οὐκ ἐκάλεσεν |
20 καὶ σύ κύριέ μου βασιλευ̃ οἱ ὀφθαλμοὶ παντὸς Ισραηλ πρὸς σὲ ἀπαγγει̃λαι αὐτοι̃ς τίς καθήσεται ἐπὶ του̃ θρόνου του̃ κυρίου μου του̃ βασιλέως μετ' αὐτόν |
21 καὶ ἔσται ὡς ἂν κοιμηθη̨̃ ὁ κύριός μου ὁ βασιλεὺς μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἔσομαι ἐγὼ καὶ ὁ υἱός μου Σαλωμων ἁμαρτωλοί |
22 καὶ ἰδοὺ ἔτι αὐτη̃ς λαλούσης μετὰ του̃ βασιλέως καὶ Ναθαν ὁ προφήτης ἠ̃λθεν |
23 καὶ ἀνηγγέλη τω̨̃ βασιλει̃ ἰδοὺ Ναθαν ὁ προφήτης καὶ εἰση̃λθεν κατὰ πρόσωπον του̃ βασιλέως καὶ προσεκύνησεν τω̨̃ βασιλει̃ κατὰ πρόσωπον αὐτου̃ ἐπὶ τὴν γη̃ν |
24 καὶ εἰ̃πεν Ναθαν κύριέ μου βασιλευ̃ σὺ εἰ̃πας Αδωνιας βασιλεύσει ὀπίσω μου καὶ αὐτὸς καθήσεται ἐπὶ του̃ θρόνου μου |
25 ὅτι κατέβη σήμερον καὶ ἐθυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλη̃θος καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς του̃ βασιλέως καὶ τοὺς ἄρχοντας τη̃ς δυνάμεως καὶ Αβιαθαρ τὸν ἱερέα καὶ ἰδού εἰσιν ἐσθίοντες καὶ πίνοντες ἐνώπιον αὐτου̃ καὶ εἰ̃παν ζήτω ὁ βασιλεὺς Αδωνιας |
26 καὶ ἐμὲ αὐτὸν τὸν δου̃λόν σου καὶ Σαδωκ τὸν ἱερέα καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ Σαλωμων τὸν δου̃λόν σου οὐκ ἐκάλεσεν |
27 εἰ διὰ του̃ κυρίου μου του̃ βασιλέως γέγονεν τὸ ῥη̃μα του̃το καὶ οὐκ ἐγνώρισας τω̨̃ δούλω̨ σου τίς καθήσεται ἐπὶ τὸν θρόνον του̃ κυρίου μου του̃ βασιλέως μετ' αὐτόν |
28 καὶ ἀπεκρίθη Δαυιδ καὶ εἰ̃πεν καλέσατέ μοι τὴν Βηρσαβεε καὶ εἰση̃λθεν ἐνώπιον του̃ βασιλέως καὶ ἔστη ἐνώπιον αὐτου̃ |
29 καὶ ὤμοσεν ὁ βασιλεὺς καὶ εἰ̃πεν ζη̨̃ κύριος ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως |
30 ὅτι καθὼς ὤμοσά σοι ἐν κυρίω̨ τω̨̃ θεω̨̃ Ισραηλ λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ' ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ του̃ θρόνου μου ἀντ' ἐμου̃ ὅτι οὕτως ποιήσω τη̨̃ ἡμέρα̨ ταύτη̨ |
31 καὶ ἔκυψεν Βηρσαβεε ἐπὶ πρόσωπον ἐπὶ τὴν γη̃ν καὶ προσεκύνησεν τω̨̃ βασιλει̃ καὶ εἰ̃πεν ζήτω ὁ κύριός μου ὁ βασιλεὺς Δαυιδ εἰς τὸν αἰω̃να |
32 καὶ εἰ̃πεν ὁ βασιλεὺς Δαυιδ καλέσατέ μοι Σαδωκ τὸν ἱερέα καὶ Ναθαν τὸν προφήτην καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ εἰση̃λθον ἐνώπιον του̃ βασιλέως |
33 καὶ εἰ̃πεν ὁ βασιλεὺς αὐτοι̃ς λάβετε τοὺς δούλους του̃ κυρίου ὑμω̃ν μεθ' ὑμω̃ν καὶ ἐπιβιβάσατε τὸν υἱόν μου Σαλωμων ἐπὶ τὴν ἡμίονον τὴν ἐμὴν καὶ καταγάγετε αὐτὸν εἰς τὸν Γιων |
34 καὶ χρισάτω αὐτὸν ἐκει̃ Σαδωκ ὁ ἱερεὺς καὶ Ναθαν ὁ προφήτης εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ σαλπίσατε κερατίνη̨ καὶ ἐρει̃τε ζήτω ὁ βασιλεὺς Σαλωμων |
35 καὶ καθήσεται ἐπὶ του̃ θρόνου μου καὶ αὐτὸς βασιλεύσει ἀντ' ἐμου̃ καὶ ἐγὼ ἐνετειλάμην του̃ εἰ̃ναι εἰς ἡγούμενον ἐπὶ Ισραηλ καὶ Ιουδα |
36 καὶ ἀπεκρίθη Βαναιας υἱὸς Ιωδαε τω̨̃ βασιλει̃ καὶ εἰ̃πεν γένοιτο οὕτως πιστώσαι κύριος ὁ θεὸς του̃ κυρίου μου του̃ βασιλέως |
37 καθὼς ἠ̃ν κύριος μετὰ του̃ κυρίου μου του̃ βασιλέως οὕτως εἴη μετὰ Σαλωμων καὶ μεγαλύναι τὸν θρόνον αὐτου̃ ὑπὲρ τὸν θρόνον του̃ κυρίου μου του̃ βασιλέως Δαυιδ |
38 καὶ κατέβη Σαδωκ ὁ ἱερεὺς καὶ Ναθαν ὁ προφήτης καὶ Βαναιας υἱὸς Ιωδαε καὶ ὁ χερεθθι καὶ ὁ φελεθθι καὶ ἐπεκάθισαν τὸν Σαλωμων ἐπὶ τὴν ἡμίονον του̃ βασιλέως Δαυιδ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸν Γιων |
39 καὶ ἔλαβεν Σαδωκ ὁ ἱερεὺς τὸ κέρας του̃ ἐλαίου ἐκ τη̃ς σκηνη̃ς καὶ ἔχρισεν τὸν Σαλωμων καὶ ἐσάλπισεν τη̨̃ κερατίνη̨ καὶ εἰ̃πεν πα̃ς ὁ λαός ζήτω ὁ βασιλεὺς Σαλωμων |
40 καὶ ἀνέβη πα̃ς ὁ λαὸς ὀπίσω αὐτου̃ καὶ ἐχόρευον ἐν χοροι̃ς καὶ εὐφραινόμενοι εὐφροσύνην μεγάλην καὶ ἐρράγη ἡ γη̃ ἐν τη̨̃ φωνη̨̃ αὐτω̃ν |
41 καὶ ἤκουσεν Αδωνιας καὶ πάντες οἱ κλητοὶ αὐτου̃ καὶ αὐτοὶ συνετέλεσαν φαγει̃ν καὶ ἤκουσεν Ιωαβ τὴν φωνὴν τη̃ς κερατίνης καὶ εἰ̃πεν τίς ἡ φωνὴ τη̃ς πόλεως ἠχούσης |
42 ἔτι αὐτου̃ λαλου̃ντος καὶ ἰδοὺ Ιωναθαν υἱὸς Αβιαθαρ του̃ ἱερέως ἠ̃λθεν καὶ εἰ̃πεν Αδωνιας εἴσελθε ὅτι ἀνὴρ δυνάμεως εἰ̃ σύ καὶ ἀγαθὰ εὐαγγέλισαι |
43 καὶ ἀπεκρίθη Ιωναθαν καὶ εἰ̃πεν καὶ μάλα ὁ κύριος ἡμω̃ν ὁ βασιλεὺς Δαυιδ ἐβασίλευσεν τὸν Σαλωμων |
44 καὶ ἀπέστειλεν ὁ βασιλεὺς μετ' αὐτου̃ τὸν Σαδωκ τὸν ἱερέα καὶ Ναθαν τὸν προφήτην καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ τὸν χερεθθι καὶ τὸν φελεθθι καὶ ἐπεκάθισαν αὐτὸν ἐπὶ τὴν ἡμίονον του̃ βασιλέως |
45 καὶ ἔχρισαν αὐτὸν Σαδωκ ὁ ἱερεὺς καὶ Ναθαν ὁ προφήτης εἰς βασιλέα ἐν τω̨̃ Γιων καὶ ἀνέβησαν ἐκει̃θεν εὐφραινόμενοι καὶ ἤχησεν ἡ πόλις αὕτη ἡ φωνή ἣν ἠκούσατε |
46 καὶ ἐκάθισεν Σαλωμων ἐπὶ θρόνον τη̃ς βασιλείας |
47 καὶ εἰση̃λθον οἱ δου̃λοι του̃ βασιλέως εὐλογη̃σαι τὸν κύριον ἡμω̃ν τὸν βασιλέα Δαυιδ λέγοντες ἀγαθύναι ὁ θεὸς τὸ ὄνομα Σαλωμων του̃ υἱου̃ σου ὑπὲρ τὸ ὄνομά σου καὶ μεγαλύναι τὸν θρόνον αὐτου̃ ὑπὲρ τὸν θρόνον σου καὶ προσεκύνησεν ὁ βασιλεὺς ἐπὶ τὴν κοίτην αὐτου̃ |
48 καί γε οὕτως εἰ̃πεν ὁ βασιλεύς εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ὃς ἔδωκεν σήμερον ἐκ του̃ σπέρματός μου καθήμενον ἐπὶ του̃ θρόνου μου καὶ οἱ ὀφθαλμοί μου βλέπουσιν |
49 καὶ ἐξέστησαν καὶ ἐξανέστησαν πάντες οἱ κλητοὶ του̃ Αδωνιου καὶ ἀπη̃λθον ἀνὴρ εἰς τὴν ὁδὸν αὐτου̃ |
50 καὶ Αδωνιας ἐφοβήθη ἀπὸ προσώπου Σαλωμων καὶ ἀνέστη καὶ ἀπη̃λθεν καὶ ἐπελάβετο τω̃ν κεράτων του̃ θυσιαστηρίου |
51 καὶ ἀνηγγέλη τω̨̃ Σαλωμων λέγοντες ἰδοὺ Αδωνιας ἐφοβήθη τὸν βασιλέα Σαλωμων καὶ κατέχει τω̃ν κεράτων του̃ θυσιαστηρίου λέγων ὀμοσάτω μοι σήμερον ὁ βασιλεὺς Σαλωμων εἰ οὐ θανατώσει τὸν δου̃λον αὐτου̃ ἐν ῥομφαία̨ |
52 καὶ εἰ̃πεν Σαλωμων ἐὰν γένηται εἰς υἱὸν δυνάμεως εἰ πεσει̃ται τω̃ν τριχω̃ν αὐτου̃ ἐπὶ τὴν γη̃ν καὶ ἐὰν κακία εὑρεθη̨̃ ἐν αὐτω̨̃ θανατωθήσεται |
53 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμων καὶ κατήνεγκεν αὐτὸν ἀπάνωθεν του̃ θυσιαστηρίου καὶ εἰση̃λθεν καὶ προσεκύνησεν τω̨̃ βασιλει̃ Σαλωμων καὶ εἰ̃πεν αὐτω̨̃ Σαλωμων δευ̃ρο εἰς τὸν οἰ̃κόν σου |