1 καὶ ἠθέτησεν Μωαβ ἐν Ισραηλ μετὰ τὸ ἀποθανει̃ν Αχααβ |
2 καὶ ἔπεσεν Οχοζιας διὰ του̃ δικτυωτου̃ του̃ ἐν τω̨̃ ὑπερώ̨ω̨ αὐτου̃ τω̨̃ ἐν Σαμαρεία̨ καὶ ἠρρώστησεν καὶ ἀπέστειλεν ἀγγέλους καὶ εἰ̃πεν πρὸς αὐτούς δευ̃τε καὶ ἐπιζητήσατε ἐν τη̨̃ Βααλ μυι̃αν θεὸν Ακκαρων εἰ ζήσομαι ἐκ τη̃ς ἀρρωστίας μου ταύτης καὶ ἐπορεύθησαν ἐπερωτη̃σαι δι' αὐτου̃ |
3 καὶ ἄγγελος κυρίου ἐλάλησεν πρὸς Ηλιου τὸν Θεσβίτην λέγων ἀναστὰς δευ̃ρο εἰς συνάντησιν τω̃ν ἀγγέλων Οχοζιου βασιλέως Σαμαρείας καὶ λαλήσεις πρὸς αὐτούς εἰ παρὰ τὸ μὴ εἰ̃ναι θεὸν ἐν Ισραηλ ὑμει̃ς πορεύεσθε ἐπιζητη̃σαι ἐν τη̨̃ Βααλ μυι̃αν θεὸν Ακκαρων |
4 καὶ οὐχ οὕτως ὅτι τάδε λέγει κύριος ἡ κλίνη ἐφ' ἡ̃ς ἀνέβης ἐκει̃ οὐ καταβήση̨ ἀπ' αὐτη̃ς ὅτι ἐκει̃ θανάτω̨ ἀποθανη̨̃ καὶ ἐπορεύθη Ηλιου καὶ εἰ̃πεν πρὸς αὐτούς |
5 καὶ ἐπεστράφησαν οἱ ἄγγελοι πρὸς αὐτόν καὶ εἰ̃πεν πρὸς αὐτούς τί ὅτι ἐπεστρέψατε |
6 καὶ εἰ̃παν πρὸς αὐτόν ἀνὴρ ἀνέβη εἰς συνάντησιν ἡμω̃ν καὶ εἰ̃πεν πρὸς ἡμα̃ς δευ̃τε ἐπιστράφητε πρὸς τὸν βασιλέα τὸν ἀποστείλαντα ὑμα̃ς καὶ λαλήσατε πρὸς αὐτόν τάδε λέγει κύριος εἰ παρὰ τὸ μὴ εἰ̃ναι θεὸν ἐν Ισραηλ σὺ πορεύη̨ ζητη̃σαι ἐν τη̨̃ Βααλ μυι̃αν θεὸν Ακκαρων οὐχ οὕτως ἡ κλίνη ἐφ' ἡ̃ς ἀνέβης ἐκει̃ οὐ καταβήση̨ ἀπ' αὐτη̃ς ὅτι θανάτω̨ ἀποθανη̨̃ |
7 καὶ ἐλάλησεν πρὸς αὐτοὺς λέγων τίς ἡ κρίσις του̃ ἀνδρὸς του̃ ἀναβάντος εἰς συνάντησιν ὑμι̃ν καὶ λαλήσαντος πρὸς ὑμα̃ς τοὺς λόγους τούτους |
8 καὶ εἰ̃πον πρὸς αὐτόν ἀνὴρ δασὺς καὶ ζώνην δερματίνην περιεζωσμένος τὴν ὀσφὺν αὐτου̃ καὶ εἰ̃πεν Ηλιου ὁ Θεσβίτης οὑ̃τός ἐστιν |
9 καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἡγούμενον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτου̃ καὶ ἀνέβη καὶ ἠ̃λθεν πρὸς αὐτόν καὶ ἰδοὺ Ηλιου ἐκάθητο ἐπὶ τη̃ς κορυφη̃ς του̃ ὄρους καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἰ̃πεν ἄνθρωπε του̃ θεου̃ ὁ βασιλεὺς ἐκάλεσέν σε κατάβηθι |
10 καὶ ἀπεκρίθη Ηλιου καὶ εἰ̃πεν πρὸς τὸν πεντηκόνταρχον καὶ εἰ ἄνθρωπος του̃ θεου̃ ἐγώ καταβήσεται πυ̃ρ ἐκ του̃ οὐρανου̃ καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου καὶ κατέβη πυ̃ρ ἐκ του̃ οὐρανου̃ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτου̃ |
11 καὶ προσέθετο ὁ βασιλεὺς καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἄλλον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτου̃ καὶ ἀνέβη καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἰ̃πεν ἄνθρωπε του̃ θεου̃ τάδε λέγει ὁ βασιλεύς ταχέως κατάβηθι |
12 καὶ ἀπεκρίθη Ηλιου καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἰ̃πεν εἰ ἄνθρωπος του̃ θεου̃ ἐγώ εἰμι καταβήσεται πυ̃ρ ἐκ του̃ οὐρανου̃ καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου καὶ κατέβη πυ̃ρ ἐκ του̃ οὐρανου̃ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτου̃ |
13 καὶ προσέθετο ὁ βασιλεὺς ἔτι ἀποστει̃λαι ἡγούμενον πεντηκόνταρχον τρίτον καὶ τοὺς πεντήκοντα αὐτου̃ καὶ ἠ̃λθεν πρὸς αὐτὸν ὁ πεντηκόνταρχος ὁ τρίτος καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτου̃ κατέναντι Ηλιου καὶ ἐδεήθη αὐτου̃ καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἰ̃πεν ἄνθρωπε του̃ θεου̃ ἐντιμωθήτω δὴ ἡ ψυχή μου καὶ ἡ ψυχὴ τω̃ν δούλων σου τούτων τω̃ν πεντήκοντα ἐν ὀφθαλμοι̃ς σου |
14 ἰδοὺ κατέβη πυ̃ρ ἐκ του̃ οὐρανου̃ καὶ κατέφαγεν τοὺς δύο πεντηκοντάρχους τοὺς πρώτους καὶ τοὺς πεντήκοντα αὐτω̃ν καὶ νυ̃ν ἐντιμωθήτω δὴ ἡ ψυχὴ τω̃ν δούλων σου ἐν ὀφθαλμοι̃ς σου |
15 καὶ ἐλάλησεν ἄγγελος κυρίου πρὸς Ηλιου καὶ εἰ̃πεν κατάβηθι μετ' αὐτου̃ μὴ φοβηθη̨̃ς ἀπὸ προσώπου αὐτω̃ν καὶ ἀνέστη Ηλιου καὶ κατέβη μετ' αὐτου̃ πρὸς τὸν βασιλέα |
16 καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἰ̃πεν Ηλιου τάδε λέγει κύριος τί ὅτι ἀπέστειλας ἀγγέλους ζητη̃σαι ἐν τη̨̃ Βααλ μυι̃αν θεὸν Ακκαρων οὐχ οὕτως ἡ κλίνη ἐφ' ἡ̃ς ἀνέβης ἐκει̃ οὐ καταβήση̨ ἀπ' αὐτη̃ς ὅτι θανάτω̨ ἀποθανη̨̃ |
17 καὶ ἀπέθανεν κατὰ τὸ ῥη̃μα κυρίου ὃ ἐλάλησεν Ηλιου |
18 καὶ τὰ λοιπὰ τω̃ν λόγων Οχοζιου ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίου λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ισραηλ |