1 ἐγὼ ἀνὴρ ὁ βλέπων πτωχείαν ἐν ῥάβδω̨ θυμου̃ αὐτου̃ ἐπ' ἐμέ |
2 παρέλαβέν με καὶ ἀπήγαγεν εἰς σκότος καὶ οὐ φω̃ς |
3 πλὴν ἐν ἐμοὶ ἐπέστρεψεν χει̃ρα αὐτου̃ ὅλην τὴν ἡμέραν |
4 ἐπαλαίωσεν σάρκας μου καὶ δέρμα μου ὀστέα μου συνέτριψεν |
5 ἀνω̨κοδόμησεν κατ' ἐμου̃ καὶ ἐκύκλωσεν κεφαλήν μου καὶ ἐμόχθησεν |
6 ἐν σκοτεινοι̃ς ἐκάθισέν με ὡς νεκροὺς αἰω̃νος |
7 ἀνω̨κοδόμησεν κατ' ἐμου̃ καὶ οὐκ ἐξελεύσομαι ἐβάρυνεν χαλκόν μου |
8 καί γε κεκράξομαι καὶ βοήσω ἀπέφραξεν προσευχήν μου |
9 ἀνω̨κοδόμησεν ὁδούς μου ἐνέφραξεν τρίβους μου ἐτάραξεν |
10 ἄρκος ἐνεδρεύουσα αὐτός μοι λέων ἐν κρυφαίοις |
11 κατεδίωξεν ἀφεστηκότα καὶ κατέπαυσέν με ἔθετό με ἠφανισμένην |
12 ἐνέτεινεν τόξον αὐτου̃ καὶ ἐστήλωσέν με ὡς σκοπὸν εἰς βέλος |
13 εἰσήγαγεν τοι̃ς νεφροι̃ς μου ἰοὺς φαρέτρας αὐτου̃ |
14 ἐγενήθην γέλως παντὶ λαω̨̃ μου ψαλμὸς αὐτω̃ν ὅλην τὴν ἡμέραν |
15 ἐχόρτασέν με πικρίας ἐμέθυσέν με χολη̃ς |
16 καὶ ἐξέβαλεν ψήφω̨ ὀδόντας μου ἐψώμισέν με σποδόν |
17 καὶ ἀπώσατο ἐξ εἰρήνης ψυχήν μου ἐπελαθόμην ἀγαθὰ |
18 καὶ εἰ̃πα ἀπώλετο νει̃κός μου καὶ ἡ ἐλπίς μου ἀπὸ κυρίου |
19 ἐμνήσθην ἀπὸ πτωχείας μου καὶ ἐκ διωγμου̃ μου πικρίας καὶ χολη̃ς μου |
20 μνησθήσεται καὶ καταδολεσχήσει ἐπ' ἐμὲ ἡ ψυχή μου |
21 ταύτην τάξω εἰς τὴν καρδίαν μου διὰ του̃το ὑπομενω̃ |
|
|
|
25 ἀγαθὸς κύριος τοι̃ς ὑπομένουσιν αὐτόν ψυχη̨̃ ἣ ζητήσει αὐτὸν ἀγαθὸν |
26 καὶ ὑπομενει̃ καὶ ἡσυχάσει εἰς τὸ σωτήριον κυρίου |
27 ἀγαθὸν ἀνδρὶ ὅταν ἄρη̨ ζυγὸν ἐν νεότητι αὐτου̃ |
28 καθήσεται κατὰ μόνας καὶ σιωπήσεται ὅτι ἠ̃ρεν ἐφ' ἑαυτω̨̃ |
|
30 δώσει τω̨̃ παίοντι αὐτὸν σιαγόνα χορτασθήσεται ὀνειδισμω̃ν |
31 ὅτι οὐκ εἰς τὸν αἰω̃να ἀπώσεται κύριος |
32 ὅτι ὁ ταπεινώσας οἰκτιρήσει κατὰ τὸ πλη̃θος του̃ ἐλέους αὐτου̃ |
33 ὅτι οὐκ ἀπεκρίθη ἀπὸ καρδίας αὐτου̃ καὶ ἐταπείνωσεν υἱοὺς ἀνδρός |
34 του̃ ταπεινω̃σαι ὑπὸ τοὺς πόδας αὐτου̃ πάντας δεσμίους γη̃ς |
35 του̃ ἐκκλι̃ναι κρίσιν ἀνδρὸς κατέναντι προσώπου ὑψίστου |
36 καταδικάσαι ἄνθρωπον ἐν τω̨̃ κρίνεσθαι αὐτὸν κύριος οὐκ εἰ̃πεν |
37 τίς οὕτως εἰ̃πεν καὶ ἐγενήθη κύριος οὐκ ἐνετείλατο |
38 ἐκ στόματος ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν |
39 τί γογγύσει ἄνθρωπος ζω̃ν ἀνὴρ περὶ τη̃ς ἁμαρτίας αὐτου̃ |
40 ἐξηρευνήθη ἡ ὁδὸς ἡμω̃ν καὶ ἠτάσθη καὶ ἐπιστρέψωμεν ἕως κυρίου |
41 ἀναλάβωμεν καρδίας ἡμω̃ν ἐπὶ χειρω̃ν πρὸς ὑψηλὸν ἐν οὐρανω̨̃ |
42 ἡμαρτήσαμεν ἠσεβήσαμεν καὶ οὐχ ἱλάσθης |
43 ἐπεσκέπασας ἐν θυμω̨̃ καὶ ἀπεδίωξας ἡμα̃ς ἀπέκτεινας οὐκ ἐφείσω |
44 ἐπεσκέπασας νεφέλην σεαυτω̨̃ εἵνεκεν προσευχη̃ς |
45 καμμύσαι με καὶ ἀπωσθη̃ναι ἔθηκας ἡμα̃ς ἐν μέσω̨ τω̃ν λαω̃ν |
46 διήνοιξαν ἐφ' ἡμα̃ς τὸ στόμα αὐτω̃ν πάντες οἱ ἐχθροὶ ἡμω̃ν |
47 φόβος καὶ θυμὸς ἐγενήθη ἡμι̃ν ἔπαρσις καὶ συντριβή |
48 ἀφέσεις ὑδάτων κατάξει ὁ ὀφθαλμός μου ἐπὶ τὸ σύντριμμα τη̃ς θυγατρὸς του̃ λαου̃ μου |
49 ὁ ὀφθαλμός μου κατεπόθη καὶ οὐ σιγήσομαι του̃ μὴ εἰ̃ναι ἔκνηψιν |
50 ἕως οὑ̃ διακύψη̨ καὶ ἴδη̨ κύριος ἐξ οὐρανου̃ |
51 ὁ ὀφθαλμός μου ἐπιφυλλιει̃ ἐπὶ τὴν ψυχήν μου παρὰ πάσας θυγατέρας πόλεως |
52 θηρεύοντες ἐθήρευσάν με ὡς στρουθίον οἱ ἐχθροί μου δωρεάν |
53 ἐθανάτωσαν ἐν λάκκω̨ ζωήν μου καὶ ἐπέθηκαν λίθον ἐπ' ἐμοί |
54 ὑπερεχύθη ὕδωρ ἐπὶ κεφαλήν μου εἰ̃πα ἀπω̃σμαι |
55 ἐπεκαλεσάμην τὸ ὄνομά σου κύριε ἐκ λάκκου κατωτάτου |
56 φωνήν μου ἤκουσας μὴ κρύψη̨ς τὰ ὠ̃τά σου εἰς τὴν δέησίν μου |
57 εἰς τὴν βοήθειάν μου ἤγγισας ἐν ἡ̨̃ σε ἡμέρα̨ ἐπεκαλεσάμην εἰ̃πάς μοι μὴ φοβου̃ |
58 ἐδίκασας κύριε τὰς δίκας τη̃ς ψυχη̃ς μου ἐλυτρώσω τὴν ζωήν μου |
59 εἰ̃δες κύριε τὰς ταραχάς μου ἔκρινας τὴν κρίσιν μου |
60 εἰ̃δες πα̃σαν τὴν ἐκδίκησιν αὐτω̃ν εἰς πάντας διαλογισμοὺς αὐτω̃ν ἐν ἐμοί |
61 ἤκουσας τὸν ὀνειδισμὸν αὐτω̃ν πάντας τοὺς διαλογισμοὺς αὐτω̃ν κατ' ἐμου̃ |
62 χείλη ἐπανιστανομένων μοι καὶ μελέτας αὐτω̃ν κατ' ἐμου̃ ὅλην τὴν ἡμέραν |
63 καθέδραν αὐτω̃ν καὶ ἀνάστασιν αὐτω̃ν ἐπίβλεψον ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτω̃ν |
64 ἀποδώσεις αὐτοι̃ς ἀνταπόδομα κύριε κατὰ τὰ ἔργα τω̃ν χειρω̃ν αὐτω̃ν |
65 ἀποδώσεις αὐτοι̃ς ὑπερασπισμὸν καρδίας μόχθον σου αὐτοι̃ς |
66 καταδιώξεις ἐν ὀργη̨̃ καὶ ἐξαναλώσεις αὐτοὺς ὑποκάτω του̃ οὐρανου̃ κύριε |