ΙΩΒ,
κεφαλίς 35
1 ὑπολαβὼν δὲ Ελιους λέγει |
2 τί του̃το ἡγήσω ἐν κρίσει σὺ τίς εἰ̃ ὅτι εἰ̃πας δίκαιός εἰμι ἔναντι κυρίου |
3 ἢ ἐρει̃ς τί ποιήσω ἁμαρτών |
4 ἐγὼ σοὶ δώσω ἀπόκρισιν καὶ τοι̃ς τρισὶν φίλοις σου |
5 ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἰδέ κατάμαθε δὲ νέφη ὡς ὑψηλὰ ἀπὸ σου̃ |
6 εἰ ἥμαρτες τί πράξεις εἰ δὲ καὶ πολλὰ ἠνόμησας τί δύνασαι ποιη̃σαι |
7 ἐπεὶ δὲ οὐ̃ν δίκαιος εἰ̃ τί δώσεις αὐτω̨̃ ἢ τί ἐκ χειρός σου λήμψεται |
8 ἀνδρὶ τω̨̃ ὁμοίω̨ σου ἡ ἀσέβειά σου καὶ υἱω̨̃ ἀνθρώπου ἡ δικαιοσύνη σου |
9 ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται βοήσονται ἀπὸ βραχίονος πολλω̃ν |
10 καὶ οὐκ εἰ̃πεν που̃ ἐστιν ὁ θεὸς ὁ ποιήσας με ὁ κατατάσσων φυλακὰς νυκτερινάς |
11 ὁ διορίζων με ἀπὸ τετραπόδων γη̃ς ἀπὸ δὲ πετεινω̃ν οὐρανου̃ |
12 ἐκει̃ κεκράξονται καὶ οὐ μὴ εἰσακούση̨ καὶ ἀπὸ ὕβρεως πονηρω̃ν |
13 ἄτοπα γὰρ οὐ βούλεται ὁ κύριος ἰδει̃ν αὐτὸς γὰρ ὁ παντοκράτωρ ὁρατής ἐστιν |
14 τω̃ν συντελούντων τὰ ἄνομα καὶ σώσει με κρίθητι δὲ ἐναντίον αὐτου̃ εἰ δύνασαι αἰνέσαι αὐτόν ὡς ἔστιν |
15 καὶ νυ̃ν ὅτι οὐκ ἔστιν ἐπισκεπτόμενος ὀργὴν αὐτου̃ καὶ οὐκ ἔγνω παραπτώματι σφόδρα |
16 καὶ Ιωβ ματαίως ἀνοίγει τὸ στόμα αὐτου̃ ἐν ἀγνωσία̨ ῥήματα βαρύνει |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.