Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 5

καὶ σύ υἱὲ ἀνθρώπου λαβὲ σεαυτω̨̃ ῥομφαίαν ὀξει̃αν ὑπὲρ ξυρὸν κουρέως κτήση̨ αὐτὴν σεαυτω̨̃ καὶ ἐπάξεις αὐτὴν ἐπὶ τὴν κεφαλήν σου καὶ ἐπὶ τὸν πώγωνά σου καὶ λήμψη̨ ζυγὸν σταθμίων καὶ διαστήσεις αὐτούς
τὸ τέταρτον ἐν πυρὶ ἀνακαύσεις ἐν μέση̨ τη̨̃ πόλει κατὰ τὴν πλήρωσιν τω̃ν ἡμερω̃ν του̃ συγκλεισμου̃ καὶ λήμψη̨ τὸ τέταρτον καὶ κατακαύσεις αὐτὸ ἐν μέσω̨ αὐτη̃ς καὶ τὸ τέταρτον κατακόψεις ἐν ῥομφαία̨ κύκλω̨ αὐτη̃ς καὶ τὸ τέταρτον διασκορπίσεις τω̨̃ πνεύματι καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτω̃ν
καὶ λήμψη̨ ἐκει̃θεν ὀλίγους ἐν ἀριθμω̨̃ καὶ συμπεριλήμψη̨ αὐτοὺς τη̨̃ ἀναβολη̨̃ σου
καὶ ἐκ τούτων λήμψη̨ ἔτι καὶ ῥίψεις αὐτοὺς εἰς μέσον του̃ πυρὸς καὶ κατακαύσεις αὐτοὺς ἐν πυρί ἐξ αὐτη̃ς ἐξελεύσεται πυ̃ρ καὶ ἐρει̃ς παντὶ οἴκω̨ Ισραηλ
τάδε λέγει κύριος αὕτη ἡ Ιερουσαλημ ἐν μέσω̨ τω̃ν ἐθνω̃ν τέθεικα αὐτὴν καὶ τὰς κύκλω̨ αὐτη̃ς χώρας
καὶ ἐρει̃ς τὰ δικαιώματά μου τη̨̃ ἀνόμω̨ ἐκ τω̃ν ἐθνω̃ν καὶ τὰ νόμιμά μου ἐκ τω̃ν χωρω̃ν τω̃ν κύκλω̨ αὐτη̃ς διότι τὰ δικαιώματά μου ἀπώσαντο καὶ ἐν τοι̃ς νομίμοις μου οὐκ ἐπορεύθησαν ἐν αὐτοι̃ς
διὰ του̃το τάδε λέγει κύριος ἀνθ' ὡ̃ν ἡ ἀφορμὴ ὑμω̃ν ἐκ τω̃ν ἐθνω̃ν τω̃ν κύκλω̨ ὑμω̃ν καὶ ἐν τοι̃ς νομίμοις μου οὐκ ἐπορεύθητε καὶ τὰ δικαιώματά μου οὐκ ἐποιήσατε ἀλλ' οὐδὲ κατὰ τὰ δικαιώματα τω̃ν ἐθνω̃ν τω̃ν κύκλω̨ ὑμω̃ν οὐ πεποιήκατε
διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπὶ σὲ καὶ ποιήσω ἐν μέσω̨ σου κρίμα ἐνώπιον τω̃ν ἐθνω̃ν
καὶ ποιήσω ἐν σοὶ ἃ οὐ πεποίηκα καὶ ἃ οὐ ποιήσω ὅμοια αὐτοι̃ς ἔτι κατὰ πάντα τὰ βδελύγματά σου
10 διὰ του̃το πατέρες φάγονται τέκνα ἐν μέσω̨ σου καὶ τέκνα φάγονται πατέρας καὶ ποιήσω ἐν σοὶ κρίματα καὶ διασκορπιω̃ πάντας τοὺς καταλοίπους σου εἰς πάντα ἄνεμον
11 διὰ του̃το ζω̃ ἐγώ λέγει κύριος εἰ μὴ ἀνθ' ὡ̃ν τὰ ἅγιά μου ἐμίανας ἐν πα̃σιν τοι̃ς βδελύγμασίν σου κἀγὼ ἀπώσομαί σε οὐ φείσεταί μου ὁ ὀφθαλμός κἀγὼ οὐκ ἐλεήσω
12 τὸ τέταρτόν σου ἐν θανάτω̨ ἀναλωθήσεται καὶ τὸ τέταρτόν σου ἐν λιμω̨̃ συντελεσθήσεται ἐν μέσω̨ σου καὶ τὸ τέταρτόν σου εἰς πάντα ἄνεμον σκορπιω̃ αὐτούς καὶ τὸ τέταρτόν σου ἐν ῥομφαία̨ πεσου̃νται κύκλω̨ σου καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτω̃ν
13 καὶ συντελεσθήσεται ὁ θυμός μου καὶ ἡ ὀργή μου ἐπ' αὐτούς καὶ ἐπιγνώση̨ διότι ἐγὼ κύριος λελάληκα ἐν ζήλω̨ μου ἐν τω̨̃ συντελέσαι με τὴν ὀργήν μου ἐπ' αὐτούς
14 καὶ θήσομαί σε εἰς ἔρημον καὶ τὰς θυγατέρας σου κύκλω̨ σου ἐνώπιον παντὸς διοδεύοντος
15 καὶ ἔση̨ στενακτὴ καὶ δηλαϊστὴ ἐν τοι̃ς ἔθνεσιν τοι̃ς κύκλω̨ σου ἐν τω̨̃ ποιη̃σαί με ἐν σοὶ κρίματα ἐν ἐκδικήσει θυμου̃ μου ἐγὼ κύριος λελάληκα
16 ἐν τω̨̃ ἐξαποστει̃λαί με τὰς βολίδας μου του̃ λιμου̃ ἐπ' αὐτοὺς καὶ ἔσονται εἰς ἔκλειψιν καὶ συντρίψω στήριγμα ἄρτου σου
17 καὶ ἐξαποστελω̃ ἐπὶ σὲ λιμὸν καὶ θηρία πονηρὰ καὶ τιμωρήσομαί σε καὶ θάνατος καὶ αἱ̃μα διελεύσονται ἐπὶ σέ καὶ ῥομφαίαν ἐπάξω ἐπὶ σὲ κυκλόθεν ἐγὼ κύριος λελάληκα
Читать далее:ΙΕΖΕΚΙΗΛ, κεφαλίς 6
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).