ΗΣΑΙΑΣ,
κεφαλίς 16
1 ἀποστελω̃ ὡς ἑρπετὰ ἐπὶ τὴν γη̃ν μὴ πέτρα ἔρημός ἐστιν τὸ ὄρος Σιων |
2 ἔση̨ γὰρ ὡς πετεινου̃ ἀνιπταμένου νεοσσὸς ἀφη̨ρημένος θύγατερ Μωαβ ἔπειτα δέ Αρνων |
3 πλείονα βουλεύου ποιει̃τε σκέπην πένθους αὐτη̨̃ διὰ παντός ἐν μεσημβρινη̨̃ σκοτία̨ φεύγουσιν ἐξέστησαν μὴ ἀπαχθη̨̃ς |
4 παροικήσουσίν σοι οἱ φυγάδες Μωαβ ἔσονται σκέπη ὑμι̃ν ἀπὸ προσώπου διώκοντος ὅτι ἤρθη ἡ συμμαχία σου καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατω̃ν ἐπὶ τη̃ς γη̃ς |
5 καὶ διορθωθήσεται μετ' ἐλέους θρόνος καὶ καθίεται ἐπ' αὐτου̃ μετὰ ἀληθείας ἐν σκηνη̨̃ Δαυιδ κρίνων καὶ ἐκζητω̃ν κρίμα καὶ σπεύδων δικαιοσύνην |
6 ἠκούσαμεν τὴν ὕβριν Μωαβ ὑβριστὴς σφόδρα τὴν ὑπερηφανίαν ἐξη̃ρας οὐχ οὕτως ἡ μαντεία σου |
7 οὐχ οὕτως ὀλολύξει Μωαβ ἐν γὰρ τη̨̃ Μωαβίτιδι πάντες ὀλολύξουσιν τοι̃ς κατοικου̃σιν Δεσεθ μελετήσεις καὶ οὐκ ἐντραπήση̨ |
8 τὰ πεδία Εσεβων πενθήσει ἄμπελος Σεβαμα καταπίνοντες τὰ ἔθνη καταπατήσατε τὰς ἀμπέλους αὐτη̃ς ἕως Ιαζηρ οὐ μὴ συνάψητε πλανήθητε τὴν ἔρημον οἱ ἀπεσταλμένοι ἐγκατελείφθησαν διέβησαν γὰρ τὴν ἔρημον |
9 διὰ του̃το κλαύσομαι ὡς τὸν κλαυθμὸν Ιαζηρ ἄμπελον Σεβαμα τὰ δένδρα σου κατέβαλεν Εσεβων καὶ Ελεαλη ὅτι ἐπὶ τω̨̃ θερισμω̨̃ καὶ ἐπὶ τω̨̃ τρυγήτω̨ σου καταπατήσω καὶ πάντα πεσου̃νται |
10 καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τω̃ν ἀμπελώνων σου καὶ ἐν τοι̃ς ἀμπελω̃σίν σου οὐ μὴ εὐφρανθήσονται καὶ οὐ μὴ πατήσουσιν οἰ̃νον εἰς τὰ ὑπολήνια πέπαυται γάρ |
11 διὰ του̃το ἡ κοιλία μου ἐπὶ Μωαβ ὡς κιθάρα ἠχήσει καὶ τὰ ἐντός μου ὡσεὶ τει̃χος ὃ ἐνεκαίνισας |
12 καὶ ἔσται εἰς τὸ ἐντραπη̃ναί σε ὅτι ἐκοπίασεν Μωαβ ἐπὶ τοι̃ς βωμοι̃ς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτη̃ς ὥστε προσεύξασθαι καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν |
13 του̃το τὸ ῥη̃μα ὃ ἐλάλησεν κύριος ἐπὶ Μωαβ ὁπότε καὶ ἐλάλησεν |
14 καὶ νυ̃ν λέγω ἐν τρισὶν ἔτεσιν ἐτω̃ν μισθωτου̃ ἀτιμασθήσεται ἡ δόξα Μωαβ ἐν παντὶ τω̨̃ πλούτω̨ τω̨̃ πολλω̨̃ καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.