ΙΩΒ,
κεφαλίς 10
1 κάμνων τη̨̃ ψυχη̨̃ μου στένων ἐπαφήσω ἐπ' αὐτὸν τὰ ῥήματά μου λαλήσω πικρία̨ ψυχη̃ς μου συνεχόμενος |
2 καὶ ἐρω̃ πρὸς κύριον μή με ἀσεβει̃ν δίδασκε καὶ διὰ τί με οὕτως ἔκρινας |
3 ἠ̃ καλόν σοι ἐὰν ἀδικήσω ὅτι ἀπείπω ἔργα χειρω̃ν σου βουλη̨̃ δὲ ἀσεβω̃ν προσέσχες |
4 ἠ̃ ὥσπερ βροτὸς ὁρα̨̃ καθορα̨̃ς ἢ καθὼς ὁρα̨̃ ἄνθρωπος βλέψη̨ |
5 ἠ̃ ὁ βίος σου ἀνθρώπινός ἐστιν ἢ τὰ ἔτη σου ἀνδρός |
6 ὅτι ἀνεζήτησας τὴν ἀνομίαν μου καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας |
7 οἰ̃δας γὰρ ὅτι οὐκ ἠσέβησα ἀλλὰ τίς ἐστιν ὁ ἐκ τω̃ν χειρω̃ν σου ἐξαιρούμενος |
8 αἱ χει̃ρές σου ἔπλασάν με καὶ ἐποίησάν με μετὰ ταυ̃τα μεταβαλών με ἔπαισας |
9 μνήσθητι ὅτι πηλόν με ἔπλασας εἰς δὲ γη̃ν με πάλιν ἀποστρέφεις |
10 ἠ̃ οὐχ ὥσπερ γάλα με ἤμελξας ἐτύρωσας δέ με ἴσα τυρω̨̃ |
11 δέρμα καὶ κρέας με ἐνέδυσας ὀστέοις δὲ καὶ νεύροις με ἐνει̃ρας |
12 ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ' ἐμοί ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέν μου τὸ πνευ̃μα |
13 ταυ̃τα ἔχων ἐν σεαυτω̨̃ οἰ̃δα ὅτι πάντα δύνασαι ἀδυνατει̃ δέ σοι οὐθέν |
14 ἐάν τε γὰρ ἁμάρτω φυλάσσεις με ἀπὸ δὲ ἀνομίας οὐκ ἀθω̨̃όν με πεποίηκας |
15 ἐάν τε γὰρ ἀσεβὴς ὠ̃ οἴμμοι ἐάν τε ὠ̃ δίκαιος οὐ δύναμαι ἀνακύψαι πλήρης γὰρ ἀτιμίας εἰμί |
16 ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς σφαγήν πάλιν δὲ μεταβαλὼν δεινω̃ς με ὀλέκεις |
17 ἐπανακαινίζων ἐπ' ἐμὲ τὴν ἔτασίν μου ὀργη̨̃ δὲ μεγάλη̨ μοι ἐχρήσω ἐπήγαγες δὲ ἐπ' ἐμὲ πειρατήρια |
18 ἵνα τί οὐ̃ν ἐκ κοιλίας με ἐξήγαγες καὶ οὐκ ἀπέθανον ὀφθαλμὸς δέ με οὐκ εἰ̃δεν |
19 καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην διὰ τί γὰρ ἐκ γαστρὸς εἰς μνη̃μα οὐκ ἀπηλλάγην |
20 ἠ̃ οὐκ ὀλίγος ἐστὶν ὁ χρόνος του̃ βίου μου ἔασόν με ἀναπαύσασθαι μικρὸν |
21 πρὸ του̃ με πορευθη̃ναι ὅθεν οὐκ ἀναστρέψω εἰς γη̃ν σκοτεινὴν καὶ γνοφεράν |
22 εἰς γη̃ν σκότους αἰωνίου οὑ̃ οὐκ ἔστιν φέγγος οὐδὲ ὁρα̃ν ζωὴν βροτω̃ν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.