Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΩΒ, κεφαλίς 34

ὑπολαβὼν δὲ Ελιους λέγει
ἀκούσατέ μου σοφοί ἐπιστάμενοι ἐνωτίζεσθε τὸ καλόν
ὅτι οὐ̃ς λόγους δοκιμάζει καὶ λάρυγξ γεύεται βρω̃σιν
κρίσιν ἑλώμεθα ἑαυτοι̃ς γνω̃μεν ἀνὰ μέσον ἑαυτω̃ν ὅ τι καλόν
ὅτι εἴρηκεν Ιωβ δίκαιός εἰμι ὁ κύριος ἀπήλλαξέν μου τὸ κρίμα
ἐψεύσατο δὲ τω̨̃ κρίματί μου βίαιον τὸ βέλος μου ἄνευ ἀδικίας
τίς ἀνὴρ ὥσπερ Ιωβ πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρ
οὐχ ἁμαρτὼν οὐδὲ ἀσεβήσας ἢ ὁδου̃ κοινωνήσας μετὰ ποιούντων τὰ ἄνομα του̃ πορευθη̃ναι μετὰ ἀσεβω̃ν
μὴ γὰρ εἴπη̨ς ὅτι οὐκ ἔσται ἐπισκοπὴ ἀνδρός καὶ ἐπισκοπὴ αὐτω̨̃ παρὰ κυρίου
10 διό συνετοὶ καρδίας ἀκούσατέ μου μή μοι εἴη ἔναντι κυρίου ἀσεβη̃σαι καὶ ἔναντι παντοκράτορος ταράξαι τὸ δίκαιον
11 ἀλλὰ ἀποδιδοι̃ ἀνθρώπω̨ καθὰ ποιει̃ ἕκαστος αὐτω̃ν καὶ ἐν τρίβω̨ ἀνδρὸς εὑρήσει αὐτόν
12 οἴη̨ δὲ τὸν κύριον ἄτοπα ποιήσειν ἢ ὁ παντοκράτωρ ταράξει κρίσιν
13 ὃς ἐποίησεν τὴν γη̃ν τίς δέ ἐστιν ὁ ποιω̃ν τὴν ὑπ' οὐρανὸν καὶ τὰ ἐνόντα πάντα
14 εἰ γὰρ βούλοιτο συνέχειν καὶ τὸ πνευ̃μα παρ' αὐτω̨̃ κατασχει̃ν
15 τελευτήσει πα̃σα σὰρξ ὁμοθυμαδόν πα̃ς δὲ βροτὸς εἰς γη̃ν ἀπελεύσεται ὅθεν καὶ ἐπλάσθη
16 εἰ δὲ μὴ νουθετη̨̃ ἄκουε ταυ̃τα ἐνωτίζου φωνὴν ῥημάτων
17 ἰδὲ σὺ τὸν μισου̃ντα ἄνομα καὶ τὸν ὀλλύντα τοὺς πονηροὺς ὄντα αἰώνιον δίκαιον
18 ἀσεβὴς ὁ λέγων βασιλει̃ παρανομει̃ς ἀσεβέστατε τοι̃ς ἄρχουσιν
19 ὃς οὐκ ἐπη̨σχύνθη πρόσωπον ἐντίμου οὐδὲ οἰ̃δεν τιμὴν θέσθαι ἁδροι̃ς θαυμασθη̃ναι πρόσωπα αὐτω̃ν
20 κενὰ δὲ αὐτοι̃ς ἀποβήσεται τὸ κεκραγέναι καὶ δει̃σθαι ἀνδρός ἐχρήσαντο γὰρ παρανόμως ἐκκλινομένων ἀδυνάτων
21 αὐτὸς γὰρ ὁρατής ἐστιν ἔργων ἀνθρώπων λέληθεν δὲ αὐτὸν οὐδὲν ὡ̃ν πράσσουσιν
22 οὐδὲ ἔσται τόπος του̃ κρυβη̃ναι τοὺς ποιου̃ντας τὰ ἄνομα
23 ὅτι οὐκ ἐπ' ἄνδρα θήσει ἔτι ὁ γὰρ κύριος πάντας ἐφορα̨̃
24 ὁ καταλαμβάνων ἀνεξιχνίαστα ἔνδοξά τε καὶ ἐξαίσια ὡ̃ν οὐκ ἔστιν ἀριθμός
25 ὁ γνωρίζων αὐτω̃ν τὰ ἔργα καὶ στρέψει νύκτα καὶ ταπεινωθήσονται
26 ἔσβεσεν δὲ ἀσεβει̃ς ὁρατοὶ δὲ ἐναντίον αὐτου̃
27 ὅτι ἐξέκλιναν ἐκ νόμου θεου̃ δικαιώματα δὲ αὐτου̃ οὐκ ἐπέγνωσαν
28 του̃ ἐπαγαγει̃ν ἐπ' αὐτὸν κραυγὴν πένητος καὶ κραυγὴν πτωχω̃ν εἰσακούσεται
29 καὶ αὐτὸς ἡσυχίαν παρέξει καὶ τίς καταδικάσεται καὶ κρύψει πρόσωπον καὶ τίς ὄψεται αὐτόν καὶ κατὰ ἔθνους καὶ κατὰ ἀνθρώπου ὁμου̃
30 βασιλεύων ἄνθρωπον ὑποκριτὴν ἀπὸ δυσκολίας λαου̃
31 ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων εἴληφα οὐκ ἐνεχυράσω
32 ἄνευ ἐμαυτου̃ ὄψομαι σὺ δει̃ξόν μοι εἰ ἀδικίαν ἠργασάμην οὐ μὴ προσθήσω
33 μὴ παρὰ σου̃ ἀποτείσει αὐτήν ὅτι ἀπώση̨ ὅτι σὺ ἐκλέξη̨ καὶ οὐκ ἐγώ καὶ τί ἔγνως λάλησον
34 διὸ συνετοὶ καρδίας ἐρου̃σιν ταυ̃τα ἀνὴρ δὲ σοφὸς ἀκήκοέν μου τὸ ῥη̃μα
35 Ιωβ δὲ οὐκ ἐν συνέσει ἐλάλησεν τὰ δὲ ῥήματα αὐτου̃ οὐκ ἐν ἐπιστήμη̨
36 οὐ μὴν δὲ ἀλλὰ μάθε Ιωβ μὴ δω̨̃ς ἔτι ἀνταπόκρισιν ὥσπερ οἱ ἄφρονες
37 ἵνα μὴ προσθω̃μεν ἐφ' ἁμαρτίαις ἡμω̃ν ἀνομία δὲ ἐφ' ἡμι̃ν λογισθήσεται πολλὰ λαλούντων ῥήματα ἐναντίον του̃ κυρίου
Читать далее:ΙΩΒ, κεφαλίς 35
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).