Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΑΡΙΘΜΟΙ, κεφαλίς 27

καὶ προσελθου̃σαι αἱ θυγατέρες Σαλπααδ υἱου̃ Οφερ υἱου̃ Γαλααδ υἱου̃ Μαχιρ του̃ δήμου Μανασση τω̃ν υἱω̃ν Ιωσηφ καὶ ταυ̃τα τὰ ὀνόματα αὐτω̃ν Μαλα καὶ Νουα καὶ Εγλα καὶ Μελχα καὶ Θερσα
καὶ στα̃σαι ἔναντι Μωυση̃ καὶ ἔναντι Ελεαζαρ του̃ ἱερέως καὶ ἔναντι τω̃ν ἀρχόντων καὶ ἔναντι πάσης συναγωγη̃ς ἐπὶ τη̃ς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου λέγουσιν
ὁ πατὴρ ἡμω̃ν ἀπέθανεν ἐν τη̨̃ ἐρήμω̨ καὶ αὐτὸς οὐκ ἠ̃ν ἐν μέσω̨ τη̃ς συναγωγη̃ς τη̃ς ἐπισυστάσης ἔναντι κυρίου ἐν τη̨̃ συναγωγη̨̃ Κορε ὅτι διὰ ἁμαρτίαν αὐτου̃ ἀπέθανεν καὶ υἱοὶ οὐκ ἐγένοντο αὐτω̨̃
μὴ ἐξαλειφθήτω τὸ ὄνομα του̃ πατρὸς ἡμω̃ν ἐκ μέσου του̃ δήμου αὐτου̃ ὅτι οὐκ ἔστιν αὐτω̨̃ υἱός δότε ἡμι̃ν κατάσχεσιν ἐν μέσω̨ ἀδελφω̃ν πατρὸς ἡμω̃ν
καὶ προσήγαγεν Μωυση̃ς τὴν κρίσιν αὐτω̃ν ἔναντι κυρίου
καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
ὀρθω̃ς θυγατέρες Σαλπααδ λελαλήκασιν δόμα δώσεις αὐται̃ς κατάσχεσιν κληρονομίας ἐν μέσω̨ ἀδελφω̃ν πατρὸς αὐτω̃ν καὶ περιθήσεις τὸν κλη̃ρον του̃ πατρὸς αὐτω̃ν αὐται̃ς
καὶ τοι̃ς υἱοι̃ς Ισραηλ λαλήσεις λέγων ἄνθρωπος ἐὰν ἀποθάνη̨ καὶ υἱὸς μὴ ἠ̨̃ αὐτω̨̃ περιθήσετε τὴν κληρονομίαν αὐτου̃ τη̨̃ θυγατρὶ αὐτου̃
ἐὰν δὲ μὴ ἠ̨̃ θυγάτηρ αὐτω̨̃ δώσετε τὴν κληρονομίαν τω̨̃ ἀδελφω̨̃ αὐτου̃
10 ἐὰν δὲ μὴ ὠ̃σιν αὐτω̨̃ ἀδελφοί δώσετε τὴν κληρονομίαν τω̨̃ ἀδελφω̨̃ του̃ πατρὸς αὐτου̃
11 ἐὰν δὲ μὴ ὠ̃σιν ἀδελφοὶ του̃ πατρὸς αὐτου̃ δώσετε τὴν κληρονομίαν τω̨̃ οἰκείω̨ τω̨̃ ἔγγιστα αὐτου̃ ἐκ τη̃ς φυλη̃ς αὐτου̃ κληρονομήσει τὰ αὐτου̃ καὶ ἔσται του̃το τοι̃ς υἱοι̃ς Ισραηλ δικαίωμα κρίσεως καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃
12 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ἀνάβηθι εἰς τὸ ὄρος τὸ ἐν τω̨̃ πέραν του̃το ὄρος Ναβαυ καὶ ἰδὲ τὴν γη̃ν Χανααν ἣν ἐγὼ δίδωμι τοι̃ς υἱοι̃ς Ισραηλ ἐν κατασχέσει
13 καὶ ὄψει αὐτὴν καὶ προστεθήση̨ πρὸς τὸν λαόν σου καὶ σύ καθὰ προσετέθη Ααρων ὁ ἀδελφός σου ἐν Ωρ τω̨̃ ὄρει
14 διότι παρέβητε τὸ ῥη̃μά μου ἐν τη̨̃ ἐρήμω̨ Σιν ἐν τω̨̃ ἀντιπίπτειν τὴν συναγωγὴν ἁγιάσαι με οὐχ ἡγιάσατέ με ἐπὶ τω̨̃ ὕδατι ἔναντι αὐτω̃ν του̃τό ἐστιν ὕδωρ ἀντιλογίας Καδης ἐν τη̨̃ ἐρήμω̨ Σιν
15 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς κύριον
16 ἐπισκεψάσθω κύριος ὁ θεὸς τω̃ν πνευμάτων καὶ πάσης σαρκὸς ἄνθρωπον ἐπὶ τη̃ς συναγωγη̃ς ταύτης
17 ὅστις ἐξελεύσεται πρὸ προσώπου αὐτω̃ν καὶ ὅστις εἰσελεύσεται πρὸ προσώπου αὐτω̃ν καὶ ὅστις ἐξάξει αὐτοὺς καὶ ὅστις εἰσάξει αὐτούς καὶ οὐκ ἔσται ἡ συναγωγὴ κυρίου ὡσεὶ πρόβατα οἱ̃ς οὐκ ἔστιν ποιμήν
18 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων λαβὲ πρὸς σεαυτὸν τὸν 'Ιησου̃ν υἱὸν Ναυη ἄνθρωπον ὃς ἔχει πνευ̃μα ἐν ἑαυτω̨̃ καὶ ἐπιθήσεις τὰς χει̃ράς σου ἐπ' αὐτὸν
19 καὶ στήσεις αὐτὸν ἔναντι Ελεαζαρ του̃ ἱερέως καὶ ἐντελη̨̃ αὐτω̨̃ ἔναντι πάσης συναγωγη̃ς καὶ ἐντελη̨̃ περὶ αὐτου̃ ἐναντίον αὐτω̃ν
20 καὶ δώσεις τη̃ς δόξης σου ἐπ' αὐτόν ὅπως ἂν εἰσακούσωσιν αὐτου̃ οἱ υἱοὶ Ισραηλ
21 καὶ ἔναντι Ελεαζαρ του̃ ἱερέως στήσεται καὶ ἐπερωτήσουσιν αὐτὸν τὴν κρίσιν τω̃ν δήλων ἔναντι κυρίου ἐπὶ τω̨̃ στόματι αὐτου̃ ἐξελεύσονται καὶ ἐπὶ τω̨̃ στόματι αὐτου̃ εἰσελεύσονται αὐτὸς καὶ οἱ υἱοὶ Ισραηλ ὁμοθυμαδὸν καὶ πα̃σα ἡ συναγωγή
22 καὶ ἐποίησεν Μωυση̃ς καθὰ ἐνετείλατο αὐτω̨̃ κύριος καὶ λαβὼν τὸν 'Ιησου̃ν ἔστησεν αὐτὸν ἐναντίον Ελεαζαρ του̃ ἱερέως καὶ ἔναντι πάσης συναγωγη̃ς
23 καὶ ἐπέθηκεν τὰς χει̃ρας αὐτου̃ ἐπ' αὐτὸν καὶ συνέστησεν αὐτόν καθάπερ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃
Читать далее:ΑΡΙΘΜΟΙ, κεφαλίς 28
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).