Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΕΞΟΔΟΣ, κεφαλίς 12,  στἰχοι 1-23

1 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν καὶ Ααρων ἐν γη̨̃ Αἰγύπτου λέγων
2 ὁ μὴν οὑ̃τος ὑμι̃ν ἀρχὴ μηνω̃ν πρω̃τός ἐστιν ὑμι̃ν ἐν τοι̃ς μησὶν του̃ ἐνιαυτου̃
3 λάλησον πρὸς πα̃σαν συναγωγὴν υἱω̃ν Ισραηλ λέγων τη̨̃ δεκάτη̨ του̃ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ' οἴκους πατριω̃ν ἕκαστος πρόβατον κατ' οἰκίαν
4 ἐὰν δὲ ὀλιγοστοὶ ὠ̃σιν οἱ ἐν τη̨̃ οἰκία̨ ὥστε μὴ ἱκανοὺς εἰ̃ναι εἰς πρόβατον συλλήμψεται μεθ' ἑαυτου̃ τὸν γείτονα τὸν πλησίον αὐτου̃ κατὰ ἀριθμὸν ψυχω̃ν ἕκαστος τὸ ἀρκου̃ν αὐτω̨̃ συναριθμήσεται εἰς πρόβατον
5 πρόβατον τέλειον ἄρσεν ἐνιαύσιον ἔσται ὑμι̃ν ἀπὸ τω̃ν ἀρνω̃ν καὶ τω̃ν ἐρίφων λήμψεσθε
6 καὶ ἔσται ὑμι̃ν διατετηρημένον ἕως τη̃ς τεσσαρεσκαιδεκάτης του̃ μηνὸς τούτου καὶ σφάξουσιν αὐτὸ πα̃ν τὸ πλη̃θος συναγωγη̃ς υἱω̃ν Ισραηλ πρὸς ἑσπέραν
7 καὶ λήμψονται ἀπὸ του̃ αἵματος καὶ θήσουσιν ἐπὶ τω̃ν δύο σταθμω̃ν καὶ ἐπὶ τὴν φλιὰν ἐν τοι̃ς οἴκοις ἐν οἱ̃ς ἐὰν φάγωσιν αὐτὰ ἐν αὐτοι̃ς
8 καὶ φάγονται τὰ κρέα τη̨̃ νυκτὶ ταύτη̨ ὀπτὰ πυρὶ καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται
9 οὐκ ἔδεσθε ἀπ' αὐτω̃ν ὠμὸν οὐδὲ ἡψημένον ἐν ὕδατι ἀλλ' ἢ ὀπτὰ πυρί κεφαλὴν σὺν τοι̃ς ποσὶν καὶ τοι̃ς ἐνδοσθίοις
10 οὐκ ἀπολείψετε ἀπ' αὐτου̃ ἕως πρωὶ καὶ ὀστου̃ν οὐ συντρίψετε ἀπ' αὐτου̃ τὰ δὲ καταλειπόμενα ἀπ' αὐτου̃ ἕως πρωὶ ἐν πυρὶ κατακαύσετε
11 οὕτως δὲ φάγεσθε αὐτό αἱ ὀσφύες ὑμω̃ν περιεζωσμέναι καὶ τὰ ὑποδήματα ἐν τοι̃ς ποσὶν ὑμω̃ν καὶ αἱ βακτηρίαι ἐν ται̃ς χερσὶν ὑμω̃ν καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδη̃ς πασχα ἐστὶν κυρίω̨
12 καὶ διελεύσομαι ἐν γη̨̃ Αἰγύπτω̨ ἐν τη̨̃ νυκτὶ ταύτη̨ καὶ πατάξω πα̃ν πρωτότοκον ἐν γη̨̃ Αἰγύπτω̨ ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἐν πα̃σι τοι̃ς θεοι̃ς τω̃ν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν ἐγὼ κύριος
13 καὶ ἔσται τὸ αἱ̃μα ὑμι̃ν ἐν σημείω̨ ἐπὶ τω̃ν οἰκιω̃ν ἐν αἱ̃ς ὑμει̃ς ἐστε ἐκει̃ καὶ ὄψομαι τὸ αἱ̃μα καὶ σκεπάσω ὑμα̃ς καὶ οὐκ ἔσται ἐν ὑμι̃ν πληγὴ του̃ ἐκτριβη̃ναι ὅταν παίω ἐν γη̨̃ Αἰγύπτω̨
14 καὶ ἔσται ἡ ἡμέρα ὑμι̃ν αὕτη μνημόσυνον καὶ ἑορτάσετε αὐτὴν ἑορτὴν κυρίω̨ εἰς πάσας τὰς γενεὰς ὑμω̃ν νόμιμον αἰώνιον ἑορτάσετε αὐτήν
15 ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε ἀπὸ δὲ τη̃ς ἡμέρας τη̃ς πρώτης ἀφανιει̃τε ζύμην ἐκ τω̃ν οἰκιω̃ν ὑμω̃ν πα̃ς ὃς ἂν φάγη̨ ζύμην ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ισραηλ ἀπὸ τη̃ς ἡμέρας τη̃ς πρώτης ἕως τη̃ς ἡμέρας τη̃ς ἑβδόμης
16 καὶ ἡ ἡμέρα ἡ πρώτη κληθήσεται ἁγία καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμι̃ν πα̃ν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐται̃ς πλὴν ὅσα ποιηθήσεται πάση̨ ψυχη̨̃ του̃το μόνον ποιηθήσεται ὑμι̃ν
17 καὶ φυλάξεσθε τὴν ἐντολὴν ταύτην ἐν γὰρ τη̨̃ ἡμέρα̨ ταύτη̨ ἐξάξω τὴν δύναμιν ὑμω̃ν ἐκ γη̃ς Αἰγύπτου καὶ ποιήσετε τὴν ἡμέραν ταύτην εἰς γενεὰς ὑμω̃ν νόμιμον αἰώνιον
18 ἐναρχομένου τη̨̃ τεσσαρεσκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς του̃ πρώτου ἀφ' ἑσπέρας ἔδεσθε ἄζυμα ἕως ἡμέρας μια̃ς καὶ εἰκάδος του̃ μηνὸς ἕως ἑσπέρας
19 ἑπτὰ ἡμέρας ζύμη οὐχ εὑρεθήσεται ἐν ται̃ς οἰκίαις ὑμω̃ν πα̃ς ὃς ἂν φάγη̨ ζυμωτόν ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ συναγωγη̃ς Ισραηλ ἔν τε τοι̃ς γειώραις καὶ αὐτόχθοσιν τη̃ς γη̃ς
20 πα̃ν ζυμωτὸν οὐκ ἔδεσθε ἐν παντὶ δὲ κατοικητηρίω̨ ὑμω̃ν ἔδεσθε ἄζυμα
21 ἐκάλεσεν δὲ Μωυση̃ς πα̃σαν γερουσίαν υἱω̃ν Ισραηλ καὶ εἰ̃πεν πρὸς αὐτούς ἀπελθόντες λάβετε ὑμι̃ν ἑαυτοι̃ς πρόβατον κατὰ συγγενείας ὑμω̃ν καὶ θύσατε τὸ πασχα
22 λήμψεσθε δὲ δέσμην ὑσσώπου καὶ βάψαντες ἀπὸ του̃ αἵματος του̃ παρὰ τὴν θύραν καθίξετε τη̃ς φλια̃ς καὶ ἐπ' ἀμφοτέρων τω̃ν σταθμω̃ν ἀπὸ του̃ αἵματος ὅ ἐστιν παρὰ τὴν θύραν ὑμει̃ς δὲ οὐκ ἐξελεύσεσθε ἕκαστος τὴν θύραν του̃ οἴκου αὐτου̃ ἕως πρωί
23 καὶ παρελεύσεται κύριος πατάξαι τοὺς Αἰγυπτίους καὶ ὄψεται τὸ αἱ̃μα ἐπὶ τη̃ς φλια̃ς καὶ ἐπ' ἀμφοτέρων τω̃ν σταθμω̃ν καὶ παρελεύσεται κύριος τὴν θύραν καὶ οὐκ ἀφήσει τὸν ὀλεθρεύοντα εἰσελθει̃ν εἰς τὰς οἰκίας ὑμω̃ν πατάξαι
Читать далее:ΕΞΟΔΟΣ, κεφαλίς 12
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).