1 ὑπολαβὼν δὲ Σωφαρ ὁ Μιναι̃ος λέγει |
2 οὐχ οὕτως ὑπελάμβανον ἀντερει̃ν σε ταυ̃τα καὶ οὐχὶ συνίετε μα̃λλον ἢ καὶ ἐγώ |
3 παιδείαν ἐντροπη̃ς μου ἀκούσομαι καὶ πνευ̃μα ἐκ τη̃ς συνέσεως ἀποκρίνεταί μοι |
4 μὴ ταυ̃τα ἔγνως ἀπὸ του̃ ἔτι ἀφ' οὑ̃ ἐτέθη ἄνθρωπος ἐπὶ τη̃ς γη̃ς |
5 εὐφροσύνη γὰρ ἀσεβω̃ν πτω̃μα ἐξαίσιον χαρμονὴ δὲ παρανόμων ἀπώλεια |
6 ἐὰν ἀναβη̨̃ εἰς οὐρανὸν αὐτου̃ τὰ δω̃ρα ἡ δὲ θυσία αὐτου̃ νεφω̃ν ἅψηται |
7 ὅταν γὰρ δοκη̨̃ ἤδη κατεστηρίχθαι τότε εἰς τέλος ἀπολει̃ται οἱ δὲ ἰδόντες αὐτὸν ἐρου̃σιν που̃ ἐστιν |
8 ὥσπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθη̨̃ ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν |
9 ὀφθαλμὸς παρέβλεψεν καὶ οὐ προσθήσει καὶ οὐκέτι προσνοήσει αὐτὸν ὁ τόπος αὐτου̃ |
10 τοὺς υἱοὺς αὐτου̃ ὀλέσαισαν ἥττονες αἱ δὲ χει̃ρες αὐτου̃ πυρσεύσαισαν ὀδύνας |
11 ὀστα̃ αὐτου̃ ἐνεπλήσθησαν νεότητος αὐτου̃ καὶ μετ' αὐτου̃ ἐπὶ χώματος κοιμηθήσεται |
12 ἐὰν γλυκανθη̨̃ ἐν στόματι αὐτου̃ κακία κρύψει αὐτὴν ὑπὸ τὴν γλω̃σσαν αὐτου̃ |
13 οὐ φείσεται αὐτη̃ς καὶ οὐκ ἐγκαταλείψει αὐτὴν καὶ συνέξει αὐτὴν ἐν μέσω̨ του̃ λάρυγγος αὐτου̃ |
14 καὶ οὐ μὴ δυνηθη̨̃ βοηθη̃σαι ἑαυτω̨̃ χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτου̃ |
15 πλου̃τος ἀδίκως συναγόμενος ἐξεμεσθήσεται ἐξ οἰκίας αὐτου̃ ἐξελκύσει αὐτὸν ἄγγελος |
16 θυμὸν δὲ δρακόντων θηλάσειεν ἀνέλοι δὲ αὐτὸν γλω̃σσα ὄφεως |
17 μὴ ἴδοι ἄμελξιν νομάδων μηδὲ νομὰς μέλιτος καὶ βουτύρου |
18 εἰς κενὰ καὶ μάταια ἐκοπίασεν πλου̃τον ἐξ οὑ̃ οὐ γεύσεται ὥσπερ στρίφνος ἀμάσητος ἀκατάποτος |
19 πολλω̃ν γὰρ ἀδυνάτων οἴκους ἔθλασεν δίαιταν δὲ ἥρπασεν καὶ οὐκ ἔστησεν |
20 οὐκ ἔστιν αὐτου̃ σωτηρία τοι̃ς ὑπάρχουσιν ἐν ἐπιθυμία̨ αὐτου̃ οὐ σωθήσεται |
21 οὐκ ἔστιν ὑπόλειμμα τοι̃ς βρώμασιν αὐτου̃ διὰ του̃το οὐκ ἀνθήσει αὐτου̃ τὰ ἀγαθά |
22 ὅταν δὲ δοκη̨̃ ἤδη πεπληρω̃σθαι θλιβήσεται πα̃σα δὲ ἀνάγκη ἐπ' αὐτὸν ἐπελεύσεται |
23 εἴ πως πληρώσαι γαστέρα αὐτου̃ ἐπαποστείλαι ἐπ' αὐτὸν θυμὸν ὀργη̃ς νίψαι ἐπ' αὐτὸν ὀδύνας |
24 καὶ οὐ μὴ σωθη̨̃ ἐκ χειρὸς σιδήρου τρώσαι αὐτὸν τόξον χάλκειον |
25 διεξέλθοι δὲ διὰ σώματος αὐτου̃ βέλος ἀστραπαὶ δὲ ἐν διαίταις αὐτου̃ περιπατήσαισαν ἐπ' αὐτω̨̃ φόβοι |
26 πα̃ν δὲ σκότος αὐτω̨̃ ὑπομείναι κατέδεται αὐτὸν πυ̃ρ ἄκαυστον κακώσαι δὲ αὐτου̃ ἐπήλυτος τὸν οἰ̃κον |
27 ἀνακαλύψαι δὲ αὐτου̃ ὁ οὐρανὸς τὰς ἀνομίας γη̃ δὲ ἐπανασταίη αὐτω̨̃ |
28 ἑλκύσαι τὸν οἰ̃κον αὐτου̃ ἀπώλεια εἰς τέλος ἡμέρα ὀργη̃ς ἐπέλθοι αὐτω̨̃ |
29 αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβου̃ς παρὰ κυρίου καὶ κτη̃μα ὑπαρχόντων αὐτω̨̃ παρὰ του̃ ἐπισκόπου |