1 καὶ ἐπέστρεψέν με κατὰ τὴν ὁδὸν τη̃ς πύλης τω̃ν ἁγίων τη̃ς ἐξωτέρας τη̃ς βλεπούσης κατ' ἀνατολάς καὶ αὕτη ἠ̃ν κεκλεισμένη |
2 καὶ εἰ̃πεν κύριος πρός με ἡ πύλη αὕτη κεκλεισμένη ἔσται οὐκ ἀνοιχθήσεται καὶ οὐδεὶς μὴ διέλθη̨ δι' αὐτη̃ς ὅτι κύριος ὁ θεὸς του̃ Ισραηλ εἰσελεύσεται δι' αὐτη̃ς καὶ ἔσται κεκλεισμένη |
3 διότι ὁ ἡγούμενος οὑ̃τος καθήσεται ἐν αὐτη̨̃ του̃ φαγει̃ν ἄρτον ἐναντίον κυρίου κατὰ τὴν ὁδὸν αιλαμ τη̃ς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτου̃ ἐξελεύσεται |
4 καὶ εἰσήγαγέν με κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς πρὸς βορρα̃ν κατέναντι του̃ οἴκου καὶ εἰ̃δον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἰ̃κος κυρίου καὶ πίπτω ἐπὶ πρόσωπόν μου |
5 καὶ εἰ̃πεν κύριος πρός με υἱὲ ἀνθρώπου τάξον εἰς τὴν καρδίαν σου καὶ ἰδὲ τοι̃ς ὀφθαλμοι̃ς σου καὶ τοι̃ς ὠσίν σου ἄκουε πάντα ὅσα ἐγὼ λαλω̃ μετὰ σου̃ κατὰ πάντα τὰ προστάγματα οἴκου κυρίου καὶ κατὰ πάντα τὰ νόμιμα αὐτου̃ καὶ τάξεις τὴν καρδίαν σου εἰς τὴν εἴσοδον του̃ οἴκου κατὰ πάσας τὰς ἐξόδους αὐτου̃ ἐν πα̃σι τοι̃ς ἁγίοις |
6 καὶ ἐρει̃ς πρὸς τὸν οἰ̃κον τὸν παραπικραίνοντα πρὸς τὸν οἰ̃κον του̃ Ισραηλ τάδε λέγει κύριος ὁ θεός ἱκανούσθω ὑμι̃ν ἀπὸ πασω̃ν τω̃ν ἀνομιω̃ν ὑμω̃ν οἰ̃κος Ισραηλ |
7 του̃ εἰσαγαγει̃ν ὑμα̃ς υἱοὺς ἀλλογενει̃ς ἀπεριτμήτους καρδία̨ καὶ ἀπεριτμήτους σαρκὶ του̃ γίνεσθαι ἐν τοι̃ς ἁγίοις μου καὶ ἐβεβήλουν αὐτὰ ἐν τω̨̃ προσφέρειν ὑμα̃ς ἄρτους στέαρ καὶ αἱ̃μα καὶ παρεβαίνετε τὴν διαθήκην μου ἐν πάσαις ται̃ς ἀνομίαις ὑμω̃ν |
8 καὶ διετάξατε του̃ φυλάσσειν φυλακὰς ἐν τοι̃ς ἁγίοις μου |
9 διὰ του̃το τάδε λέγει κύριος ὁ θεός πα̃ς υἱὸς ἀλλογενὴς ἀπερίτμητος καρδία̨ καὶ ἀπερίτμητος σαρκὶ οὐκ εἰσελεύσεται εἰς τὰ ἅγιά μου ἐν πα̃σιν υἱοι̃ς ἀλλογενω̃ν τω̃ν ὄντων ἐν μέσω̨ οἴκου Ισραηλ |
10 ἀλλ' ἢ οἱ Λευι̃ται οἵτινες ἀφήλαντο ἀπ' ἐμου̃ ἐν τω̨̃ πλανα̃σθαι τὸν Ισραηλ ἀπ' ἐμου̃ κατόπισθεν τω̃ν ἐνθυμημάτων αὐτω̃ν καὶ λήμψονται ἀδικίαν αὐτω̃ν |
11 καὶ ἔσονται ἐν τοι̃ς ἁγίοις μου λειτουργου̃ντες θυρωροὶ ἐπὶ τω̃ν πυλω̃ν του̃ οἴκου καὶ λειτουργου̃ντες τω̨̃ οἴκω̨ οὑ̃τοι σφάξουσιν τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας τω̨̃ λαω̨̃ καὶ οὑ̃τοι στήσονται ἐναντίον του̃ λαου̃ του̃ λειτουργει̃ν αὐτοι̃ς |
12 ἀνθ' ὡ̃ν ἐλειτούργουν αὐτοι̃ς πρὸ προσώπου τω̃ν εἰδώλων αὐτω̃ν καὶ ἐγένετο τω̨̃ οἴκω̨ Ισραηλ εἰς κόλασιν ἀδικίας ἕνεκα τούτου ἠ̃ρα τὴν χει̃ρά μου ἐπ' αὐτούς λέγει κύριος ὁ θεός |
13 καὶ οὐκ ἐγγιου̃σι πρός με του̃ ἱερατεύειν μοι οὐδὲ του̃ προσάγειν πρὸς τὰ ἅγια υἱω̃ν του̃ Ισραηλ οὐδὲ πρὸς τὰ ἅγια τω̃ν ἁγίων μου καὶ λήμψονται ἀτιμίαν αὐτω̃ν ἐν τη̨̃ πλανήσει ἡ̨̃ ἐπλανήθησαν |
14 καὶ κατατάξουσιν αὐτοὺς φυλάσσειν φυλακὰς του̃ οἴκου εἰς πάντα τὰ ἔργα αὐτου̃ καὶ εἰς πάντα ὅσα ἂν ποιήσωσιν |
15 οἱ ἱερει̃ς οἱ Λευι̃ται οἱ υἱοὶ του̃ Σαδδουκ οἵτινες ἐφυλάξαντο τὰς φυλακὰς τω̃ν ἁγίων μου ἐν τω̨̃ πλανα̃σθαι οἰ̃κον Ισραηλ ἀπ' ἐμου̃ οὑ̃τοι προσάξουσιν πρός με του̃ λειτουργει̃ν μοι καὶ στήσονται πρὸ προσώπου μου του̃ προσφέρειν μοι θυσίαν στέαρ καὶ αἱ̃μα λέγει κύριος ὁ θεός |
16 οὑ̃τοι εἰσελεύσονται εἰς τὰ ἅγιά μου καὶ οὑ̃τοι προσελεύσονται πρὸς τὴν τράπεζάν μου του̃ λειτουργει̃ν μοι καὶ φυλάξουσιν τὰς φυλακάς μου |
17 καὶ ἔσται ἐν τω̨̃ εἰσπορεύεσθαι αὐτοὺς τὰς πύλας τη̃ς αὐλη̃ς τη̃ς ἐσωτέρας στολὰς λινα̃ς ἐνδύσονται καὶ οὐκ ἐνδύσονται ἐρεα̃ ἐν τω̨̃ λειτουργει̃ν αὐτοὺς ἀπὸ τη̃ς πύλης τη̃ς ἐσωτέρας αὐλη̃ς |
18 καὶ κιδάρεις λινα̃ς ἕξουσιν ἐπὶ ται̃ς κεφαλαι̃ς αὐτω̃ν καὶ περισκελη̃ λινα̃ ἕξουσιν ἐπὶ τὰς ὀσφύας αὐτω̃ν καὶ οὐ περιζώσονται βία̨ |
19 καὶ ἐν τω̨̃ ἐκπορεύεσθαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν πρὸς τὸν λαὸν ἐκδύσονται τὰς στολὰς αὐτω̃ν ἐν αἱ̃ς αὐτοὶ λειτουργου̃σιν ἐν αὐται̃ς καὶ θήσουσιν αὐτὰς ἐν ται̃ς ἐξέδραις τω̃ν ἁγίων καὶ ἐνδύσονται στολὰς ἑτέρας καὶ οὐ μὴ ἁγιάσωσιν τὸν λαὸν ἐν ται̃ς στολαι̃ς αὐτω̃ν |
20 καὶ τὰς κεφαλὰς αὐτω̃ν οὐ ξυρήσονται καὶ τὰς κόμας αὐτω̃ν οὐ ψιλώσουσιν καλύπτοντες καλύψουσιν τὰς κεφαλὰς αὐτω̃ν |
21 καὶ οἰ̃νον οὐ μὴ πίωσιν πα̃ς ἱερεὺς ἐν τω̨̃ εἰσπορεύεσθαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν |
22 καὶ χήραν καὶ ἐκβεβλημένην οὐ λήμψονται ἑαυτοι̃ς εἰς γυναι̃κα ἀλλ' ἢ παρθένον ἐκ του̃ σπέρματος Ισραηλ καὶ χήρα ἐὰν γένηται ἐξ ἱερέως λήμψονται |
23 καὶ τὸν λαόν μου διδάξουσιν ἀνὰ μέσον ἁγίου καὶ βεβήλου καὶ ἀνὰ μέσον ἀκαθάρτου καὶ καθαρου̃ γνωριου̃σιν αὐτοι̃ς |
24 καὶ ἐπὶ κρίσιν αἵματος οὑ̃τοι ἐπιστήσονται του̃ διακρίνειν τὰ δικαιώματά μου δικαιώσουσιν καὶ τὰ κρίματά μου κρινου̃σιν καὶ τὰ νόμιμά μου καὶ τὰ προστάγματά μου ἐν πάσαις ται̃ς ἑορται̃ς μου φυλάξονται καὶ τὰ σάββατά μου ἁγιάσουσιν |
25 καὶ ἐπὶ ψυχὴν ἀνθρώπου οὐκ εἰσελεύσονται του̃ μιανθη̃ναι ἀλλ' ἢ ἐπὶ πατρὶ καὶ ἐπὶ μητρὶ καὶ ἐπὶ υἱω̨̃ καὶ ἐπὶ θυγατρὶ καὶ ἐπὶ ἀδελφω̨̃ καὶ ἐπὶ ἀδελφη̨̃ αὐτου̃ ἣ οὐ γέγονεν ἀνδρί μιανθήσεται |
26 καὶ μετὰ τὸ καθαρισθη̃ναι αὐτὸν ἑπτὰ ἡμέρας ἐξαριθμήσει αὐτω̨̃ |
27 καὶ ἡ̨̃ ἂν ἡμέρα̨ εἰσπορεύωνται εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν του̃ λειτουργει̃ν ἐν τω̨̃ ἁγίω̨ προσοίσουσιν ἱλασμόν λέγει κύριος ὁ θεός |
28 καὶ ἔσται αὐτοι̃ς εἰς κληρονομίαν ἐγὼ κληρονομία αὐτοι̃ς καὶ κατάσχεσις αὐτοι̃ς οὐ δοθήσεται ἐν τοι̃ς υἱοι̃ς Ισραηλ ὅτι ἐγὼ κατάσχεσις αὐτω̃ν |
29 καὶ τὰς θυσίας καὶ τὰ ὑπὲρ ἁμαρτίας καὶ τὰ ὑπὲρ ἀγνοίας οὑ̃τοι φάγονται καὶ πα̃ν ἀφόρισμα ἐν τω̨̃ Ισραηλ αὐτοι̃ς ἔσται |
30 ἀπαρχαὶ πάντων καὶ τὰ πρωτότοκα πάντων καὶ τὰ ἀφαιρέματα πάντα ἐκ πάντων τω̃ν ἀπαρχω̃ν ὑμω̃ν τοι̃ς ἱερευ̃σιν ἔσται καὶ τὰ πρωτογενήματα ὑμω̃ν δώσετε τω̨̃ ἱερει̃ του̃ θει̃ναι εὐλογίας ὑμω̃ν ἐπὶ τοὺς οἴκους ὑμω̃ν |
31 καὶ πα̃ν θνησιμαι̃ον καὶ θηριάλωτον ἐκ τω̃ν πετεινω̃ν καὶ ἐκ τω̃ν κτηνω̃ν οὐ φάγονται οἱ ἱερει̃ς |