Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΣΟΦΊΑ SEIRAC, κεφαλίς 44

1 αἰνέσωμεν δὴ ἄνδρας ἐνδόξους καὶ τοὺς πατέρας ἡμω̃ν τη̨̃ γενέσει
2 πολλὴν δόξαν ἔκτισεν ὁ κύριος τὴν μεγαλωσύνην αὐτου̃ ἀπ' αἰω̃νος
3 κυριεύοντες ἐν ται̃ς βασιλείαις αὐτω̃ν καὶ ἄνδρες ὀνομαστοὶ ἐν δυνάμει βουλεύοντες ἐν συνέσει αὐτω̃ν ἀπηγγελκότες ἐν προφητείαις
4 ἡγούμενοι λαου̃ ἐν διαβουλίοις καὶ συνέσει γραμματείας λαου̃ σοφοὶ λόγοι ἐν παιδεία̨ αὐτω̃ν
5 ἐκζητου̃ντες μέλη μουσικω̃ν καὶ διηγούμενοι ἔπη ἐν γραφη̨̃
6 ἄνδρες πλούσιοι κεχορηγημένοι ἰσχύι εἰρηνεύοντες ἐν κατοικίαις αὐτω̃ν
7 πάντες οὑ̃τοι ἐν γενεαι̃ς ἐδοξάσθησαν καὶ ἐν ται̃ς ἡμέραις αὐτω̃ν καύχημα
8 εἰσὶν αὐτω̃ν οἳ κατέλιπον ὄνομα του̃ ἐκδιηγήσασθαι ἐπαίνους
9 καὶ εἰσὶν ὡ̃ν οὐκ ἔστιν μνημόσυνον καὶ ἀπώλοντο ὡς οὐχ ὑπάρξαντες καὶ ἐγένοντο ὡς οὐ γεγονότες καὶ τὰ τέκνα αὐτω̃ν μετ' αὐτούς
10 ἀλλ' ἢ οὑ̃τοι ἄνδρες ἐλέους ὡ̃ν αἱ δικαιοσύναι οὐκ ἐπελήσθησαν
11 μετὰ του̃ σπέρματος αὐτω̃ν διαμενει̃ ἀγαθὴ κληρονομία ἔκγονα αὐτω̃ν
12 ἐν ται̃ς διαθήκαις ἔστη τὸ σπέρμα αὐτω̃ν καὶ τὰ τέκνα αὐτω̃ν δι' αὐτούς
13 ἕως αἰω̃νος μενει̃ σπέρμα αὐτω̃ν καὶ ἡ δόξα αὐτω̃ν οὐκ ἐξαλειφθήσεται
14 τὰ σώματα αὐτω̃ν ἐν εἰρήνη̨ ἐτάφη καὶ τὸ ὄνομα αὐτω̃ν ζη̨̃ εἰς γενεάς
15 σοφίαν αὐτω̃ν διηγήσονται λαοί καὶ τὸν ἔπαινον ἐξαγγέλλει ἐκκλησία
16 Ενωχ εὐηρέστησεν κυρίω̨ καὶ μετετέθη ὑπόδειγμα μετανοίας ται̃ς γενεαι̃ς
17 Νωε εὑρέθη τέλειος δίκαιος ἐν καιρω̨̃ ὀργη̃ς ἐγένετο ἀντάλλαγμα διὰ του̃τον ἐγενήθη κατάλειμμα τη̨̃ γη̨̃ ὅτε ἐγένετο κατακλυσμός
18 διαθη̃και αἰω̃νος ἐτέθησαν πρὸς αὐτόν ἵνα μὴ ἐξαλειφθη̨̃ κατακλυσμω̨̃ πα̃σα σάρξ
19 Αβρααμ μέγας πατὴρ πλήθους ἐθνω̃ν καὶ οὐχ εὑρέθη ὅμοιος ἐν τη̨̃ δόξη̨
20 ὃς συνετήρησεν νόμον ὑψίστου καὶ ἐγένετο ἐν διαθήκη̨ μετ' αὐτου̃ ἐν σαρκὶ αὐτου̃ ἔστησεν διαθήκην καὶ ἐν πειρασμω̨̃ εὑρέθη πιστός
21 διὰ του̃το ἐν ὅρκω̨ ἔστησεν αὐτω̨̃ ἐνευλογηθη̃ναι ἔθνη ἐν σπέρματι αὐτου̃ πληθυ̃ναι αὐτὸν ὡς χου̃ν τη̃ς γη̃ς καὶ ὡς ἄστρα ἀνυψω̃σαι τὸ σπέρμα αὐτου̃ καὶ κατακληρονομη̃σαι αὐτοὺς ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμου̃ ἕως ἄκρου τη̃ς γη̃ς
22 καὶ ἐν τω̨̃ Ισαακ ἔστησεν οὕτως δι' Αβρααμ τὸν πατέρα αὐτου̃
23 εὐλογίαν πάντων ἀνθρώπων καὶ διαθήκην κατέπαυσεν ἐπὶ κεφαλὴν Ιακωβ ἐπέγνω αὐτὸν ἐν εὐλογίαις αὐτου̃ καὶ ἔδωκεν αὐτω̨̃ ἐν κληρονομία̨ καὶ διέστειλεν μερίδας αὐτου̃ ἐν φυλαι̃ς ἐμέρισεν δέκα δύο

ΣΟΦΊΑ SEIRAC, κεφαλίς 45

1 καὶ ἐξήγαγεν ἐξ αὐτου̃ ἄνδρα ἐλέους εὑρίσκοντα χάριν ἐν ὀφθαλμοι̃ς πάσης σαρκὸς ἠγαπημένον ὑπὸ θεου̃ καὶ ἀνθρώπων Μωυση̃ν οὑ̃ τὸ μνημόσυνον ἐν εὐλογίαις
2 ὡμοίωσεν αὐτὸν δόξη̨ ἁγίων καὶ ἐμεγάλυνεν αὐτὸν ἐν φόβοις ἐχθρω̃ν
3 ἐν λόγοις αὐτου̃ σημει̃α κατέπαυσεν ἐδόξασεν αὐτὸν κατὰ πρόσωπον βασιλέων ἐνετείλατο αὐτω̨̃ πρὸς λαὸν αὐτου̃ καὶ ἔδειξεν αὐτω̨̃ τη̃ς δόξης αὐτου̃
4 ἐν πίστει καὶ πραΰτητι αὐτὸν ἡγίασεν ἐξελέξατο αὐτὸν ἐκ πάσης σαρκός
5 ἠκούτισεν αὐτὸν τη̃ς φωνη̃ς αὐτου̃ καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν γνόφον καὶ ἔδωκεν αὐτω̨̃ κατὰ πρόσωπον ἐντολάς νόμον ζωη̃ς καὶ ἐπιστήμης διδάξαι τὸν Ιακωβ διαθήκην καὶ κρίματα αὐτου̃ τὸν Ισραηλ
6 Ααρων ὕψωσεν ἅγιον ὅμοιον αὐτω̨̃ ἀδελφὸν αὐτου̃ ἐκ φυλη̃ς Λευι
7 ἔστησεν αὐτὸν διαθήκην αἰω̃νος καὶ ἔδωκεν αὐτω̨̃ ἱερατείαν λαου̃ ἐμακάρισεν αὐτὸν ἐν εὐκοσμία̨ καὶ περιέζωσεν αὐτὸν περιστολὴν δόξης
8 ἐνέδυσεν αὐτὸν συντέλειαν καυχήματος καὶ ἐστερέωσεν αὐτὸν σκεύεσιν ἰσχύος περισκελη̃ καὶ ποδήρη καὶ ἐπωμίδα
9 καὶ ἐκύκλωσεν αὐτὸν ῥοΐσκοις χρυσοι̃ς κώδωσιν πλείστοις κυκλόθεν ἠχη̃σαι φωνὴν ἐν βήμασιν αὐτου̃ ἀκουστὸν ποιη̃σαι ἠ̃χον ἐν ναω̨̃ εἰς μνημόσυνον υἱοι̃ς λαου̃ αὐτου̃
10 στολη̨̃ ἁγία̨ χρυσω̨̃ καὶ ὑακίνθω̨ καὶ πορφύρα̨ ἔργω̨ ποικιλτου̃ λογείω̨ κρίσεως δήλοις ἀληθείας κεκλωσμένη̨ κόκκω̨ ἔργω̨ τεχνίτου
11 λίθοις πολυτελέσιν γλύμματος σφραγι̃δος ἐν δέσει χρυσίου ἔργω̨ λιθουργου̃ εἰς μνημόσυνον ἐν γραφη̨̃ κεκολαμμένη̨ κατ' ἀριθμὸν φυλω̃ν Ισραηλ
12 στέφανον χρυσου̃ν ἐπάνω κιδάρεως ἐκτύπωμα σφραγι̃δος ἁγιάσματος καύχημα τιμη̃ς ἔργον ἰσχύος ἐπιθυμήματα ὀφθαλμω̃ν κοσμούμενα
13 ὡραι̃α πρὸ αὐτου̃ οὐ γέγονεν τοιαυ̃τα ἕως αἰω̃νος οὐκ ἐνεδύσατο ἀλλογενὴς πλὴν τω̃ν υἱω̃ν αὐτου̃ μόνον καὶ τὰ ἔκγονα αὐτου̃ διὰ παντός
14 θυσίαι αὐτου̃ ὁλοκαρπωθήσονται καθ' ἡμέραν ἐνδελεχω̃ς δίς
15 ἐπλήρωσεν Μωυση̃ς τὰς χει̃ρας καὶ ἔχρισεν αὐτὸν ἐν ἐλαίω̨ ἁγίω̨ ἐγενήθη αὐτω̨̃ εἰς διαθήκην αἰω̃νος καὶ τω̨̃ σπέρματι αὐτου̃ ἐν ἡμέραις οὐρανου̃ λειτουργει̃ν αὐτω̨̃ ἅμα καὶ ἱερατεύειν καὶ εὐλογει̃ν τὸν λαὸν αὐτου̃ ἐν τω̨̃ ὀνόματι
16 ἐξελέξατο αὐτὸν ἀπὸ παντὸς ζω̃ντος προσαγαγει̃ν κάρπωσιν κυρίω̨ θυμίαμα καὶ εὐωδίαν εἰς μνημόσυνον ἐξιλάσκεσθαι περὶ του̃ λαου̃ σου
17 ἔδωκεν αὐτω̨̃ ἐν ἐντολαι̃ς αὐτου̃ ἐξουσίαν ἐν διαθήκαις κριμάτων διδάξαι τὸν Ιακωβ τὰ μαρτύρια καὶ ἐν νόμω̨ αὐτου̃ φωτίσαι Ισραηλ
18 ἐπισυνέστησαν αὐτω̨̃ ἀλλότριοι καὶ ἐζήλωσαν αὐτὸν ἐν τη̨̃ ἐρήμω̨ ἄνδρες οἱ περὶ Δαθαν καὶ Αβιρων καὶ ἡ συναγωγὴ Κορε ἐν θυμω̨̃ καὶ ὀργη̨̃
19 εἰ̃δεν κύριος καὶ οὐκ εὐδόκησεν καὶ συνετελέσθησαν ἐν θυμω̨̃ ὀργη̃ς ἐποίησεν αὐτοι̃ς τέρατα καταναλω̃σαι ἐν πυρὶ φλογὸς αὐτου̃
20 καὶ προσέθηκεν Ααρων δόξαν καὶ ἔδωκεν αὐτω̨̃ κληρονομίαν ἀπαρχὰς πρωτογενημάτων ἐμέρισεν αὐτω̨̃ ἄρτον πρώτοις ἡτοίμασεν πλησμονήν
21 καὶ γὰρ θυσίας κυρίου φάγονται ἃς ἔδωκεν αὐτω̨̃ τε καὶ τω̨̃ σπέρματι αὐτου̃
22 πλὴν ἐν γη̨̃ λαου̃ οὐ κληρονομήσει καὶ μερὶς οὐκ ἔστιν αὐτω̨̃ ἐν λαω̨̃ αὐτὸς γὰρ μερίς σου καὶ κληρονομία
23 καὶ Φινεες υἱὸς Ελεαζαρ τρίτος εἰς δόξαν ἐν τω̨̃ ζηλω̃σαι αὐτὸν ἐν φόβω̨ κυρίου καὶ στη̃ναι αὐτὸν ἐν τροπη̨̃ λαου̃ ἐν ἀγαθότητι προθυμίας ψυχη̃ς αὐτου̃ καὶ ἐξιλάσατο περὶ του̃ Ισραηλ
24 διὰ του̃το ἐστάθη αὐτω̨̃ διαθήκη εἰρήνης προστατει̃ν ἁγίων καὶ λαου̃ αὐτου̃ ἵνα αὐτω̨̃ ἠ̨̃ καὶ τω̨̃ σπέρματι αὐτου̃ ἱερωσύνης μεγαλει̃ον εἰς τοὺς αἰω̃νας
25 καὶ διαθήκη τω̨̃ Δαυιδ υἱω̨̃ Ιεσσαι ἐκ φυλη̃ς Ιουδα κληρονομία βασιλέως υἱου̃ ἐξ υἱου̃ μόνου κληρονομία Ααρων καὶ τω̨̃ σπέρματι αὐτου̃
26 δώ̨η ὑμι̃ν σοφίαν ἐν καρδία̨ ὑμω̃ν κρίνειν τὸν λαὸν αὐτου̃ ἐν δικαιοσύνη̨ ἵνα μὴ ἀφανισθη̨̃ τὰ ἀγαθὰ αὐτω̃ν καὶ τὴν δόξαν αὐτω̃ν εἰς γενεὰς αὐτω̃ν

ΣΟΦΊΑ SEIRAC, κεφαλίς 46

1 κραταιὸς ἐν πολέμω̨ 'Ιησου̃ς Ναυη καὶ διάδοχος Μωυση̃ ἐν προφητείαις ὃς ἐγένετο κατὰ τὸ ὄνομα αὐτου̃ μέγας ἐπὶ σωτηρία̨ ἐκλεκτω̃ν αὐτου̃ ἐκδικη̃σαι ἐπεγειρομένους ἐχθρούς ὅπως κατακληρονομήση̨ τὸν Ισραηλ
2 ὡς ἐδοξάσθη ἐν τω̨̃ ἐπα̃ραι χει̃ρας αὐτου̃ καὶ ἐν τω̨̃ ἐκτει̃ναι ῥομφαίαν ἐπὶ πόλεις
3 τίς πρότερος αὐτου̃ οὕτως ἔστη τοὺς γὰρ πολέμους κυρίου αὐτὸς ἐπήγαγεν
4 οὐχὶ ἐν χειρὶ αὐτου̃ ἐνεποδίσθη ὁ ἥλιος καὶ μία ἡμέρα ἐγενήθη πρὸς δύο
5 ἐπεκαλέσατο τὸν ὕψιστον δυνάστην ἐν τω̨̃ θλι̃ψαι αὐτὸν ἐχθροὺς κυκλόθεν καὶ ἐπήκουσεν αὐτου̃ μέγας κύριος ἐν λίθοις χαλάζης δυνάμεως κραταια̃ς
6 κατέρραξεν ἐπ' ἔθνος πόλεμον καὶ ἐν καταβάσει ἀπώλεσεν ἀνθεστηκότας ἵνα γνω̃σιν ἔθνη πανοπλίαν αὐτου̃ ὅτι ἐναντίον κυρίου ὁ πόλεμος αὐτου̃
7 καὶ γὰρ ἐπηκολούθησεν ὀπίσω δυνάστου καὶ ἐν ἡμέραις Μωυσέως ἐποίησεν ἔλεος αὐτὸς καὶ Χαλεβ υἱὸς Ιεφοννη ἀντιστη̃ναι ἔναντι ἐκκλησίας κωλυ̃σαι λαὸν ἀπὸ ἁμαρτίας καὶ κοπάσαι γογγυσμὸν πονηρίας
8 καὶ αὐτοὶ δύο ὄντες διεσώθησαν ἀπὸ ἑξακοσίων χιλιάδων πεζω̃ν εἰσαγαγει̃ν αὐτοὺς εἰς κληρονομίαν εἰς γη̃ν ῥέουσαν γάλα καὶ μέλι
9 καὶ ἔδωκεν ὁ κύριος τω̨̃ Χαλεβ ἰσχύν καὶ ἕως γήρους διέμεινεν αὐτω̨̃ ἐπιβη̃ναι αὐτὸν ἐπὶ τὸ ὕψος τη̃ς γη̃ς καὶ τὸ σπέρμα αὐτου̃ κατέσχεν κληρονομίαν
10 ὅπως ἴδωσιν πάντες οἱ υἱοὶ Ισραηλ ὅτι καλὸν τὸ πορεύεσθαι ὀπίσω κυρίου
11 καὶ οἱ κριταί ἕκαστος τω̨̃ αὐτου̃ ὀνόματι ὅσων οὐκ ἐξεπόρνευσεν ἡ καρδία καὶ ὅσοι οὐκ ἀπεστράφησαν ἀπὸ κυρίου εἴη τὸ μνημόσυνον αὐτω̃ν ἐν εὐλογίαις
12 τὰ ὀστα̃ αὐτω̃ν ἀναθάλοι ἐκ του̃ τόπου αὐτω̃ν καὶ τὸ ὄνομα αὐτω̃ν ἀντικαταλλασσόμενον ἐφ' υἱοι̃ς δεδοξασμένων αὐτω̃ν
13 ἠγαπημένος ὑπὸ κυρίου αὐτου̃ Σαμουηλ προφήτης κυρίου κατέστησεν βασιλείαν καὶ ἔχρισεν ἄρχοντας ἐπὶ τὸν λαὸν αὐτου̃
14 ἐν νόμω̨ κυρίου ἔκρινεν συναγωγήν καὶ ἐπεσκέψατο κύριος τὸν Ιακωβ
15 ἐν πίστει αὐτου̃ ἠκριβάσθη προφήτης καὶ ἐγνώσθη ἐν ῥήμασιν αὐτου̃ πιστὸς ὁράσεως
16 καὶ ἐπεκαλέσατο τὸν κύριον δυνάστην ἐν τω̨̃ θλι̃ψαι ἐχθροὺς αὐτου̃ κυκλόθεν ἐν προσφορα̨̃ ἀρνὸς γαλαθηνου̃
17 καὶ ἐβρόντησεν ἀπ' οὐρανου̃ ὁ κύριος καὶ ἐν ἤχω̨ μεγάλω̨ ἀκουστὴν ἐποίησεν τὴν φωνὴν αὐτου̃
18 καὶ ἐξέτριψεν ἡγουμένους Τυρίων καὶ πάντας ἄρχοντας Φυλιστιιμ
19 καὶ πρὸ καιρου̃ κοιμήσεως αἰω̃νος ἐπεμαρτύρατο ἔναντι κυρίου καὶ χριστου̃ αὐτου̃ χρήματα καὶ ἕως ὑποδημάτων ἀπὸ πάσης σαρκὸς οὐκ εἴληφα καὶ οὐκ ἐνεκάλεσεν αὐτω̨̃ ἄνθρωπος
20 καὶ μετὰ τὸ ὑπνω̃σαι αὐτὸν προεφήτευσεν καὶ ὑπέδειξεν βασιλει̃ τὴν τελευτὴν αὐτου̃ καὶ ἀνύψωσεν ἐκ γη̃ς τὴν φωνὴν αὐτου̃ ἐν προφητεία̨ ἐξαλει̃ψαι ἀνομίαν λαου̃

ΣΟΦΊΑ SEIRAC, κεφαλίς 47

1 καὶ μετὰ του̃τον ἀνέστη Ναθαν προφητεύειν ἐν ἡμέραις Δαυιδ
2 ὥσπερ στέαρ ἀφωρισμένον ἀπὸ σωτηρίου οὕτως Δαυιδ ἀπὸ τω̃ν υἱω̃ν Ισραηλ
3 ἐν λέουσιν ἔπαιξεν ὡς ἐν ἐρίφοις καὶ ἐν ἄρκοις ὡς ἐν ἄρνασι προβάτων
4 ἐν νεότητι αὐτου̃ οὐχὶ ἀπέκτεινεν γίγαντα καὶ ἐξη̃ρεν ὀνειδισμὸν ἐκ λαου̃ ἐν τω̨̃ ἐπα̃ραι χει̃ρα ἐν λίθω̨ σφενδόνης καὶ καταβαλει̃ν γαυρίαμα του̃ Γολιαθ
5 ἐπεκαλέσατο γὰρ κύριον τὸν ὕψιστον καὶ ἔδωκεν ἐν τη̨̃ δεξια̨̃ αὐτου̃ κράτος ἐξα̃ραι ἄνθρωπον δυνατὸν ἐν πολέμω̨ ἀνυψω̃σαι κέρας λαου̃ αὐτου̃
6 οὕτως ἐν μυριάσιν ἐδόξασαν αὐτὸν καὶ ἤ̨νεσαν αὐτὸν ἐν εὐλογίαις κυρίου ἐν τω̨̃ φέρεσθαι αὐτω̨̃ διάδημα δόξης
7 ἐξέτριψεν γὰρ ἐχθροὺς κυκλόθεν καὶ ἐξουδένωσεν Φυλιστιιμ τοὺς ὑπεναντίους ἕως σήμερον συνέτριψεν αὐτω̃ν κέρας
8 ἐν παντὶ ἔργω̨ αὐτου̃ ἔδωκεν ἐξομολόγησιν ἁγίω̨ ὑψίστω̨ ῥήματι δόξης ἐν πάση̨ καρδία̨ αὐτου̃ ὕμνησεν καὶ ἠγάπησεν τὸν ποιήσαντα αὐτόν
9 καὶ ἔστησεν ψαλτω̨δοὺς κατέναντι του̃ θυσιαστηρίου καὶ ἐξ ἠχου̃ς αὐτω̃ν γλυκαίνειν μέλη
10 ἔδωκεν ἐν ἑορται̃ς εὐπρέπειαν καὶ ἐκόσμησεν καιροὺς μέχρι συντελείας ἐν τω̨̃ αἰνει̃ν αὐτοὺς τὸ ἅγιον ὄνομα αὐτου̃ καὶ ἀπὸ πρωίας ἠχει̃ν τὸ ἁγίασμα
11 κύριος ἀφει̃λεν τὰς ἁμαρτίας αὐτου̃ καὶ ἀνύψωσεν εἰς αἰω̃να τὸ κέρας αὐτου̃ καὶ ἔδωκεν αὐτω̨̃ διαθήκην βασιλέων καὶ θρόνον δόξης ἐν τω̨̃ Ισραηλ
12 μετὰ του̃τον ἀνέστη υἱὸς ἐπιστήμων καὶ δι' αὐτὸν κατέλυσεν ἐν πλατυσμω̨̃
13 Σαλωμων ἐβασίλευσεν ἐν ἡμέραις εἰρήνης ὡ̨̃ ὁ θεὸς κατέπαυσεν κυκλόθεν ἵνα στήση̨ οἰ̃κον ἐπ' ὀνόματι αὐτου̃ καὶ ἑτοιμάση̨ ἁγίασμα εἰς τὸν αἰω̃να
14 ὡς ἐσοφίσθης ἐν νεότητί σου καὶ ἐνεπλήσθης ὡς ποταμὸς συνέσεως
15 γη̃ν ἐπεκάλυψεν ἡ ψυχή σου καὶ ἐνέπλησας ἐν παραβολαι̃ς αἰνιγμάτων
16 εἰς νήσους πόρρω ἀφίκετο τὸ ὄνομά σου καὶ ἠγαπήθης ἐν τη̨̃ εἰρήνη̨ σου
17 ἐν ὠ̨δαι̃ς καὶ παροιμίαις καὶ παραβολαι̃ς καὶ ἐν ἑρμηνείαις ἀπεθαύμασάν σε χω̃ραι
18 ἐν ὀνόματι κυρίου του̃ θεου̃ του̃ ἐπικεκλημένου θεου̃ Ισραηλ συνήγαγες ὡς κασσίτερον τὸ χρυσίον καὶ ὡς μόλιβον ἐπλήθυνας ἀργύριον
19 παρανέκλινας τὰς λαγόνας σου γυναιξὶν καὶ ἐνεξουσιάσθης ἐν τω̨̃ σώματί σου
20 ἔδωκας μω̃μον ἐν τη̨̃ δόξη̨ σου καὶ ἐβεβήλωσας τὸ σπέρμα σου ἐπαγαγει̃ν ὀργὴν ἐπὶ τὰ τέκνα σου καὶ κατανυγη̃ναι ἐπὶ τη̨̃ ἀφροσύνη̨ σου
21 γενέσθαι δίχα τυραννίδα καὶ ἐξ Εφραιμ ἄρξαι βασιλείαν ἀπειθη̃
22 ὁ δὲ κύριος οὐ μὴ καταλίπη̨ τὸ ἔλεος αὐτου̃ καὶ οὐ μὴ διαφθείρη̨ ἀπὸ τω̃ν λόγων αὐτου̃ οὐδὲ μὴ ἐξαλείψη̨ ἐκλεκτου̃ αὐτου̃ ἔκγονα καὶ σπέρμα του̃ ἀγαπήσαντος αὐτὸν οὐ μὴ ἐξάρη̨ καὶ τω̨̃ Ιακωβ ἔδωκεν κατάλειμμα καὶ τω̨̃ Δαυιδ ἐξ αὐτου̃ ῥίζαν
23 καὶ ἀνεπαύσατο Σαλωμων μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ κατέλιπεν μετ' αὐτὸν ἐκ του̃ σπέρματος αὐτου̃ λαου̃ ἀφροσύνην καὶ ἐλασσούμενον συνέσει Ροβοαμ ὃς ἀπέστησεν λαὸν ἐκ βουλη̃ς αὐτου̃
24 καὶ Ιεροβοαμ υἱὸς Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ καὶ ἔδωκεν τω̨̃ Εφραιμ ὁδὸν ἁμαρτίας καὶ ἐπληθύνθησαν αἱ ἁμαρτίαι αὐτω̃ν σφόδρα ἀποστη̃σαι αὐτοὺς ἀπὸ τη̃ς γη̃ς αὐτω̃ν
25 καὶ πα̃σαν πονηρίαν ἐξεζήτησαν ἕως ἐκδίκησις ἔλθη̨ ἐπ' αὐτούς

ΣΟΦΊΑ SEIRAC, κεφαλίς 48

1 καὶ ἀνέστη Ηλιας προφήτης ὡς πυ̃ρ καὶ ὁ λόγος αὐτου̃ ὡς λαμπὰς ἐκαίετο
2 ὃς ἐπήγαγεν ἐπ' αὐτοὺς λιμὸν καὶ τω̨̃ ζήλω̨ αὐτου̃ ὠλιγοποίησεν αὐτούς
3 ἐν λόγω̨ κυρίου ἀνέσχεν οὐρανόν κατήγαγεν οὕτως τρὶς πυ̃ρ
4 ὡς ἐδοξάσθης Ηλια ἐν θαυμασίοις σου καὶ τίς ὅμοιός σοι καυχα̃σθαι
5 ὁ ἐγείρας νεκρὸν ἐκ θανάτου καὶ ἐξ ἅ̨δου ἐν λόγω̨ ὑψίστου
6 ὁ καταγαγὼν βασιλει̃ς εἰς ἀπώλειαν καὶ δεδοξασμένους ἀπὸ κλίνης αὐτω̃ν
7 ἀκούων ἐν Σινα ἐλεγμὸν καὶ ἐν Χωρηβ κρίματα ἐκδικήσεως
8 ὁ χρίων βασιλει̃ς εἰς ἀνταπόδομα καὶ προφήτας διαδόχους μετ' αὐτόν
9 ὁ ἀναλημφθεὶς ἐν λαίλαπι πυρὸς ἐν ἅρματι ἵππων πυρίνων
10 ὁ καταγραφεὶς ἐν ἐλεγμοι̃ς εἰς καιροὺς κοπάσαι ὀργὴν πρὸ θυμου̃ ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καταστη̃σαι φυλὰς Ιακωβ
11 μακάριοι οἱ ἰδόντες σε καὶ οἱ ἐν ἀγαπήσει κεκοιμημένοι καὶ γὰρ ἡμει̃ς ζωη̨̃ ζησόμεθα
12 Ηλιας ὃς ἐν λαίλαπι ἐσκεπάσθη καὶ Ελισαιε ἐνεπλήσθη πνεύματος αὐτου̃ καὶ ἐν ἡμέραις αὐτου̃ οὐκ ἐσαλεύθη ὑπὸ ἄρχοντος καὶ οὐ κατεδυνάστευσεν αὐτὸν οὐδείς
13 πα̃ς λόγος οὐχ ὑπερη̃ρεν αὐτόν καὶ ἐν κοιμήσει ἐπροφήτευσεν τὸ σω̃μα αὐτου̃
14 καὶ ἐν ζωη̨̃ αὐτου̃ ἐποίησεν τέρατα καὶ ἐν τελευτη̨̃ θαυμάσια τὰ ἔργα αὐτου̃
15 ἐν πα̃σιν τούτοις οὐ μετενόησεν ὁ λαὸς καὶ οὐκ ἀπέστησαν ἀπὸ τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν ἕως ἐπρονομεύθησαν ἀπὸ γη̃ς αὐτω̃ν καὶ διεσκορπίσθησαν ἐν πάση̨ τη̨̃ γη̨̃
16 καὶ κατελείφθη ὁ λαὸς ὀλιγοστός καὶ ἄρχων ἐν τω̨̃ οἴκω̨ Δαυιδ τινὲς μὲν αὐτω̃ν ἐποίησαν τὸ ἀρεστόν τινὲς δὲ ἐπλήθυναν ἁμαρτίας
17 Εζεκιας ὠχύρωσεν τὴν πόλιν αὐτου̃ καὶ εἰσήγαγεν εἰς μέσον αὐτη̃ς ὕδωρ ὤρυξεν σιδήρω̨ ἀκρότομον καὶ ὠ̨κοδόμησεν κρήνας εἰς ὕδατα
18 ἐν ἡμέραις αὐτου̃ ἀνέβη Σενναχηριμ καὶ ἀπέστειλεν Ραψακην καὶ ἀπη̃ρεν καὶ ἐπη̃ρεν χει̃ρα αὐτου̃ ἐπὶ Σιων καὶ ἐμεγαλαύχησεν ἐν ὑπερηφανία̨ αὐτου̃
19 τότε ἐσαλεύθησαν καρδίαι καὶ χει̃ρες αὐτω̃ν καὶ ὠδίνησαν ὡς αἱ τίκτουσαι
20 καὶ ἐπεκαλέσαντο τὸν κύριον τὸν ἐλεήμονα ἐκπετάσαντες τὰς χει̃ρας αὐτω̃ν πρὸς αὐτόν καὶ ὁ ἅγιος ἐξ οὐρανου̃ ταχὺ ἐπήκουσεν αὐτω̃ν καὶ ἐλυτρώσατο αὐτοὺς ἐν χειρὶ Ησαιου
21 ἐπάταξεν τὴν παρεμβολὴν τω̃ν 'Ασσυρίων καὶ ἐξέτριψεν αὐτοὺς ὁ ἄγγελος αὐτου̃
22 ἐποίησεν γὰρ Εζεκιας τὸ ἀρεστὸν κυρίω̨ καὶ ἐνίσχυσεν ἐν ὁδοι̃ς Δαυιδ του̃ πατρὸς αὐτου̃ ἃς ἐνετείλατο Ησαιας ὁ προφήτης ὁ μέγας καὶ πιστὸς ἐν ὁράσει αὐτου̃
23 ἐν ται̃ς ἡμέραις αὐτου̃ ἀνεπόδισεν ὁ ἥλιος καὶ προσέθηκεν ζωὴν βασιλει̃
24 πνεύματι μεγάλω̨ εἰ̃δεν τὰ ἔσχατα καὶ παρεκάλεσεν τοὺς πενθου̃ντας ἐν Σιων
25 ἕως του̃ αἰω̃νος ὑπέδειξεν τὰ ἐσόμενα καὶ τὰ ἀπόκρυφα πρὶν ἢ παραγενέσθαι αὐτά

ΣΟΦΊΑ SEIRAC, κεφαλίς 49

1 μνημόσυνον Ιωσιου εἰς σύνθεσιν θυμιάματος ἐσκευασμένον ἔργω̨ μυρεψου̃ ἐν παντὶ στόματι ὡς μέλι γλυκανθήσεται καὶ ὡς μουσικὰ ἐν συμποσίω̨ οἴνου
2 αὐτὸς κατευθύνθη ἐν ἐπιστροφη̨̃ λαου̃ καὶ ἐξη̃ρεν βδελύγματα ἀνομίας
3 κατεύθυνεν πρὸς κύριον τὴν καρδίαν αὐτου̃ ἐν ἡμέραις ἀνόμων κατίσχυσεν τὴν εὐσέβειαν
4 πάρεξ Δαυιδ καὶ Εζεκιου καὶ Ιωσιου πάντες πλημμέλειαν ἐπλημμέλησαν κατέλιπον γὰρ τὸν νόμον του̃ ὑψίστου οἱ βασιλει̃ς Ιουδα ἐξέλιπον
5 ἔδωκαν γὰρ τὸ κέρας αὐτω̃ν ἑτέροις καὶ τὴν δόξαν αὐτω̃ν ἔθνει ἀλλοτρίω̨
6 ἐνεπύρισαν ἐκλεκτὴν πόλιν ἁγιάσματος καὶ ἠρήμωσαν τὰς ὁδοὺς αὐτη̃ς
7 ἐν χειρὶ Ιερεμιου ἐκάκωσαν γὰρ αὐτόν καὶ αὐτὸς ἐν μήτρα̨ ἡγιάσθη προφήτης ἐκριζου̃ν καὶ κακου̃ν καὶ ἀπολλύειν ὡσαύτως οἰκοδομει̃ν καὶ καταφυτεύειν
8 Ιεζεκιηλ ὃς εἰ̃δεν ὅρασιν δόξης ἣν ὑπέδειξεν αὐτω̨̃ ἐπὶ ἅρματος χερουβιν
9 καὶ γὰρ ἐμνήσθη τω̃ν ἐχθρω̃ν ἐν ὄμβρω̨ καὶ ἀγαθω̃σαι τοὺς εὐθύνοντας ὁδούς
10 καὶ τω̃ν δώδεκα προφητω̃ν τὰ ὀστα̃ ἀναθάλοι ἐκ του̃ τόπου αὐτω̃ν παρεκάλεσαν γὰρ τὸν Ιακωβ καὶ ἐλυτρώσαντο αὐτοὺς ἐν πίστει ἐλπίδος
11 πω̃ς μεγαλύνωμεν τὸν Ζοροβαβελ καὶ αὐτὸς ὡς σφραγὶς ἐπὶ δεξια̃ς χειρός
12 οὕτως 'Ιησου̃ς υἱὸς Ιωσεδεκ οἳ ἐν ἡμέραις αὐτω̃ν ὠ̨κοδόμησαν οἰ̃κον καὶ ἀνύψωσαν ναὸν ἅγιον κυρίω̨ ἡτοιμασμένον εἰς δόξαν αἰω̃νος
13 καὶ Νεεμιου ἐπὶ πολὺ τὸ μνημόσυνον του̃ ἐγείραντος ἡμι̃ν τείχη πεπτωκότα καὶ στήσαντος πύλας καὶ μοχλοὺς καὶ ἀνεγείραντος τὰ οἰκόπεδα ἡμω̃ν
14 οὐδεὶς ἐκτίσθη ἐπὶ τη̃ς γη̃ς τοιου̃τος οἱ̃ος Ενωχ καὶ γὰρ αὐτὸς ἀνελήμφθη ἀπὸ τη̃ς γη̃ς
15 οὐδὲ ὡς Ιωσηφ ἐγεννήθη ἀνὴρ ἡγούμενος ἀδελφω̃ν στήριγμα λαου̃ καὶ τὰ ὀστα̃ αὐτου̃ ἐπεσκέπησαν
16 Σημ καὶ Σηθ ἐν ἀνθρώποις ἐδοξάσθησαν καὶ ὑπὲρ πα̃ν ζω̨̃ον ἐν τη̨̃ κτίσει Αδαμ

ΣΟΦΊΑ SEIRAC, κεφαλίς 50

1 Σιμων Ονιου υἱὸς ἱερεὺς ὁ μέγας ὃς ἐν ζωη̨̃ αὐτου̃ ὑπέρραψεν οἰ̃κον καὶ ἐν ἡμέραις αὐτου̃ ἐστερέωσεν ναόν
2 καὶ ὑπ' αὐτου̃ ἐθεμελιώθη ὕψος διπλη̃ς ἀνάλημμα ὑψηλὸν περιβόλου ἱερου̃
3 ἐν ἡμέραις αὐτου̃ ἐλατομήθη ἀποδοχει̃ον ὑδάτων λάκκος ὡσεὶ θαλάσσης τὸ περίμετρον
4 ὁ φροντίζων του̃ λαου̃ αὐτου̃ ἀπὸ πτώσεως καὶ ἐνισχύσας πόλιν ἐν πολιορκήσει
5 ὡς ἐδοξάσθη ἐν περιστροφη̨̃ λαου̃ ἐν ἐξόδω̨ οἴκου καταπετάσματος
6 ὡς ἀστὴρ ἑωθινὸς ἐν μέσω̨ νεφελω̃ν ὡς σελήνη πλήρης ἐν ἡμέραις
7 ὡς ἥλιος ἐκλάμπων ἐπὶ ναὸν ὑψίστου καὶ ὡς τόξον φωτίζον ἐν νεφέλαις δόξης
8 ὡς ἄνθος ῥόδων ἐν ἡμέραις νέων ὡς κρίνα ἐπ' ἐξόδω̨ ὕδατος ὡς βλαστὸς Λιβάνου ἐν ἡμέραις θέρους
9 ὡς πυ̃ρ καὶ λίβανος ἐπὶ πυρείου ὡς σκευ̃ος χρυσίου ὁλοσφύρητον κεκοσμημένον παντὶ λίθω̨ πολυτελει̃
10 ὡς ἐλαία ἀναθάλλουσα καρποὺς καὶ ὡς κυπάρισσος ὑψουμένη ἐν νεφέλαις
11 ἐν τω̨̃ ἀναλαμβάνειν αὐτὸν στολὴν δόξης καὶ ἐνδιδύσκεσθαι αὐτὸν συντέλειαν καυχήματος ἐν ἀναβάσει θυσιαστηρίου ἁγίου ἐδόξασεν περιβολὴν ἁγιάσματος
12 ἐν δὲ τω̨̃ δέχεσθαι μέλη ἐκ χειρω̃ν ἱερέων καὶ αὐτὸς ἑστὼς παρ' ἐσχάρα̨ βωμου̃ κυκλόθεν αὐτου̃ στέφανος ἀδελφω̃ν ὡς βλάστημα κέδρων ἐν τω̨̃ Λιβάνω̨ καὶ ἐκύκλωσαν αὐτὸν ὡς στελέχη φοινίκων
13 καὶ πάντες οἱ υἱοὶ Ααρων ἐν δόξη̨ αὐτω̃ν καὶ προσφορὰ κυρίου ἐν χερσὶν αὐτω̃ν ἔναντι πάσης ἐκκλησίας Ισραηλ
14 καὶ συντέλειαν λειτουργω̃ν ἐπὶ βωμω̃ν κοσμη̃σαι προσφορὰν ὑψίστου παντοκράτορος
15 ἐξέτεινεν ἐπὶ σπονδείου χει̃ρα αὐτου̃ καὶ ἔσπεισεν ἐξ αἵματος σταφυλη̃ς ἐξέχεεν εἰς θεμέλια θυσιαστηρίου ὀσμὴν εὐωδίας ὑψίστω̨ παμβασιλει̃
16 τότε ἀνέκραγον οἱ υἱοὶ Ααρων ἐν σάλπιγξιν ἐλαται̃ς ἤχησαν ἀκουστὴν ἐποίησαν φωνὴν μεγάλην εἰς μνημόσυνον ἔναντι ὑψίστου
17 τότε πα̃ς ὁ λαὸς κοινη̨̃ κατέσπευσαν καὶ ἔπεσαν ἐπὶ πρόσωπον ἐπὶ τὴν γη̃ν προσκυνη̃σαι τω̨̃ κυρίω̨ αὐτω̃ν παντοκράτορι θεω̨̃ ὑψίστω̨
18 καὶ ἤ̨νεσαν οἱ ψαλτω̨δοὶ ἐν φωναι̃ς αὐτω̃ν ἐν πλείστω̨ ἤχω̨ ἐγλυκάνθη μέλος
19 καὶ ἐδεήθη ὁ λαὸς κυρίου ὑψίστου ἐν προσευχη̨̃ κατέναντι ἐλεήμονος ἕως συντελεσθη̨̃ κόσμος κυρίου καὶ τὴν λειτουργίαν αὐτου̃ ἐτελείωσαν
20 τότε καταβὰς ἐπη̃ρεν χει̃ρας αὐτου̃ ἐπὶ πα̃σαν ἐκκλησίαν υἱω̃ν Ισραηλ δου̃ναι εὐλογίαν κυρίου ἐκ χειλέων αὐτου̃ καὶ ἐν ὀνόματι αὐτου̃ καυχήσασθαι
21 καὶ ἐδευτέρωσαν ἐν προσκυνήσει ἐπιδέξασθαι τὴν εὐλογίαν παρὰ ὑψίστου
22 καὶ νυ̃ν εὐλογήσατε τὸν θεὸν πάντων τὸν μεγάλα ποιου̃ντα πάντη̨ τὸν ὑψου̃ντα ἡμέρας ἡμω̃ν ἐκ μήτρας καὶ ποιου̃ντα μεθ' ἡμω̃ν κατὰ τὸ ἔλεος αὐτου̃
23 δώ̨η ἡμι̃ν εὐφροσύνην καρδίας καὶ γενέσθαι εἰρήνην ἐν ἡμέραις ἡμω̃ν ἐν Ισραηλ κατὰ τὰς ἡμέρας του̃ αἰω̃νος
24 ἐμπιστεύσαι μεθ' ἡμω̃ν τὸ ἔλεος αὐτου̃ καὶ ἐν ται̃ς ἡμέραις ἡμω̃ν λυτρωσάσθω ἡμα̃ς
25 ἐν δυσὶν ἔθνεσιν προσώχθισεν ἡ ψυχή μου καὶ τὸ τρίτον οὐκ ἔστιν ἔθνος
26 οἱ καθήμενοι ἐν ὄρει Σαμαρείας καὶ Φυλιστιιμ καὶ ὁ λαὸς ὁ μωρὸς ὁ κατοικω̃ν ἐν Σικιμοις
27 παιδείαν συνέσεως καὶ ἐπιστήμης ἐχάραξεν ἐν τω̨̃ βιβλίω̨ τούτω̨ 'Ιησου̃ς υἱὸς Σιραχ Ελεαζαρ ὁ Ιεροσολυμίτης ὃς ἀνώμβρησεν σοφίαν ἀπὸ καρδίας αὐτου̃
28 μακάριος ὃς ἐν τούτοις ἀναστραφήσεται καὶ θεὶς αὐτὰ ἐπὶ καρδίαν αὐτου̃ σοφισθήσεται
29 ἐὰν γὰρ αὐτὰ ποιήση̨ πρὸς πάντα ἰσχύσει ὅτι φω̃ς κυρίου τὸ ἴχνος αὐτου̃
Читать далее:ΣΟΦΊΑ SEIRAC, κεφαλίς 51
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).