Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 8

καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
λαβὲ Ααρων καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ τὰς στολὰς αὐτου̃ καὶ τὸ ἔλαιον τη̃ς χρίσεως καὶ τὸν μόσχον τὸν περὶ τη̃ς ἁμαρτίας καὶ τοὺς δύο κριοὺς καὶ τὸ κανου̃ν τω̃ν ἀζύμων
καὶ πα̃σαν τὴν συναγωγὴν ἐκκλησίασον ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου
καὶ ἐποίησεν Μωυση̃ς ὃν τρόπον συνέταξεν αὐτω̨̃ κύριος καὶ ἐξεκκλησίασεν τὴν συναγωγὴν ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου
καὶ εἰ̃πεν Μωυση̃ς τη̨̃ συναγωγη̨̃ του̃τό ἐστιν τὸ ῥη̃μα ὃ ἐνετείλατο κύριος ποιη̃σαι
καὶ προσήνεγκεν Μωυση̃ς τὸν Ααρων καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ ἔλουσεν αὐτοὺς ὕδατι
καὶ ἐνέδυσεν αὐτὸν τὸν χιτω̃να καὶ ἔζωσεν αὐτὸν τὴν ζώνην καὶ ἐνέδυσεν αὐτὸν τὸν ὑποδύτην καὶ ἐπέθηκεν ἐπ' αὐτὸν τὴν ἐπωμίδα καὶ συνέζωσεν αὐτὸν κατὰ τὴν ποίησιν τη̃ς ἐπωμίδος καὶ συνέσφιγξεν αὐτὸν ἐν αὐτη̨̃
καὶ ἐπέθηκεν ἐπ' αὐτὴν τὸ λογει̃ον καὶ ἐπέθηκεν ἐπὶ τὸ λογει̃ον τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν
καὶ ἐπέθηκεν τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτου̃ καὶ ἐπέθηκεν ἐπὶ τὴν μίτραν κατὰ πρόσωπον αὐτου̃ τὸ πέταλον τὸ χρυσου̃ν τὸ καθηγιασμένον ἅγιον ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃
10 καὶ ἔλαβεν Μωυση̃ς ἀπὸ του̃ ἐλαίου τη̃ς χρίσεως
11 καὶ ἔρρανεν ἀπ' αὐτου̃ ἐπὶ τὸ θυσιαστήριον ἑπτάκις καὶ ἔχρισεν τὸ θυσιαστήριον καὶ ἡγίασεν αὐτὸ καὶ πάντα τὰ σκεύη αὐτου̃ καὶ τὸν λουτη̃ρα καὶ τὴν βάσιν αὐτου̃ καὶ ἡγίασεν αὐτά καὶ ἔχρισεν τὴν σκηνὴν καὶ πάντα τὰ ἐν αὐτη̨̃ καὶ ἡγίασεν αὐτήν
12 καὶ ἐπέχεεν Μωυση̃ς ἀπὸ του̃ ἐλαίου τη̃ς χρίσεως ἐπὶ τὴν κεφαλὴν Ααρων καὶ ἔχρισεν αὐτὸν καὶ ἡγίασεν αὐτόν
13 καὶ προσήγαγεν Μωυση̃ς τοὺς υἱοὺς Ααρων καὶ ἐνέδυσεν αὐτοὺς χιτω̃νας καὶ ἔζωσεν αὐτοὺς ζώνας καὶ περιέθηκεν αὐτοι̃ς κιδάρεις καθάπερ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃
14 καὶ προσήγαγεν Μωυση̃ς τὸν μόσχον τὸν περὶ τη̃ς ἁμαρτίας καὶ ἐπέθηκεν Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ τὰς χει̃ρας ἐπὶ τὴν κεφαλὴν του̃ μόσχου του̃ τη̃ς ἁμαρτίας
15 καὶ ἔσφαξεν αὐτὸν καὶ ἔλαβεν Μωυση̃ς ἀπὸ του̃ αἵματος καὶ ἐπέθηκεν ἐπὶ τὰ κέρατα του̃ θυσιαστηρίου κύκλω̨ τω̨̃ δακτύλω̨ καὶ ἐκαθάρισεν τὸ θυσιαστήριον καὶ τὸ αἱ̃μα ἐξέχεεν ἐπὶ τὴν βάσιν του̃ θυσιαστηρίου καὶ ἡγίασεν αὐτὸ του̃ ἐξιλάσασθαι ἐπ' αὐτου̃
16 καὶ ἔλαβεν Μωυση̃ς πα̃ν τὸ στέαρ τὸ ἐπὶ τω̃ν ἐνδοσθίων καὶ τὸν λοβὸν τὸν ἐπὶ του̃ ἥπατος καὶ ἀμφοτέρους τοὺς νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτω̃ν καὶ ἀνήνεγκεν Μωυση̃ς ἐπὶ τὸ θυσιαστήριον
17 καὶ τὸν μόσχον καὶ τὴν βύρσαν αὐτου̃ καὶ τὰ κρέα αὐτου̃ καὶ τὴν κόπρον αὐτου̃ καὶ κατέκαυσεν αὐτὰ πυρὶ ἔξω τη̃ς παρεμβολη̃ς ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃
18 καὶ προσήγαγεν Μωυση̃ς τὸν κριὸν τὸν εἰς ὁλοκαύτωμα καὶ ἐπέθηκεν Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ τὰς χει̃ρας αὐτω̃ν ἐπὶ τὴν κεφαλὴν του̃ κριου̃
19 καὶ ἔσφαξεν Μωυση̃ς τὸν κριόν καὶ προσέχεεν Μωυση̃ς τὸ αἱ̃μα ἐπὶ τὸ θυσιαστήριον κύκλω̨
20 καὶ τὸν κριὸν ἐκρεανόμησεν κατὰ μέλη καὶ ἀνήνεγκεν Μωυση̃ς τὴν κεφαλὴν καὶ τὰ μέλη καὶ τὸ στέαρ
21 καὶ τὴν κοιλίαν καὶ τοὺς πόδας ἔπλυνεν ὕδατι καὶ ἀνήνεγκεν Μωυση̃ς ὅλον τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον ὁλοκαύτωμα ὅ ἐστιν εἰς ὀσμὴν εὐωδίας κάρπωμά ἐστιν τω̨̃ κυρίω̨ καθάπερ ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃
22 καὶ προσήγαγεν Μωυση̃ς τὸν κριὸν τὸν δεύτερον κριὸν τελειώσεως καὶ ἐπέθηκεν Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ τὰς χει̃ρας αὐτω̃ν ἐπὶ τὴν κεφαλὴν του̃ κριου̃
23 καὶ ἔσφαξεν αὐτὸν καὶ ἔλαβεν Μωυση̃ς ἀπὸ του̃ αἵματος αὐτου̃ καὶ ἐπέθηκεν ἐπὶ τὸν λοβὸν του̃ ὠτὸς Ααρων του̃ δεξιου̃ καὶ ἐπὶ τὸ ἄκρον τη̃ς χειρὸς τη̃ς δεξια̃ς καὶ ἐπὶ τὸ ἄκρον του̃ ποδὸς του̃ δεξιου̃
24 καὶ προσήγαγεν Μωυση̃ς τοὺς υἱοὺς Ααρων καὶ ἐπέθηκεν Μωυση̃ς ἀπὸ του̃ αἵματος ἐπὶ τοὺς λοβοὺς τω̃ν ὤτων τω̃ν δεξιω̃ν καὶ ἐπὶ τὰ ἄκρα τω̃ν χειρω̃ν αὐτω̃ν τω̃ν δεξιω̃ν καὶ ἐπὶ τὰ ἄκρα τω̃ν ποδω̃ν αὐτω̃ν τω̃ν δεξιω̃ν καὶ προσέχεεν Μωυση̃ς τὸ αἱ̃μα ἐπὶ τὸ θυσιαστήριον κύκλω̨
25 καὶ ἔλαβεν τὸ στέαρ καὶ τὴν ὀσφὺν καὶ τὸ στέαρ τὸ ἐπὶ τη̃ς κοιλίας καὶ τὸν λοβὸν του̃ ἥπατος καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτω̃ν καὶ τὸν βραχίονα τὸν δεξιόν
26 καὶ ἀπὸ του̃ κανου̃ τη̃ς τελειώσεως του̃ ὄντος ἔναντι κυρίου ἔλαβεν ἄρτον ἕνα ἄζυμον καὶ ἄρτον ἐξ ἐλαίου ἕνα καὶ λάγανον ἓν καὶ ἐπέθηκεν ἐπὶ τὸ στέαρ καὶ τὸν βραχίονα τὸν δεξιόν
27 καὶ ἐπέθηκεν ἅπαντα ἐπὶ τὰς χει̃ρας Ααρων καὶ ἐπὶ τὰς χει̃ρας τω̃ν υἱω̃ν αὐτου̃ καὶ ἀνήνεγκεν αὐτὰ ἀφαίρεμα ἔναντι κυρίου
28 καὶ ἔλαβεν Μωυση̃ς ἀπὸ τω̃ν χειρω̃ν αὐτω̃ν καὶ ἀνήνεγκεν αὐτὰ Μωυση̃ς ἐπὶ τὸ θυσιαστήριον ἐπὶ τὸ ὁλοκαύτωμα τη̃ς τελειώσεως ὅ ἐστιν ὀσμὴ εὐωδίας κάρπωμά ἐστιν τω̨̃ κυρίω̨
29 καὶ λαβὼν Μωυση̃ς τὸ στηθύνιον ἀφει̃λεν αὐτὸ ἐπίθεμα ἔναντι κυρίου ἀπὸ του̃ κριου̃ τη̃ς τελειώσεως καὶ ἐγένετο Μωυση̨̃ ἐν μερίδι καθὰ ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃
30 καὶ ἔλαβεν Μωυση̃ς ἀπὸ του̃ ἐλαίου τη̃ς χρίσεως καὶ ἀπὸ του̃ αἵματος του̃ ἐπὶ του̃ θυσιαστηρίου καὶ προσέρρανεν ἐπὶ Ααρων καὶ τὰς στολὰς αὐτου̃ καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ τὰς στολὰς τω̃ν υἱω̃ν αὐτου̃ μετ' αὐτου̃ καὶ ἡγίασεν Ααρων καὶ τὰς στολὰς αὐτου̃ καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ τὰς στολὰς τω̃ν υἱω̃ν αὐτου̃ μετ' αὐτου̃
31 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς Ααρων καὶ τοὺς υἱοὺς αὐτου̃ ἑψήσατε τὰ κρέα ἐν τη̨̃ αὐλη̨̃ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἐν τόπω̨ ἁγίω̨ καὶ ἐκει̃ φάγεσθε αὐτὰ καὶ τοὺς ἄρτους τοὺς ἐν τω̨̃ κανω̨̃ τη̃ς τελειώσεως ὃν τρόπον συντέτακταί μοι λέγων Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ φάγονται αὐτά
32 καὶ τὸ καταλειφθὲν τω̃ν κρεω̃ν καὶ τω̃ν ἄρτων ἐν πυρὶ κατακαυθήσεται
33 καὶ ἀπὸ τη̃ς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου οὐκ ἐξελεύσεσθε ἑπτὰ ἡμέρας ἕως ἡμέρα πληρωθη̨̃ ἡμέρα τελειώσεως ὑμω̃ν ἑπτὰ γὰρ ἡμέρας τελειώσει τὰς χει̃ρας ὑμω̃ν
34 καθάπερ ἐποίησεν ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ ἐνετείλατο κύριος του̃ ποιη̃σαι ὥστε ἐξιλάσασθαι περὶ ὑμω̃ν
35 καὶ ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καθήσεσθε ἑπτὰ ἡμέρας ἡμέραν καὶ νύκτα φυλάξεσθε τὰ φυλάγματα κυρίου ἵνα μὴ ἀποθάνητε οὕτως γὰρ ἐνετείλατό μοι κύριος ὁ θεός
36 καὶ ἐποίησεν Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ πάντας τοὺς λόγους οὓς συνέταξεν κύριος τω̨̃ Μωυση̨̃
Читать далее:ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 9
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).