1 καὶ γυνὴ μία ἀπὸ τω̃ν υἱω̃ν τω̃ν προφητω̃ν ἐβόα πρὸς Ελισαιε λέγουσα ὁ δου̃λός σου ὁ ἀνήρ μου ἀπέθανεν καὶ σὺ ἔγνως ὅτι δου̃λος ἠ̃ν φοβούμενος τὸν κύριον καὶ ὁ δανιστὴς ἠ̃λθεν λαβει̃ν τοὺς δύο υἱούς μου ἑαυτω̨̃ εἰς δούλους |
2 καὶ εἰ̃πεν Ελισαιε τί ποιήσω σοι ἀνάγγειλόν μοι τί ἐστίν σοι ἐν τω̨̃ οἴκω̨ ἡ δὲ εἰ̃πεν οὐκ ἔστιν τη̨̃ δούλη̨ σου οὐθὲν ἐν τω̨̃ οἴκω̨ ὅτι ἀλλ' ἢ ὃ ἀλείψομαι ἔλαιον |
3 καὶ εἰ̃πεν πρὸς αὐτήν δευ̃ρο αἴτησον σαυτη̨̃ σκεύη ἔξωθεν παρὰ πάντων τω̃ν γειτόνων σου σκεύη κενά μὴ ὀλιγώση̨ς |
4 καὶ εἰσελεύση̨ καὶ ἀποκλείσεις τὴν θύραν κατὰ σου̃ καὶ κατὰ τω̃ν υἱω̃ν σου καὶ ἀποχεει̃ς εἰς τὰ σκεύη ταυ̃τα καὶ τὸ πληρωθὲν ἀρει̃ς |
5 καὶ ἀπη̃λθεν παρ' αὐτου̃ καὶ ἐποίησεν οὕτως καὶ ἀπέκλεισεν τὴν θύραν κατ' αὐτη̃ς καὶ κατὰ τω̃ν υἱω̃ν αὐτη̃ς αὐτοὶ προσήγγιζον πρὸς αὐτήν καὶ αὐτὴ ἐπέχεεν |
6 ἕως ἐπλήσθησαν τὰ σκεύη καὶ εἰ̃πεν πρὸς τοὺς υἱοὺς αὐτη̃ς ἐγγίσατε ἔτι πρός με σκευ̃ος καὶ εἰ̃πον αὐτη̨̃ οὐκ ἔστιν ἔτι σκευ̃ος καὶ ἔστη τὸ ἔλαιον |
7 καὶ ἠ̃λθεν καὶ ἀπήγγειλεν τω̨̃ ἀνθρώπω̨ του̃ θεου̃ καὶ εἰ̃πεν Ελισαιε δευ̃ρο καὶ ἀπόδου τὸ ἔλαιον καὶ ἀποτείσεις τοὺς τόκους σου καὶ σὺ καὶ οἱ υἱοί σου ζήσεσθε ἐν τω̨̃ ἐπιλοίπω̨ ἐλαίω̨ |
8 καὶ ἐγένετο ἡμέρα καὶ διέβη Ελισαιε εἰς Σουμαν καὶ ἐκει̃ γυνὴ μεγάλη καὶ ἐκράτησεν αὐτὸν φαγει̃ν ἄρτον καὶ ἐγένετο ἀφ' ἱκανου̃ του̃ εἰσπορεύεσθαι αὐτὸν ἐξέκλινεν του̃ ἐκει̃ φαγει̃ν |
9 καὶ εἰ̃πεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτη̃ς ἰδοὺ δὴ ἔγνων ὅτι ἄνθρωπος του̃ θεου̃ ἅγιος οὑ̃τος διαπορεύεται ἐφ' ἡμα̃ς διὰ παντός |
10 ποιήσωμεν δὴ αὐτω̨̃ ὑπερω̨̃ον τόπον μικρὸν καὶ θω̃μεν αὐτω̨̃ ἐκει̃ κλίνην καὶ τράπεζαν καὶ δίφρον καὶ λυχνίαν καὶ ἔσται ἐν τω̨̃ εἰσπορεύεσθαι πρὸς ἡμα̃ς καὶ ἐκκλινει̃ ἐκει̃ |
11 καὶ ἐγένετο ἡμέρα καὶ εἰση̃λθεν ἐκει̃ καὶ ἐξέκλινεν εἰς τὸ ὑπερω̨̃ον καὶ ἐκοιμήθη ἐκει̃ |
12 καὶ εἰ̃πεν πρὸς Γιεζι τὸ παιδάριον αὐτου̃ κάλεσόν μοι τὴν Σωμανι̃τιν ταύτην καὶ ἐκάλεσεν αὐτήν καὶ ἔστη ἐνώπιον αὐτου̃ |
13 καὶ εἰ̃πεν αὐτω̨̃ εἰπὸν δὴ πρὸς αὐτήν ἰδοὺ ἐξέστησας ἡμι̃ν πα̃σαν τὴν ἔκστασιν ταύτην τί δει̃ ποιη̃σαί σοι εἰ ἔστιν λόγος σοι πρὸς τὸν βασιλέα ἢ πρὸς τὸν ἄρχοντα τη̃ς δυνάμεως ἡ δὲ εἰ̃πεν ἐν μέσω̨ του̃ λαου̃ μου ἐγώ εἰμι οἰκω̃ |
14 καὶ εἰ̃πεν τί δει̃ ποιη̃σαι αὐτη̨̃ καὶ εἰ̃πεν Γιεζι τὸ παιδάριον αὐτου̃ καὶ μάλα υἱὸς οὐκ ἔστιν αὐτη̨̃ καὶ ὁ ἀνὴρ αὐτη̃ς πρεσβύτης |
15 καὶ ἐκάλεσεν αὐτήν καὶ ἔστη παρὰ τὴν θύραν |
16 καὶ εἰ̃πεν Ελισαιε πρὸς αὐτήν εἰς τὸν καιρὸν του̃τον ὡς ἡ ὥρα ζω̃σα σὺ περιειληφυι̃α υἱόν ἡ δὲ εἰ̃πεν μή κύριέ μου μὴ διαψεύση̨ τὴν δούλην σου |
17 καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνὴ καὶ ἔτεκεν υἱὸν εἰς τὸν καιρὸν του̃τον ὡς ἡ ὥρα ζω̃σα ὡς ἐλάλησεν πρὸς αὐτὴν Ελισαιε |
18 καὶ ἡδρύνθη τὸ παιδάριον καὶ ἐγένετο ἡνίκα ἐξη̃λθεν τὸ παιδάριον πρὸς τὸν πατέρα αὐτου̃ πρὸς τοὺς θερίζοντας |
19 καὶ εἰ̃πεν πρὸς τὸν πατέρα αὐτου̃ τὴν κεφαλήν μου τὴν κεφαλήν μου καὶ εἰ̃πεν τω̨̃ παιδαρίω̨ ἀ̃ρον αὐτὸν πρὸς τὴν μητέρα αὐτου̃ |
20 καὶ ἠ̃ρεν αὐτὸν πρὸς τὴν μητέρα αὐτου̃ καὶ ἐκοιμήθη ἐπὶ τω̃ν γονάτων αὐτη̃ς ἕως μεσημβρίας καὶ ἀπέθανεν |
21 καὶ ἀνήνεγκεν αὐτὸν καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τὴν κλίνην του̃ ἀνθρώπου του̃ θεου̃ καὶ ἀπέκλεισεν κατ' αὐτου̃ καὶ ἐξη̃λθεν |
22 καὶ ἐκάλεσεν τὸν ἄνδρα αὐτη̃ς καὶ εἰ̃πεν ἀπόστειλον δή μοι ἓν τω̃ν παιδαρίων καὶ μίαν τω̃ν ὄνων καὶ δραμου̃μαι ἕως του̃ ἀνθρώπου του̃ θεου̃ καὶ ἐπιστρέψω |
23 καὶ εἰ̃πεν τί ὅτι σὺ πορεύη̨ πρὸς αὐτὸν σήμερον οὐ νεομηνία οὐδὲ σάββατον ἡ δὲ εἰ̃πεν εἰρήνη |
24 καὶ ἐπέσαξεν τὴν ὄνον καὶ εἰ̃πεν πρὸς τὸ παιδάριον αὐτη̃ς ἄγε πορεύου μὴ ἐπίσχη̨ς μοι του̃ ἐπιβη̃ναι ὅτι ἐὰν εἴπω σοι |
25 δευ̃ρο καὶ πορεύση̨ καὶ ἐλεύση̨ πρὸς τὸν ἄνθρωπον του̃ θεου̃ εἰς τὸ ὄρος τὸ Καρμήλιον καὶ ἐγένετο ὡς εἰ̃δεν Ελισαιε ἐρχομένην αὐτήν καὶ εἰ̃πεν πρὸς Γιεζι τὸ παιδάριον αὐτου̃ ἰδοὺ δὴ ἡ Σωμανι̃τις ἐκείνη |
26 νυ̃ν δράμε εἰς ἀπαντὴν αὐτη̃ς καὶ ἐρει̃ς εἰ εἰρήνη σοι εἰ εἰρήνη τω̨̃ ἀνδρί σου εἰ εἰρήνη τω̨̃ παιδαρίω̨ ἡ δὲ εἰ̃πεν Εἰρήνη |
27 καὶ ἠ̃λθεν πρὸς Ελισαιε εἰς τὸ ὄρος καὶ ἐπελάβετο τω̃ν ποδω̃ν αὐτου̃ καὶ ἤγγισεν Γιεζι ἀπώσασθαι αὐτήν καὶ εἰ̃πεν Ελισαιε ἄφες αὐτήν ὅτι ἡ ψυχὴ αὐτη̃ς κατώδυνος αὐτη̨̃ καὶ κύριος ἀπέκρυψεν ἀπ' ἐμου̃ καὶ οὐκ ἀνήγγειλέν μοι |
28 ἡ δὲ εἰ̃πεν μὴ ἠ̨τησάμην υἱὸν παρὰ του̃ κυρίου μου οὐκ εἰ̃πα οὐ πλανήσεις μετ' ἐμου̃ |
29 καὶ εἰ̃πεν Ελισαιε τω̨̃ Γιεζι ζω̃σαι τὴν ὀσφύν σου καὶ λαβὲ τὴν βακτηρίαν μου ἐν τη̨̃ χειρί σου καὶ δευ̃ρο ὅτι ἐὰν εὕρη̨ς ἄνδρα οὐκ εὐλογήσεις αὐτόν καὶ ἐὰν εὐλογήση̨ σε ἀνήρ οὐκ ἀποκριθήση̨ αὐτω̨̃ καὶ ἐπιθήσεις τὴν βακτηρίαν μου ἐπὶ πρόσωπον του̃ παιδαρίου |
30 καὶ εἰ̃πεν ἡ μήτηρ του̃ παιδαρίου ζη̨̃ κύριος καὶ ζη̨̃ ἡ ψυχή σου εἰ ἐγκαταλείψω σε καὶ ἀνέστη Ελισαιε καὶ ἐπορεύθη ὀπίσω αὐτη̃ς |
31 καὶ Γιεζι διη̃λθεν ἔμπροσθεν αὐτη̃ς καὶ ἐπέθηκεν τὴν βακτηρίαν ἐπὶ πρόσωπον του̃ παιδαρίου καὶ οὐκ ἠ̃ν φωνὴ καὶ οὐκ ἠ̃ν ἀκρόασις καὶ ἐπέστρεψεν εἰς ἀπαντὴν αὐτου̃ καὶ ἀπήγγειλεν αὐτω̨̃ λέγων οὐκ ἠγέρθη τὸ παιδάριον |
32 καὶ εἰση̃λθεν Ελισαιε εἰς τὸν οἰ̃κον καὶ ἰδοὺ τὸ παιδάριον τεθνηκὸς κεκοιμισμένον ἐπὶ τὴν κλίνην αὐτου̃ |
33 καὶ εἰση̃λθεν Ελισαιε εἰς τὸν οἰ̃κον καὶ ἀπέκλεισεν τὴν θύραν κατὰ τω̃ν δύο ἑαυτω̃ν καὶ προσηύξατο πρὸς κύριον |
34 καὶ ἀνέβη καὶ ἐκοιμήθη ἐπὶ τὸ παιδάριον καὶ ἔθηκεν τὸ στόμα αὐτου̃ ἐπὶ τὸ στόμα αὐτου̃ καὶ τοὺς ὀφθαλμοὺς αὐτου̃ ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτου̃ καὶ τὰς χει̃ρας αὐτου̃ ἐπὶ τὰς χει̃ρας αὐτου̃ καὶ διέκαμψεν ἐπ' αὐτόν καὶ διεθερμάνθη ἡ σὰρξ του̃ παιδαρίου |
35 καὶ ἐπέστρεψεν καὶ ἐπορεύθη ἐν τη̨̃ οἰκία̨ ἔνθεν καὶ ἔνθεν καὶ ἀνέβη καὶ συνέκαμψεν ἐπὶ τὸ παιδάριον ἕως ἑπτάκις καὶ ἤνοιξεν τὸ παιδάριον τοὺς ὀφθαλμοὺς αὐτου̃ |
36 καὶ ἐξεβόησεν Ελισαιε πρὸς Γιεζι καὶ εἰ̃πεν κάλεσον τὴν Σωμανι̃τιν ταύτην καὶ ἐκάλεσεν καὶ εἰση̃λθεν πρὸς αὐτόν καὶ εἰ̃πεν Ελισαιε λαβὲ τὸν υἱόν σου |
37 καὶ εἰση̃λθεν ἡ γυνὴ καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτου̃ καὶ προσεκύνησεν ἐπὶ τὴν γη̃ν καὶ ἔλαβεν τὸν υἱὸν αὐτη̃ς καὶ ἐξη̃λθεν |
38 καὶ Ελισαιε ἐπέστρεψεν εἰς Γαλγαλα καὶ ὁ λιμὸς ἐν τη̨̃ γη̨̃ καὶ οἱ υἱοὶ τω̃ν προφητω̃ν ἐκάθηντο ἐνώπιον αὐτου̃ καὶ εἰ̃πεν Ελισαιε τω̨̃ παιδαρίω̨ αὐτου̃ ἐπίστησον τὸν λέβητα τὸν μέγαν καὶ ἕψε ἕψεμα τοι̃ς υἱοι̃ς τω̃ν προφητω̃ν |
39 καὶ ἐξη̃λθεν εἱ̃ς εἰς τὸν ἀγρὸν συλλέξαι αριωθ καὶ εὑ̃ρεν ἄμπελον ἐν τω̨̃ ἀγρω̨̃ καὶ συνέλεξεν ἀπ' αὐτη̃ς τολύπην ἀγρίαν πλη̃ρες τὸ ἱμάτιον αὐτου̃ καὶ ἐνέβαλεν εἰς τὸν λέβητα του̃ ἑψέματος ὅτι οὐκ ἔγνωσαν |
40 καὶ ἐνέχει τοι̃ς ἀνδράσιν φαγει̃ν καὶ ἐγένετο ἐν τω̨̃ ἐσθίειν αὐτοὺς ἐκ του̃ ἑψήματος καὶ ἰδοὺ ἀνεβόησαν καὶ εἰ̃πον θάνατος ἐν τω̨̃ λέβητι ἄνθρωπε του̃ θεου̃ καὶ οὐκ ἠδύναντο φαγει̃ν |
41 καὶ εἰ̃πεν λάβετε ἄλευρον καὶ ἐμβάλετε εἰς τὸν λέβητα καὶ εἰ̃πεν Ελισαιε πρὸς Γιεζι τὸ παιδάριον ἔγχει τω̨̃ λαω̨̃ καὶ ἐσθιέτωσαν καὶ οὐκ ἐγενήθη ἔτι ἐκει̃ ῥη̃μα πονηρὸν ἐν τω̨̃ λέβητι |
42 καὶ ἀνὴρ διη̃λθεν ἐκ Βαιθσαρισα καὶ ἤνεγκεν πρὸς τὸν ἄνθρωπον του̃ θεου̃ πρωτογενημάτων εἴκοσι ἄρτους κριθίνους καὶ παλάθας καὶ εἰ̃πεν δότε τω̨̃ λαω̨̃ καὶ ἐσθιέτωσαν |
43 καὶ εἰ̃πεν ὁ λειτουργὸς αὐτου̃ τί δω̃ του̃το ἐνώπιον ἑκατὸν ἀνδρω̃ν καὶ εἰ̃πεν δὸς τω̨̃ λαω̨̃ καὶ ἐσθιέτωσαν ὅτι τάδε λέγει κύριος φάγονται καὶ καταλείψουσιν |
44 καὶ ἔφαγον καὶ κατέλιπον κατὰ τὸ ῥη̃μα κυρίου |