1 καὶ ἰδὼν ὁ λαὸς ὅτι κεχρόνικεν Μωυση̃ς καταβη̃ναι ἐκ του̃ ὄρους συνέστη ὁ λαὸς ἐπὶ Ααρων καὶ λέγουσιν αὐτω̨̃ ἀνάστηθι καὶ ποίησον ἡμι̃ν θεούς οἳ προπορεύσονται ἡμω̃ν ὁ γὰρ Μωυση̃ς οὑ̃τος ὁ ἄνθρωπος ὃς ἐξήγαγεν ἡμα̃ς ἐξ Αἰγύπτου οὐκ οἴδαμεν τί γέγονεν αὐτω̨̃ |
2 καὶ λέγει αὐτοι̃ς Ααρων περιέλεσθε τὰ ἐνώτια τὰ χρυσα̃ τὰ ἐν τοι̃ς ὠσὶν τω̃ν γυναικω̃ν ὑμω̃ν καὶ θυγατέρων καὶ ἐνέγκατε πρός με |
3 καὶ περιείλαντο πα̃ς ὁ λαὸς τὰ ἐνώτια τὰ χρυσα̃ τὰ ἐν τοι̃ς ὠσὶν αὐτω̃ν καὶ ἤνεγκαν πρὸς Ααρων |
4 καὶ ἐδέξατο ἐκ τω̃ν χειρω̃ν αὐτω̃ν καὶ ἔπλασεν αὐτὰ ἐν τη̨̃ γραφίδι καὶ ἐποίησεν αὐτὰ μόσχον χωνευτὸν καὶ εἰ̃πεν οὑ̃τοι οἱ θεοί σου Ισραηλ οἵτινες ἀνεβίβασάν σε ἐκ γη̃ς Αἰγύπτου |
5 καὶ ἰδὼν Ααρων ὠ̨κοδόμησεν θυσιαστήριον κατέναντι αὐτου̃ καὶ ἐκήρυξεν Ααρων λέγων ἑορτὴ του̃ κυρίου αὔριον |
6 καὶ ὀρθρίσας τη̨̃ ἐπαύριον ἀνεβίβασεν ὁλοκαυτώματα καὶ προσήνεγκεν θυσίαν σωτηρίου καὶ ἐκάθισεν ὁ λαὸς φαγει̃ν καὶ πιει̃ν καὶ ἀνέστησαν παίζειν |
7 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων βάδιζε τὸ τάχος ἐντευ̃θεν κατάβηθι ἠνόμησεν γὰρ ὁ λαός σου οὓς ἐξήγαγες ἐκ γη̃ς Αἰγύπτου |
8 παρέβησαν ταχὺ ἐκ τη̃ς ὁδου̃ ἡ̃ς ἐνετείλω αὐτοι̃ς ἐποίησαν ἑαυτοι̃ς μόσχον καὶ προσκεκυνήκασιν αὐτω̨̃ καὶ τεθύκασιν αὐτω̨̃ καὶ εἰ̃παν οὑ̃τοι οἱ θεοί σου Ισραηλ οἵτινες ἀνεβίβασάν σε ἐκ γη̃ς Αἰγύπτου |
|
10 καὶ νυ̃ν ἔασόν με καὶ θυμωθεὶς ὀργη̨̃ εἰς αὐτοὺς ἐκτρίψω αὐτοὺς καὶ ποιήσω σὲ εἰς ἔθνος μέγα |
11 καὶ ἐδεήθη Μωυση̃ς ἔναντι κυρίου του̃ θεου̃ καὶ εἰ̃πεν ἵνα τί κύριε θυμοι̃ ὀργη̨̃ εἰς τὸν λαόν σου οὓς ἐξήγαγες ἐκ γη̃ς Αἰγύπτου ἐν ἰσχύι μεγάλη̨ καὶ ἐν τω̨̃ βραχίονί σου τω̨̃ ὑψηλω̨̃ |
12 μήποτε εἴπωσιν οἱ Αἰγύπτιοι λέγοντες μετὰ πονηρίας ἐξήγαγεν αὐτοὺς ἀποκτει̃ναι ἐν τοι̃ς ὄρεσιν καὶ ἐξαναλω̃σαι αὐτοὺς ἀπὸ τη̃ς γη̃ς παυ̃σαι τη̃ς ὀργη̃ς του̃ θυμου̃ σου καὶ ἵλεως γενου̃ ἐπὶ τη̨̃ κακία̨ του̃ λαου̃ σου |
13 μνησθεὶς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τω̃ν σω̃ν οἰκετω̃ν οἱ̃ς ὤμοσας κατὰ σεαυτου̃ καὶ ἐλάλησας πρὸς αὐτοὺς λέγων πολυπληθυνω̃ τὸ σπέρμα ὑμω̃ν ὡσεὶ τὰ ἄστρα του̃ οὐρανου̃ τω̨̃ πλήθει καὶ πα̃σαν τὴν γη̃ν ταύτην ἣν εἰ̃πας δου̃ναι τω̨̃ σπέρματι αὐτω̃ν καὶ καθέξουσιν αὐτὴν εἰς τὸν αἰω̃να |
14 καὶ ἱλάσθη κύριος περὶ τη̃ς κακίας ἡ̃ς εἰ̃πεν ποιη̃σαι τὸν λαὸν αὐτου̃ |
15 καὶ ἀποστρέψας Μωυση̃ς κατέβη ἀπὸ του̃ ὄρους καὶ αἱ δύο πλάκες του̃ μαρτυρίου ἐν ται̃ς χερσὶν αὐτου̃ πλάκες λίθιναι καταγεγραμμέναι ἐξ ἀμφοτέρων τω̃ν μερω̃ν αὐτω̃ν ἔνθεν καὶ ἔνθεν ἠ̃σαν γεγραμμέναι |
16 καὶ αἱ πλάκες ἔργον θεου̃ ἠ̃σαν καὶ ἡ γραφὴ γραφὴ θεου̃ ἐστιν κεκολαμμένη ἐν ται̃ς πλαξίν |
17 καὶ ἀκούσας 'Ιησου̃ς τὴν φωνὴν του̃ λαου̃ κραζόντων λέγει πρὸς Μωυση̃ν φωνὴ πολέμου ἐν τη̨̃ παρεμβολη̨̃ |
18 καὶ λέγει οὐκ ἔστιν φωνὴ ἐξαρχόντων κατ' ἰσχὺν οὐδὲ φωνὴ ἐξαρχόντων τροπη̃ς ἀλλὰ φωνὴν ἐξαρχόντων οἴνου ἐγὼ ἀκούω |
19 καὶ ἡνίκα ἤγγιζεν τη̨̃ παρεμβολη̨̃ ὁρα̨̃ τὸν μόσχον καὶ τοὺς χορούς καὶ ὀργισθεὶς θυμω̨̃ Μωυση̃ς ἔρριψεν ἀπὸ τω̃ν χειρω̃ν αὐτου̃ τὰς δύο πλάκας καὶ συνέτριψεν αὐτὰς ὑπὸ τὸ ὄρος |
20 καὶ λαβὼν τὸν μόσχον ὃν ἐποίησαν κατέκαυσεν αὐτὸν ἐν πυρὶ καὶ κατήλεσεν αὐτὸν λεπτὸν καὶ ἔσπειρεν αὐτὸν ἐπὶ τὸ ὕδωρ καὶ ἐπότισεν αὐτὸ τοὺς υἱοὺς Ισραηλ |
21 καὶ εἰ̃πεν Μωυση̃ς τω̨̃ Ααρων τί ἐποίησέν σοι ὁ λαὸς οὑ̃τος ὅτι ἐπήγαγες ἐπ' αὐτοὺς ἁμαρτίαν μεγάλην |
22 καὶ εἰ̃πεν Ααρων πρὸς Μωυση̃ν μὴ ὀργίζου κύριε σὺ γὰρ οἰ̃δας τὸ ὅρμημα του̃ λαου̃ τούτου |
23 λέγουσιν γάρ μοι ποίησον ἡμι̃ν θεούς οἳ προπορεύσονται ἡμω̃ν ὁ γὰρ Μωυση̃ς οὑ̃τος ὁ ἄνθρωπος ὃς ἐξήγαγεν ἡμα̃ς ἐξ Αἰγύπτου οὐκ οἴδαμεν τί γέγονεν αὐτω̨̃ |
24 καὶ εἰ̃πα αὐτοι̃ς εἴ τινι ὑπάρχει χρυσία περιέλεσθε καὶ ἔδωκάν μοι καὶ ἔρριψα εἰς τὸ πυ̃ρ καὶ ἐξη̃λθεν ὁ μόσχος οὑ̃τος |
25 καὶ ἰδὼν Μωυση̃ς τὸν λαὸν ὅτι διεσκέδασται διεσκέδασεν γὰρ αὐτοὺς Ααρων ἐπίχαρμα τοι̃ς ὑπεναντίοις αὐτω̃ν |
26 ἔστη δὲ Μωυση̃ς ἐπὶ τη̃ς πύλης τη̃ς παρεμβολη̃ς καὶ εἰ̃πεν τίς πρὸς κύριον ἴτω πρός με συνη̃λθον οὐ̃ν πρὸς αὐτὸν πάντες οἱ υἱοὶ Λευι |
27 καὶ λέγει αὐτοι̃ς τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ θέσθε ἕκαστος τὴν ἑαυτου̃ ῥομφαίαν ἐπὶ τὸν μηρὸν καὶ διέλθατε καὶ ἀνακάμψατε ἀπὸ πύλης ἐπὶ πύλην διὰ τη̃ς παρεμβολη̃ς καὶ ἀποκτείνατε ἕκαστος τὸν ἀδελφὸν αὐτου̃ καὶ ἕκαστος τὸν πλησίον αὐτου̃ καὶ ἕκαστος τὸν ἔγγιστα αὐτου̃ |
28 καὶ ἐποίησαν οἱ υἱοὶ Λευι καθὰ ἐλάλησεν αὐτοι̃ς Μωυση̃ς καὶ ἔπεσαν ἐκ του̃ λαου̃ ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ εἰς τρισχιλίους ἄνδρας |
29 καὶ εἰ̃πεν αὐτοι̃ς Μωυση̃ς ἐπληρώσατε τὰς χει̃ρας ὑμω̃ν σήμερον κυρίω̨ ἕκαστος ἐν τω̨̃ υἱω̨̃ ἢ τω̨̃ ἀδελφω̨̃ δοθη̃ναι ἐφ' ὑμα̃ς εὐλογίαν |
30 καὶ ἐγένετο μετὰ τὴν αὔριον εἰ̃πεν Μωυση̃ς πρὸς τὸν λαόν ὑμει̃ς ἡμαρτήκατε ἁμαρτίαν μεγάλην καὶ νυ̃ν ἀναβήσομαι πρὸς τὸν θεόν ἵνα ἐξιλάσωμαι περὶ τη̃ς ἁμαρτίας ὑμω̃ν |
31 ὑπέστρεψεν δὲ Μωυση̃ς πρὸς κύριον καὶ εἰ̃πεν δέομαι κύριε ἡμάρτηκεν ὁ λαὸς οὑ̃τος ἁμαρτίαν μεγάλην καὶ ἐποίησαν ἑαυτοι̃ς θεοὺς χρυσου̃ς |
32 καὶ νυ̃ν εἰ μὲν ἀφει̃ς αὐτοι̃ς τὴν ἁμαρτίαν ἄφες εἰ δὲ μή ἐξάλειψόν με ἐκ τη̃ς βίβλου σου ἡ̃ς ἔγραψας |
33 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν εἴ τις ἡμάρτηκεν ἐνώπιόν μου ἐξαλείψω αὐτὸν ἐκ τη̃ς βίβλου μου |
34 νυνὶ δὲ βάδιζε κατάβηθι καὶ ὁδήγησον τὸν λαὸν του̃τον εἰς τὸν τόπον ὃν εἰ̃πά σοι ἰδοὺ ὁ ἄγγελός μου προπορεύεται πρὸ προσώπου σου ἡ̨̃ δ' ἂν ἡμέρα̨ ἐπισκέπτωμαι ἐπάξω ἐπ' αὐτοὺς τὴν ἁμαρτίαν αὐτω̃ν |
35 καὶ ἐπάταξεν κύριος τὸν λαὸν περὶ τη̃ς ποιήσεως του̃ μόσχου οὑ̃ ἐποίησεν Ααρων |