Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 17

καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
λάλησον πρὸς Ααρων καὶ πρὸς τοὺς υἱοὺς αὐτου̃ καὶ πρὸς πάντας υἱοὺς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς του̃το τὸ ῥη̃μα ὃ ἐνετείλατο κύριος λέγων
ἄνθρωπος ἄνθρωπος τω̃ν υἱω̃ν Ισραηλ ἢ τω̃ν προσηλύτων τω̃ν προσκειμένων ἐν ὑμι̃ν ὃς ἂν σφάξη̨ μόσχον ἢ πρόβατον ἢ αἰ̃γα ἐν τη̨̃ παρεμβολη̨̃ καὶ ὃς ἂν σφάξη̨ ἔξω τη̃ς παρεμβολη̃ς
καὶ ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου μὴ ἐνέγκη̨ ὥστε ποιη̃σαι αὐτὸ εἰς ὁλοκαύτωμα ἢ σωτήριον κυρίω̨ δεκτὸν εἰς ὀσμὴν εὐωδίας καὶ ὃς ἂν σφάξη̨ ἔξω καὶ ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου μὴ ἐνέγκη̨ αὐτὸ ὥστε μὴ προσενέγκαι δω̃ρον κυρίω̨ ἀπέναντι τη̃ς σκηνη̃ς κυρίου καὶ λογισθήσεται τω̨̃ ἀνθρώπω̨ ἐκείνω̨ αἱ̃μα αἱ̃μα ἐξέχεεν ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ του̃ λαου̃ αὐτη̃ς
ὅπως ἀναφέρωσιν οἱ υἱοὶ Ισραηλ τὰς θυσίας αὐτω̃ν ὅσας ἂν αὐτοὶ σφάξουσιν ἐν τοι̃ς πεδίοις καὶ οἴσουσιν τω̨̃ κυρίω̨ ἐπὶ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου πρὸς τὸν ἱερέα καὶ θύσουσιν θυσίαν σωτηρίου τω̨̃ κυρίω̨ αὐτά
καὶ προσχεει̃ ὁ ἱερεὺς τὸ αἱ̃μα ἐπὶ τὸ θυσιαστήριον κύκλω̨ ἀπέναντι κυρίου παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ ἀνοίσει τὸ στέαρ εἰς ὀσμὴν εὐωδίας κυρίω̨
καὶ οὐ θύσουσιν ἔτι τὰς θυσίας αὐτω̃ν τοι̃ς ματαίοις οἱ̃ς αὐτοὶ ἐκπορνεύουσιν ὀπίσω αὐτω̃ν νόμιμον αἰώνιον ἔσται ὑμι̃ν εἰς τὰς γενεὰς ὑμω̃ν
καὶ ἐρει̃ς πρὸς αὐτούς ἄνθρωπος ἄνθρωπος τω̃ν υἱω̃ν Ισραηλ καὶ ἀπὸ τω̃ν υἱω̃ν τω̃ν προσηλύτων τω̃ν προσκειμένων ἐν ὑμι̃ν ὃς ἂν ποιήση̨ ὁλοκαύτωμα ἢ θυσίαν
καὶ ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου μὴ ἐνέγκη̨ ποιη̃σαι αὐτὸ τω̨̃ κυρίω̨ ἐξολεθρευθήσεται ὁ ἄνθρωπος ἐκει̃νος ἐκ του̃ λαου̃ αὐτου̃
10 καὶ ἄνθρωπος ἄνθρωπος τω̃ν υἱω̃ν Ισραηλ ἢ τω̃ν προσηλύτων τω̃ν προσκειμένων ἐν ὑμι̃ν ὃς ἂν φάγη̨ πα̃ν αἱ̃μα καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν τὴν ἔσθουσαν τὸ αἱ̃μα καὶ ἀπολω̃ αὐτὴν ἐκ του̃ λαου̃ αὐτη̃ς
11 ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἱ̃μα αὐτου̃ ἐστιν καὶ ἐγὼ δέδωκα αὐτὸ ὑμι̃ν ἐπὶ του̃ θυσιαστηρίου ἐξιλάσκεσθαι περὶ τω̃ν ψυχω̃ν ὑμω̃ν τὸ γὰρ αἱ̃μα αὐτου̃ ἀντὶ τη̃ς ψυχη̃ς ἐξιλάσεται
12 διὰ του̃το εἴρηκα τοι̃ς υἱοι̃ς Ισραηλ πα̃σα ψυχὴ ἐξ ὑμω̃ν οὐ φάγεται αἱ̃μα καὶ ὁ προσήλυτος ὁ προσκείμενος ἐν ὑμι̃ν οὐ φάγεται αἱ̃μα
13 καὶ ἄνθρωπος ἄνθρωπος τω̃ν υἱω̃ν Ισραηλ καὶ τω̃ν προσηλύτων τω̃ν προσκειμένων ἐν ὑμι̃ν ὃς ἂν θηρεύση̨ θήρευμα θηρίον ἢ πετεινόν ὃ ἔσθεται καὶ ἐκχεει̃ τὸ αἱ̃μα καὶ καλύψει αὐτὸ τη̨̃ γη̨̃
14 ἡ γὰρ ψυχὴ πάσης σαρκὸς αἱ̃μα αὐτου̃ ἐστιν καὶ εἰ̃πα τοι̃ς υἱοι̃ς Ισραηλ αἱ̃μα πάσης σαρκὸς οὐ φάγεσθε ὅτι ἡ ψυχὴ πάσης σαρκὸς αἱ̃μα αὐτου̃ ἐστιν πα̃ς ὁ ἔσθων αὐτὸ ἐξολεθρευθήσεται
15 καὶ πα̃σα ψυχή ἥτις φάγεται θνησιμαι̃ον ἢ θηριάλωτον ἐν τοι̃ς αὐτόχθοσιν ἢ ἐν τοι̃ς προσηλύτοις πλυνει̃ τὰ ἱμάτια αὐτου̃ καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας καὶ καθαρὸς ἔσται
16 ἐὰν δὲ μὴ πλύνη̨ τὰ ἱμάτια καὶ τὸ σω̃μα μὴ λούσηται ὕδατι καὶ λήμψεται ἀνόμημα αὐτου̃

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 18

καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν λέγων
λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν
κατὰ τὰ ἐπιτηδεύματα γη̃ς Αἰγύπτου ἐν ἡ̨̃ κατω̨κήσατε ἐπ' αὐτη̨̃ οὐ ποιήσετε καὶ κατὰ τὰ ἐπιτηδεύματα γη̃ς Χανααν εἰς ἣν ἐγὼ εἰσάγω ὑμα̃ς ἐκει̃ οὐ ποιήσετε καὶ τοι̃ς νομίμοις αὐτω̃ν οὐ πορεύσεσθε
τὰ κρίματά μου ποιήσετε καὶ τὰ προστάγματά μου φυλάξεσθε πορεύεσθαι ἐν αὐτοι̃ς ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν
καὶ φυλάξεσθε πάντα τὰ προστάγματά μου καὶ πάντα τὰ κρίματά μου καὶ ποιήσετε αὐτά ἃ ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτοι̃ς ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν
ἄνθρωπος ἄνθρωπος πρὸς πάντα οἰκει̃α σαρκὸς αὐτου̃ οὐ προσελεύσεται ἀποκαλύψαι ἀσχημοσύνην ἐγὼ κύριος
ἀσχημοσύνην πατρός σου καὶ ἀσχημοσύνην μητρός σου οὐκ ἀποκαλύψεις μήτηρ γάρ σού ἐστιν καὶ οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτη̃ς
ἀσχημοσύνην γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις ἀσχημοσύνη πατρός σού ἐστιν
ἀσχημοσύνην τη̃ς ἀδελφη̃ς σου ἐκ πατρός σου ἢ ἐκ μητρός σου ἐνδογενου̃ς ἢ γεγεννημένης ἔξω οὐκ ἀποκαλύψεις ἀσχημοσύνην αὐτη̃ς
10 ἀσχημοσύνην θυγατρὸς υἱου̃ σου ἢ θυγατρὸς θυγατρός σου οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτω̃ν ὅτι σὴ ἀσχημοσύνη ἐστίν
11 ἀσχημοσύνην θυγατρὸς γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις ὁμοπατρία ἀδελφή σού ἐστιν οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτη̃ς
12 ἀσχημοσύνην ἀδελφη̃ς πατρός σου οὐκ ἀποκαλύψεις οἰκεία γὰρ πατρός σού ἐστιν
13 ἀσχημοσύνην ἀδελφη̃ς μητρός σου οὐκ ἀποκαλύψεις οἰκεία γὰρ μητρός σού ἐστιν
14 ἀσχημοσύνην ἀδελφου̃ του̃ πατρός σου οὐκ ἀποκαλύψεις καὶ πρὸς τὴν γυναι̃κα αὐτου̃ οὐκ εἰσελεύση̨ συγγενὴς γάρ σού ἐστιν
15 ἀσχημοσύνην νύμφης σου οὐκ ἀποκαλύψεις γυνὴ γὰρ υἱου̃ σού ἐστιν οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτη̃ς
16 ἀσχημοσύνην γυναικὸς ἀδελφου̃ σου οὐκ ἀποκαλύψεις ἀσχημοσύνη ἀδελφου̃ σού ἐστιν
17 ἀσχημοσύνην γυναικὸς καὶ θυγατρὸς αὐτη̃ς οὐκ ἀποκαλύψεις τὴν θυγατέρα του̃ υἱου̃ αὐτη̃ς καὶ τὴν θυγατέρα τη̃ς θυγατρὸς αὐτη̃ς οὐ λήμψη̨ ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτω̃ν οἰκει̃αι γάρ σού εἰσιν ἀσέβημά ἐστιν
18 γυναι̃κα ἐπὶ ἀδελφη̨̃ αὐτη̃ς οὐ λήμψη̨ ἀντίζηλον ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτη̃ς ἐπ' αὐτη̨̃ ἔτι ζώσης αὐτη̃ς
19 καὶ πρὸς γυναι̃κα ἐν χωρισμω̨̃ ἀκαθαρσίας αὐτη̃ς οὐ προσελεύση̨ ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτη̃ς
20 καὶ πρὸς τὴν γυναι̃κα του̃ πλησίον σου οὐ δώσεις κοίτην σπέρματός σου ἐκμιανθη̃ναι πρὸς αὐτήν
21 καὶ ἀπὸ του̃ σπέρματός σου οὐ δώσεις λατρεύειν ἄρχοντι καὶ οὐ βεβηλώσεις τὸ ὄνομα τὸ ἅγιον ἐγὼ κύριος
22 καὶ μετὰ ἄρσενος οὐ κοιμηθήση̨ κοίτην γυναικός βδέλυγμα γάρ ἐστιν
23 καὶ πρὸς πα̃ν τετράπουν οὐ δώσεις τὴν κοίτην σου εἰς σπερματισμὸν ἐκμιανθη̃ναι πρὸς αὐτό καὶ γυνὴ οὐ στήσεται πρὸς πα̃ν τετράπουν βιβασθη̃ναι μυσερὸν γάρ ἐστιν
24 μὴ μιαίνεσθε ἐν πα̃σιν τούτοις ἐν πα̃σι γὰρ τούτοις ἐμιάνθησαν τὰ ἔθνη ἃ ἐγὼ ἐξαποστέλλω πρὸ προσώπου ὑμω̃ν
25 καὶ ἐμιάνθη ἡ γη̃ καὶ ἀνταπέδωκα ἀδικίαν αὐτοι̃ς δι' αὐτήν καὶ προσώχθισεν ἡ γη̃ τοι̃ς ἐγκαθημένοις ἐπ' αὐτη̃ς
26 καὶ φυλάξεσθε πάντα τὰ νόμιμά μου καὶ πάντα τὰ προστάγματά μου καὶ οὐ ποιήσετε ἀπὸ πάντων τω̃ν βδελυγμάτων τούτων ὁ ἐγχώριος καὶ ὁ προσγενόμενος προσήλυτος ἐν ὑμι̃ν
27 πάντα γὰρ τὰ βδελύγματα ταυ̃τα ἐποίησαν οἱ ἄνθρωποι τη̃ς γη̃ς οἱ ὄντες πρότεροι ὑμω̃ν καὶ ἐμιάνθη ἡ γη̃
28 καὶ ἵνα μὴ προσοχθίση̨ ὑμι̃ν ἡ γη̃ ἐν τω̨̃ μιαίνειν ὑμα̃ς αὐτήν ὃν τρόπον προσώχθισεν τοι̃ς ἔθνεσιν τοι̃ς πρὸ ὑμω̃ν
29 ὅτι πα̃ς ὃς ἂν ποιήση̨ ἀπὸ πάντων τω̃ν βδελυγμάτων τούτων ἐξολεθρευθήσονται αἱ ψυχαὶ αἱ ποιου̃σαι ἐκ του̃ λαου̃ αὐτω̃ν
30 καὶ φυλάξετε τὰ προστάγματά μου ὅπως μὴ ποιήσητε ἀπὸ πάντων τω̃ν νομίμων τω̃ν ἐβδελυγμένων ἃ γέγονεν πρὸ του̃ ὑμα̃ς καὶ οὐ μιανθήσεσθε ἐν αὐτοι̃ς ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 19

καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
λάλησον τη̨̃ συναγωγη̨̃ τω̃ν υἱω̃ν Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς ἅγιοι ἔσεσθε ὅτι ἐγὼ ἅγιος κύριος ὁ θεὸς ὑμω̃ν
ἕκαστος πατέρα αὐτου̃ καὶ μητέρα αὐτου̃ φοβείσθω καὶ τὰ σάββατά μου φυλάξεσθε ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν
οὐκ ἐπακολουθήσετε εἰδώλοις καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσετε ὑμι̃ν ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν
καὶ ἐὰν θύσητε θυσίαν σωτηρίου τω̨̃ κυρίω̨ δεκτὴν ὑμω̃ν θύσετε
ἡ̨̃ ἂν ἡμέρα̨ θύσητε βρωθήσεται καὶ τη̨̃ αὔριον καὶ ἐὰν καταλειφθη̨̃ ἕως ἡμέρας τρίτης ἐν πυρὶ κατακαυθήσεται
ἐὰν δὲ βρώσει βρωθη̨̃ τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ ἄθυτόν ἐστιν οὐ δεχθήσεται
ὁ δὲ ἔσθων αὐτὸ ἁμαρτίαν λήμψεται ὅτι τὰ ἅγια κυρίου ἐβεβήλωσεν καὶ ἐξολεθρευθήσονται αἱ ψυχαὶ αἱ ἔσθουσαι ἐκ του̃ λαου̃ αὐτω̃ν
καὶ ἐκθεριζόντων ὑμω̃ν τὸν θερισμὸν τη̃ς γη̃ς ὑμω̃ν οὐ συντελέσετε τὸν θερισμὸν ὑμω̃ν του̃ ἀγρου̃ ἐκθερίσαι καὶ τὰ ἀποπίπτοντα του̃ θερισμου̃ σου οὐ συλλέξεις
10 καὶ τὸν ἀμπελω̃νά σου οὐκ ἐπανατρυγήσεις οὐδὲ τοὺς ῥω̃γας του̃ ἀμπελω̃νός σου συλλέξεις τω̨̃ πτωχω̨̃ καὶ τω̨̃ προσηλύτω̨ καταλείψεις αὐτά ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν
11 οὐ κλέψετε οὐ ψεύσεσθε οὐ συκοφαντήσει ἕκαστος τὸν πλησίον
12 καὶ οὐκ ὀμει̃σθε τω̨̃ ὀνόματί μου ἐπ' ἀδίκω̨ καὶ οὐ βεβηλώσετε τὸ ὄνομα του̃ θεου̃ ὑμω̃ν ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν
13 οὐκ ἀδικήσεις τὸν πλησίον καὶ οὐχ ἁρπάσεις καὶ οὐ μὴ κοιμηθήσεται ὁ μισθὸς του̃ μισθωτου̃ παρὰ σοὶ ἕως πρωί
14 οὐ κακω̃ς ἐρει̃ς κωφὸν καὶ ἀπέναντι τυφλου̃ οὐ προσθήσεις σκάνδαλον καὶ φοβηθήση̨ κύριον τὸν θεόν σου ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν
15 οὐ ποιήσετε ἄδικον ἐν κρίσει οὐ λήμψη̨ πρόσωπον πτωχου̃ οὐδὲ θαυμάσεις πρόσωπον δυνάστου ἐν δικαιοσύνη̨ κρινει̃ς τὸν πλησίον σου
16 οὐ πορεύση̨ δόλω̨ ἐν τω̨̃ ἔθνει σου οὐκ ἐπισυστήση̨ ἐφ' αἱ̃μα του̃ πλησίον σου ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν
17 οὐ μισήσεις τὸν ἀδελφόν σου τη̨̃ διανοία̨ σου ἐλεγμω̨̃ ἐλέγξεις τὸν πλησίον σου καὶ οὐ λήμψη̨ δι' αὐτὸν ἁμαρτίαν
18 καὶ οὐκ ἐκδικα̃ταί σου ἡ χείρ καὶ οὐ μηνιει̃ς τοι̃ς υἱοι̃ς του̃ λαου̃ σου καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν ἐγώ εἰμι κύριος
19 τὸν νόμον μου φυλάξεσθε τὰ κτήνη σου οὐ κατοχεύσεις ἑτεροζύγω̨ καὶ τὸν ἀμπελω̃νά σου οὐ κατασπερει̃ς διάφορον καὶ ἱμάτιον ἐκ δύο ὑφασμένον κίβδηλον οὐκ ἐπιβαλει̃ς σεαυτω̨̃
20 καὶ ἐάν τις κοιμηθη̨̃ μετὰ γυναικὸς κοίτην σπέρματος καὶ αὐτὴ οἰκέτις διαπεφυλαγμένη ἀνθρώπω̨ καὶ αὐτὴ λύτροις οὐ λελύτρωται ἢ ἐλευθερία οὐκ ἐδόθη αὐτη̨̃ ἐπισκοπὴ ἔσται αὐτοι̃ς οὐκ ἀποθανου̃νται ὅτι οὐκ ἀπηλευθερώθη
21 καὶ προσάξει τη̃ς πλημμελείας αὐτου̃ τω̨̃ κυρίω̨ παρὰ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου κριὸν πλημμελείας
22 καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεὺς ἐν τω̨̃ κριω̨̃ τη̃ς πλημμελείας ἔναντι κυρίου περὶ τη̃ς ἁμαρτίας ἡ̃ς ἥμαρτεν καὶ ἀφεθήσεται αὐτω̨̃ ἡ ἁμαρτία ἣν ἥμαρτεν
23 ὅταν δὲ εἰσέλθητε εἰς τὴν γη̃ν ἣν κύριος ὁ θεὸς ὑμω̃ν δίδωσιν ὑμι̃ν καὶ καταφυτεύσετε πα̃ν ξύλον βρώσιμον καὶ περικαθαριει̃τε τὴν ἀκαθαρσίαν αὐτου̃ ὁ καρπὸς αὐτου̃ τρία ἔτη ἔσται ὑμι̃ν ἀπερικάθαρτος οὐ βρωθήσεται
24 καὶ τω̨̃ ἔτει τω̨̃ τετάρτω̨ ἔσται πα̃ς ὁ καρπὸς αὐτου̃ ἅγιος αἰνετὸς τω̨̃ κυρίω̨
25 ἐν δὲ τω̨̃ ἔτει τω̨̃ πέμπτω̨ φάγεσθε τὸν καρπόν πρόσθεμα ὑμι̃ν τὰ γενήματα αὐτου̃ ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν
26 μὴ ἔσθετε ἐπὶ τω̃ν ὀρέων καὶ οὐκ οἰωνιει̃σθε οὐδὲ ὀρνιθοσκοπήσεσθε
27 οὐ ποιήσετε σισόην ἐκ τη̃ς κόμης τη̃ς κεφαλη̃ς ὑμω̃ν οὐδὲ φθερει̃τε τὴν ὄψιν του̃ πώγωνος ὑμω̃ν
28 καὶ ἐντομίδας ἐπὶ ψυχη̨̃ οὐ ποιήσετε ἐν τω̨̃ σώματι ὑμω̃ν καὶ γράμματα στικτὰ οὐ ποιήσετε ἐν ὑμι̃ν ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν
29 οὐ βεβηλώσεις τὴν θυγατέρα σου ἐκπορνευ̃σαι αὐτήν καὶ οὐκ ἐκπορνεύσει ἡ γη̃ καὶ ἡ γη̃ πλησθήσεται ἀνομίας
30 τὰ σάββατά μου φυλάξεσθε καὶ ἀπὸ τω̃ν ἁγίων μου φοβηθήσεσθε ἐγώ εἰμι κύριος
31 οὐκ ἐπακολουθήσετε ἐγγαστριμύθοις καὶ τοι̃ς ἐπαοιδοι̃ς οὐ προσκολληθήσεσθε ἐκμιανθη̃ναι ἐν αὐτοι̃ς ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν
32 ἀπὸ προσώπου πολιου̃ ἐξαναστήση̨ καὶ τιμήσεις πρόσωπον πρεσβυτέρου καὶ φοβηθήση̨ τὸν θεόν σου ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν
33 ἐὰν δέ τις προσέλθη̨ προσήλυτος ὑμι̃ν ἐν τη̨̃ γη̨̃ ὑμω̃ν οὐ θλίψετε αὐτόν
34 ὡς ὁ αὐτόχθων ἐν ὑμι̃ν ἔσται ὁ προσήλυτος ὁ προσπορευόμενος πρὸς ὑμα̃ς καὶ ἀγαπήσεις αὐτὸν ὡς σεαυτόν ὅτι προσήλυτοι ἐγενήθητε ἐν γη̨̃ Αἰγύπτω̨ ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν
35 οὐ ποιήσετε ἄδικον ἐν κρίσει ἐν μέτροις καὶ ἐν σταθμίοις καὶ ἐν ζυγοι̃ς
36 ζυγὰ δίκαια καὶ στάθμια δίκαια καὶ χου̃ς δίκαιος ἔσται ὑμι̃ν ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν ὁ ἐξαγαγὼν ὑμα̃ς ἐκ γη̃ς Αἰγύπτου
37 καὶ φυλάξεσθε πάντα τὸν νόμον μου καὶ πάντα τὰ προστάγματά μου καὶ ποιήσετε αὐτά ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 20

καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
καὶ τοι̃ς υἱοι̃ς Ισραηλ λαλήσεις ἐάν τις ἀπὸ τω̃ν υἱω̃ν Ισραηλ ἢ ἀπὸ τω̃ν προσγεγενημένων προσηλύτων ἐν Ισραηλ ὃς ἂν δω̨̃ του̃ σπέρματος αὐτου̃ ἄρχοντι θανάτω̨ θανατούσθω τὸ ἔθνος τὸ ἐπὶ τη̃ς γη̃ς λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις
καὶ ἐγὼ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκει̃νον καὶ ἀπολω̃ αὐτὸν ἐκ του̃ λαου̃ αὐτου̃ ὅτι του̃ σπέρματος αὐτου̃ ἔδωκεν ἄρχοντι ἵνα μιάνη̨ τὰ ἅγιά μου καὶ βεβηλώση̨ τὸ ὄνομα τω̃ν ἡγιασμένων μοι
ἐὰν δὲ ὑπερόψει ὑπερίδωσιν οἱ αὐτόχθονες τη̃ς γη̃ς τοι̃ς ὀφθαλμοι̃ς αὐτω̃ν ἀπὸ του̃ ἀνθρώπου ἐκείνου ἐν τω̨̃ δου̃ναι αὐτὸν του̃ σπέρματος αὐτου̃ ἄρχοντι του̃ μὴ ἀποκτει̃ναι αὐτόν
καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκει̃νον καὶ τὴν συγγένειαν αὐτου̃ καὶ ἀπολω̃ αὐτὸν καὶ πάντας τοὺς ὁμονοου̃ντας αὐτω̨̃ ὥστε ἐκπορνεύειν αὐτὸν εἰς τοὺς ἄρχοντας ἐκ του̃ λαου̃ αὐτω̃ν
καὶ ψυχή ἣ ἐὰν ἐπακολουθήση̨ ἐγγαστριμύθοις ἢ ἐπαοιδοι̃ς ὥστε ἐκπορνευ̃σαι ὀπίσω αὐτω̃ν ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν ἐκείνην καὶ ἀπολω̃ αὐτὴν ἐκ του̃ λαου̃ αὐτη̃ς
καὶ ἔσεσθε ἅγιοι ὅτι ἅγιος ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν
καὶ φυλάξεσθε τὰ προστάγματά μου καὶ ποιήσετε αὐτά ἐγὼ κύριος ὁ ἁγιάζων ὑμα̃ς
ἄνθρωπος ἄνθρωπος ὃς ἂν κακω̃ς εἴπη̨ τὸν πατέρα αὐτου̃ ἢ τὴν μητέρα αὐτου̃ θανάτω̨ θανατούσθω πατέρα αὐτου̃ ἢ μητέρα αὐτου̃ κακω̃ς εἰ̃πεν ἔνοχος ἔσται
10 ἄνθρωπος ὃς ἂν μοιχεύσηται γυναι̃κα ἀνδρὸς ἢ ὃς ἂν μοιχεύσηται γυναι̃κα του̃ πλησίον θανάτω̨ θανατούσθωσαν ὁ μοιχεύων καὶ ἡ μοιχευομένη
11 ἐάν τις κοιμηθη̨̃ μετὰ γυναικὸς του̃ πατρὸς αὐτου̃ ἀσχημοσύνην του̃ πατρὸς αὐτου̃ ἀπεκάλυψεν θανάτω̨ θανατούσθωσαν ἀμφότεροι ἔνοχοί εἰσιν
12 καὶ ἐάν τις κοιμηθη̨̃ μετὰ νύμφης αὐτου̃ θανάτω̨ θανατούσθωσαν ἀμφότεροι ἠσεβήκασιν γάρ ἔνοχοί εἰσιν
13 καὶ ὃς ἂν κοιμηθη̨̃ μετὰ ἄρσενος κοίτην γυναικός βδέλυγμα ἐποίησαν ἀμφότεροι θανατούσθωσαν ἔνοχοί εἰσιν
14 ὃς ἐὰν λάβη̨ γυναι̃κα καὶ τὴν μητέρα αὐτη̃ς ἀνόμημά ἐστιν ἐν πυρὶ κατακαύσουσιν αὐτὸν καὶ αὐτάς καὶ οὐκ ἔσται ἀνομία ἐν ὑμι̃ν
15 καὶ ὃς ἂν δω̨̃ κοιτασίαν αὐτου̃ ἐν τετράποδι θανάτω̨ θανατούσθω καὶ τὸ τετράπουν ἀποκτενει̃τε
16 καὶ γυνή ἥτις προσελεύσεται πρὸς πα̃ν κτη̃νος βιβασθη̃ναι αὐτὴν ὑπ' αὐτου̃ ἀποκτενει̃τε τὴν γυναι̃κα καὶ τὸ κτη̃νος θανάτω̨ θανατούσθωσαν ἔνοχοί εἰσιν
17 ὃς ἐὰν λάβη̨ τὴν ἀδελφὴν αὐτου̃ ἐκ πατρὸς αὐτου̃ ἢ ἐκ μητρὸς αὐτου̃ καὶ ἴδη̨ τὴν ἀσχημοσύνην αὐτη̃ς καὶ αὕτη ἴδη̨ τὴν ἀσχημοσύνην αὐτου̃ ὄνειδός ἐστιν ἐξολεθρευθήσονται ἐνώπιον υἱω̃ν γένους αὐτω̃ν ἀσχημοσύνην ἀδελφη̃ς αὐτου̃ ἀπεκάλυψεν ἁμαρτίαν κομιου̃νται
18 καὶ ἀνήρ ὃς ἂν κοιμηθη̨̃ μετὰ γυναικὸς ἀποκαθημένης καὶ ἀποκαλύψη̨ τὴν ἀσχημοσύνην αὐτη̃ς τὴν πηγὴν αὐτη̃ς ἀπεκάλυψεν καὶ αὕτη ἀπεκάλυψεν τὴν ῥύσιν του̃ αἵματος αὐτη̃ς ἐξολεθρευθήσονται ἀμφότεροι ἐκ του̃ γένους αὐτω̃ν
19 καὶ ἀσχημοσύνην ἀδελφη̃ς πατρός σου καὶ ἀδελφη̃ς μητρός σου οὐκ ἀποκαλύψεις τὴν γὰρ οἰκειότητα ἀπεκάλυψεν ἁμαρτίαν ἀποίσονται
20 ὃς ἂν κοιμηθη̨̃ μετὰ τη̃ς συγγενου̃ς αὐτου̃ ἀσχημοσύνην τη̃ς συγγενείας αὐτου̃ ἀπεκάλυψεν ἄτεκνοι ἀποθανου̃νται
21 ὃς ἂν λάβη̨ τὴν γυναι̃κα του̃ ἀδελφου̃ αὐτου̃ ἀκαθαρσία ἐστίν ἀσχημοσύνην του̃ ἀδελφου̃ αὐτου̃ ἀπεκάλυψεν ἄτεκνοι ἀποθανου̃νται
22 καὶ φυλάξασθε πάντα τὰ προστάγματά μου καὶ τὰ κρίματά μου καὶ ποιήσετε αὐτά καὶ οὐ μὴ προσοχθίση̨ ὑμι̃ν ἡ γη̃ εἰς ἣν ἐγὼ εἰσάγω ὑμα̃ς ἐκει̃ κατοικει̃ν ἐπ' αὐτη̃ς
23 καὶ οὐχὶ πορεύεσθε τοι̃ς νομίμοις τω̃ν ἐθνω̃ν οὓς ἐξαποστέλλω ἀφ' ὑμω̃ν ὅτι ταυ̃τα πάντα ἐποίησαν καὶ ἐβδελυξάμην αὐτούς
24 καὶ εἰ̃πα ὑμι̃ν ὑμει̃ς κληρονομήσατε τὴν γη̃ν αὐτω̃ν καὶ ἐγὼ δώσω ὑμι̃ν αὐτὴν ἐν κτήσει γη̃ν ῥέουσαν γάλα καὶ μέλι ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν ὃς διώρισα ὑμα̃ς ἀπὸ πάντων τω̃ν ἐθνω̃ν
25 καὶ ἀφοριει̃τε αὐτοὺς ἀνὰ μέσον τω̃ν κτηνω̃ν τω̃ν καθαρω̃ν καὶ ἀνὰ μέσον τω̃ν κτηνω̃ν τω̃ν ἀκαθάρτων καὶ ἀνὰ μέσον τω̃ν πετεινω̃ν τω̃ν καθαρω̃ν καὶ τω̃ν ἀκαθάρτων καὶ οὐ βδελύξετε τὰς ψυχὰς ὑμω̃ν ἐν τοι̃ς κτήνεσιν καὶ ἐν τοι̃ς πετεινοι̃ς καὶ ἐν πα̃σιν τοι̃ς ἑρπετοι̃ς τη̃ς γη̃ς ἃ ἐγὼ ἀφώρισα ὑμι̃ν ἐν ἀκαθαρσία̨
26 καὶ ἔσεσθέ μοι ἅγιοι ὅτι ἐγὼ ἅγιος κύριος ὁ θεὸς ὑμω̃ν ὁ ἀφορίσας ὑμα̃ς ἀπὸ πάντων τω̃ν ἐθνω̃ν εἰ̃ναι ἐμοί
27 καὶ ἀνὴρ ἢ γυνή ὃς ἂν γένηται αὐτω̃ν ἐγγαστρίμυθος ἢ ἐπαοιδός θανάτω̨ θανατούσθωσαν ἀμφότεροι λίθοις λιθοβολήσατε αὐτούς ἔνοχοί εἰσιν

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 21

καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν λέγων εἰπὸν τοι̃ς ἱερευ̃σιν τοι̃ς υἱοι̃ς Ααρων καὶ ἐρει̃ς πρὸς αὐτούς ἐν ται̃ς ψυχαι̃ς οὐ μιανθήσονται ἐν τω̨̃ ἔθνει αὐτω̃ν
ἀλλ' ἢ ἐν τω̨̃ οἰκείω̨ τω̨̃ ἔγγιστα αὐτω̃ν ἐπὶ πατρὶ καὶ μητρὶ καὶ υἱοι̃ς καὶ θυγατράσιν ἐπ' ἀδελφω̨̃
καὶ ἐπ' ἀδελφη̨̃ παρθένω̨ τη̨̃ ἐγγιζούση̨ αὐτω̨̃ τη̨̃ μὴ ἐκδεδομένη̨ ἀνδρί ἐπὶ τούτοις μιανθήσεται
οὐ μιανθήσεται ἐξάπινα ἐν τω̨̃ λαω̨̃ αὐτου̃ εἰς βεβήλωσιν αὐτου̃
καὶ φαλάκρωμα οὐ ξυρηθήσεσθε τὴν κεφαλὴν ἐπὶ νεκρω̨̃ καὶ τὴν ὄψιν του̃ πώγωνος οὐ ξυρήσονται καὶ ἐπὶ τὰς σάρκας αὐτω̃ν οὐ κατατεμου̃σιν ἐντομίδας
ἅγιοι ἔσονται τω̨̃ θεω̨̃ αὐτω̃ν καὶ οὐ βεβηλώσουσιν τὸ ὄνομα του̃ θεου̃ αὐτω̃ν τὰς γὰρ θυσίας κυρίου δω̃ρα του̃ θεου̃ αὐτω̃ν αὐτοὶ προσφέρουσιν καὶ ἔσονται ἅγιοι
γυναι̃κα πόρνην καὶ βεβηλωμένην οὐ λήμψονται καὶ γυναι̃κα ἐκβεβλημένην ἀπὸ ἀνδρὸς αὐτη̃ς ἅγιός ἐστιν τω̨̃ κυρίω̨ θεω̨̃ αὐτου̃
καὶ ἁγιάσει αὐτόν τὰ δω̃ρα κυρίου του̃ θεου̃ ὑμω̃ν οὑ̃τος προσφέρει ἅγιος ἔσται ὅτι ἅγιος ἐγὼ κύριος ὁ ἁγιάζων αὐτούς
καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν βεβηλωθη̨̃ του̃ ἐκπορνευ̃σαι τὸ ὄνομα του̃ πατρὸς αὐτη̃ς αὐτὴ βεβηλοι̃ ἐπὶ πυρὸς κατακαυθήσεται
10 καὶ ὁ ἱερεὺς ὁ μέγας ἀπὸ τω̃ν ἀδελφω̃ν αὐτου̃ του̃ ἐπικεχυμένου ἐπὶ τὴν κεφαλὴν του̃ ἐλαίου του̃ χριστου̃ καὶ τετελειωμένου ἐνδύσασθαι τὰ ἱμάτια τὴν κεφαλὴν οὐκ ἀποκιδαρώσει καὶ τὰ ἱμάτια οὐ διαρρήξει
11 καὶ ἐπὶ πάση̨ ψυχη̨̃ τετελευτηκυία̨ οὐκ εἰσελεύσεται ἐπὶ πατρὶ αὐτου̃ οὐδὲ ἐπὶ μητρὶ αὐτου̃ οὐ μιανθήσεται
12 καὶ ἐκ τω̃ν ἁγίων οὐκ ἐξελεύσεται καὶ οὐ βεβηλώσει τὸ ἡγιασμένον του̃ θεου̃ αὐτου̃ ὅτι τὸ ἅγιον ἔλαιον τὸ χριστὸν του̃ θεου̃ ἐπ' αὐτω̨̃ ἐγὼ κύριος
13 οὑ̃τος γυναι̃κα παρθένον ἐκ του̃ γένους αὐτου̃ λήμψεται
14 χήραν δὲ καὶ ἐκβεβλημένην καὶ βεβηλωμένην καὶ πόρνην ταύτας οὐ λήμψεται ἀλλ' ἢ παρθένον ἐκ του̃ γένους αὐτου̃ λήμψεται γυναι̃κα
15 καὶ οὐ βεβηλώσει τὸ σπέρμα αὐτου̃ ἐν τω̨̃ λαω̨̃ αὐτου̃ ἐγὼ κύριος ὁ ἁγιάζων αὐτόν
16 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
17 εἰπὸν Ααρων ἄνθρωπος ἐκ του̃ γένους σου εἰς τὰς γενεὰς ὑμω̃ν τίνι ἐὰν ἠ̨̃ ἐν αὐτω̨̃ μω̃μος οὐ προσελεύσεται προσφέρειν τὰ δω̃ρα του̃ θεου̃ αὐτου̃
18 πα̃ς ἄνθρωπος ὡ̨̃ ἂν ἠ̨̃ ἐν αὐτω̨̃ μω̃μος οὐ προσελεύσεται ἄνθρωπος χωλὸς ἢ τυφλὸς ἢ κολοβόρριν ἢ ὠτότμητος
19 ἢ ἄνθρωπος ὡ̨̃ ἐστιν ἐν αὐτω̨̃ σύντριμμα χειρὸς ἢ σύντριμμα ποδός
20 ἢ κυρτὸς ἢ ἔφηλος ἢ πτίλος τοὺς ὀφθαλμοὺς ἢ ἄνθρωπος ὡ̨̃ ἂν ἠ̨̃ ἐν αὐτω̨̃ ψώρα ἀγρία ἢ λιχήν ἢ μόνορχις
21 πα̃ς ὡ̨̃ ἐστιν ἐν αὐτω̨̃ μω̃μος ἐκ του̃ σπέρματος Ααρων του̃ ἱερέως οὐκ ἐγγιει̃ του̃ προσενεγκει̃ν τὰς θυσίας τω̨̃ θεω̨̃ σου ὅτι μω̃μος ἐν αὐτω̨̃ τὰ δω̃ρα του̃ θεου̃ οὐ προσελεύσεται προσενεγκει̃ν
22 τὰ δω̃ρα του̃ θεου̃ τὰ ἅγια τω̃ν ἁγίων καὶ ἀπὸ τω̃ν ἁγίων φάγεται
23 πλὴν πρὸς τὸ καταπέτασμα οὐ προσελεύσεται καὶ πρὸς τὸ θυσιαστήριον οὐκ ἐγγιει̃ ὅτι μω̃μον ἔχει καὶ οὐ βεβηλώσει τὸ ἅγιον του̃ θεου̃ αὐτου̃ ὅτι ἐγώ εἰμι κύριος ὁ ἁγιάζων αὐτούς
24 καὶ ἐλάλησεν Μωυση̃ς πρὸς Ααρων καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ πρὸς πάντας υἱοὺς Ισραηλ

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 22

καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
εἰπὸν Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ καὶ προσεχέτωσαν ἀπὸ τω̃ν ἁγίων τω̃ν υἱω̃ν Ισραηλ καὶ οὐ βεβηλώσουσιν τὸ ὄνομα τὸ ἅγιόν μου ὅσα αὐτοὶ ἁγιάζουσίν μοι ἐγὼ κύριος
εἰπὸν αὐτοι̃ς εἰς τὰς γενεὰς ὑμω̃ν πα̃ς ἄνθρωπος ὃς ἂν προσέλθη̨ ἀπὸ παντὸς του̃ σπέρματος ὑμω̃ν πρὸς τὰ ἅγια ὅσα ἂν ἁγιάζωσιν οἱ υἱοὶ Ισραηλ τω̨̃ κυρίω̨ καὶ ἡ ἀκαθαρσία αὐτου̃ ἐπ' αὐτω̨̃ ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἀπ' ἐμου̃ ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν
καὶ ἄνθρωπος ἐκ του̃ σπέρματος Ααρων του̃ ἱερέως καὶ οὑ̃τος λεπρα̨̃ ἢ γονορρυής τω̃ν ἁγίων οὐκ ἔδεται ἕως ἂν καθαρισθη̨̃ καὶ ὁ ἁπτόμενος πάσης ἀκαθαρσίας ψυχη̃ς ἢ ἄνθρωπος ὡ̨̃ ἂν ἐξέλθη̨ ἐξ αὐτου̃ κοίτη σπέρματος
ἢ ὅστις ἂν ἅψηται παντὸς ἑρπετου̃ ἀκαθάρτου ὃ μιανει̃ αὐτόν ἢ ἐπ' ἀνθρώπω̨ ἐν ὡ̨̃ μιανει̃ αὐτὸν κατὰ πα̃σαν ἀκαθαρσίαν αὐτου̃
ψυχή ἥτις ἂν ἅψηται αὐτω̃ν ἀκάθαρτος ἔσται ἕως ἑσπέρας οὐκ ἔδεται ἀπὸ τω̃ν ἁγίων ἐὰν μὴ λούσηται τὸ σω̃μα αὐτου̃ ὕδατι
καὶ δύη̨ ὁ ἥλιος καὶ καθαρὸς ἔσται καὶ τότε φάγεται τω̃ν ἁγίων ὅτι ἄρτος ἐστὶν αὐτου̃
θνησιμαι̃ον καὶ θηριάλωτον οὐ φάγεται μιανθη̃ναι αὐτὸν ἐν αὐτοι̃ς ἐγὼ κύριος
καὶ φυλάξονται τὰ φυλάγματά μου ἵνα μὴ λάβωσιν δι' αὐτὰ ἁμαρτίαν καὶ ἀποθάνωσιν δι' αὐτά ἐὰν βεβηλώσωσιν αὐτά ἐγὼ κύριος ὁ θεὸς ὁ ἁγιάζων αὐτούς
10 καὶ πα̃ς ἀλλογενὴς οὐ φάγεται ἅγια πάροικος ἱερέως ἢ μισθωτὸς οὐ φάγεται ἅγια
11 ἐὰν δὲ ἱερεὺς κτήσηται ψυχὴν ἔγκτητον ἀργυρίου οὑ̃τος φάγεται ἐκ τω̃ν ἄρτων αὐτου̃ καὶ οἱ οἰκογενει̃ς αὐτου̃ καὶ οὑ̃τοι φάγονται τω̃ν ἄρτων αὐτου̃
12 καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν γένηται ἀνδρὶ ἀλλογενει̃ αὐτὴ τω̃ν ἀπαρχω̃ν τω̃ν ἁγίων οὐ φάγεται
13 καὶ θυγάτηρ ἱερέως ἐὰν γένηται χήρα ἢ ἐκβεβλημένη σπέρμα δὲ μὴ ἠ̃ν αὐτη̨̃ ἐπαναστρέψει ἐπὶ τὸν οἰ̃κον τὸν πατρικὸν κατὰ τὴν νεότητα αὐτη̃ς ἀπὸ τω̃ν ἄρτων του̃ πατρὸς αὐτη̃ς φάγεται καὶ πα̃ς ἀλλογενὴς οὐ φάγεται ἀπ' αὐτω̃ν
14 καὶ ἄνθρωπος ὃς ἂν φάγη̨ ἅγια κατὰ ἄγνοιαν καὶ προσθήσει τὸ ἐπίπεμπτον αὐτου̃ ἐπ' αὐτὸ καὶ δώσει τω̨̃ ἱερει̃ τὸ ἅγιον
15 καὶ οὐ βεβηλώσουσιν τὰ ἅγια τω̃ν υἱω̃ν Ισραηλ ἃ αὐτοὶ ἀφαιρου̃σιν τω̨̃ κυρίω̨
16 καὶ ἐπάξουσιν ἐφ' ἑαυτοὺς ἀνομίαν πλημμελείας ἐν τω̨̃ ἐσθίειν αὐτοὺς τὰ ἅγια αὐτω̃ν ὅτι ἐγὼ κύριος ὁ ἁγιάζων αὐτούς
17 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
18 λάλησον Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ καὶ πάση̨ συναγωγη̨̃ Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς ἄνθρωπος ἄνθρωπος ἀπὸ τω̃ν υἱω̃ν Ισραηλ ἢ τω̃ν υἱω̃ν τω̃ν προσηλύτων τω̃ν προσκειμένων πρὸς αὐτοὺς ἐν Ισραηλ ὃς ἂν προσενέγκη̨ τὰ δω̃ρα αὐτου̃ κατὰ πα̃σαν ὁμολογίαν αὐτω̃ν ἢ κατὰ πα̃σαν αἵρεσιν αὐτω̃ν ὅσα ἂν προσενέγκωσιν τω̨̃ θεω̨̃ εἰς ὁλοκαύτωμα
19 δεκτὰ ὑμι̃ν ἄμωμα ἄρσενα ἐκ τω̃ν βουκολίων καὶ ἐκ τω̃ν προβάτων καὶ ἐκ τω̃ν αἰγω̃ν
20 πάντα ὅσα ἂν ἔχη̨ μω̃μον ἐν αὐτω̨̃ οὐ προσάξουσιν κυρίω̨ διότι οὐ δεκτὸν ἔσται ὑμι̃ν
21 καὶ ἄνθρωπος ὃς ἂν προσενέγκη̨ θυσίαν σωτηρίου τω̨̃ κυρίω̨ διαστείλας εὐχὴν κατὰ αἵρεσιν ἢ ἐν ται̃ς ἑορται̃ς ὑμω̃ν ἐκ τω̃ν βουκολίων ἢ ἐκ τω̃ν προβάτων ἄμωμον ἔσται εἰς δεκτόν πα̃ς μω̃μος οὐκ ἔσται ἐν αὐτω̨̃
22 τυφλὸν ἢ συντετριμμένον ἢ γλωσσότμητον ἢ μυρμηκιω̃ντα ἢ ψωραγριω̃ντα ἢ λιχη̃νας ἔχοντα οὐ προσάξουσιν ταυ̃τα τω̨̃ κυρίω̨ καὶ εἰς κάρπωσιν οὐ δώσετε ἀπ' αὐτω̃ν ἐπὶ τὸ θυσιαστήριον τω̨̃ κυρίω̨
23 καὶ μόσχον ἢ πρόβατον ὠτότμητον ἢ κολοβόκερκον σφάγια ποιήσεις αὐτὰ σεαυτω̨̃ εἰς δὲ εὐχήν σου οὐ δεχθήσεται
24 θλαδίαν καὶ ἐκτεθλιμμένον καὶ ἐκτομίαν καὶ ἀπεσπασμένον οὐ προσάξεις αὐτὰ τω̨̃ κυρίω̨ καὶ ἐπὶ τη̃ς γη̃ς ὑμω̃ν οὐ ποιήσετε
25 καὶ ἐκ χειρὸς ἀλλογενου̃ς οὐ προσοίσετε τὰ δω̃ρα του̃ θεου̃ ὑμω̃ν ἀπὸ πάντων τούτων ὅτι φθάρματά ἐστιν ἐν αὐτοι̃ς μω̃μος ἐν αὐτοι̃ς οὐ δεχθήσεται ταυ̃τα ὑμι̃ν
26 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
27 μόσχον ἢ πρόβατον ἢ αἰ̃γα ὡς ἂν τεχθη̨̃ καὶ ἔσται ἑπτὰ ἡμέρας ὑπὸ τὴν μητέρα τη̨̃ δὲ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ καὶ ἐπέκεινα δεχθήσεται εἰς δω̃ρα κάρπωμα κυρίω̨
28 καὶ μόσχον ἢ πρόβατον αὐτὴν καὶ τὰ παιδία αὐτη̃ς οὐ σφάξεις ἐν ἡμέρα̨ μια̨̃
29 ἐὰν δὲ θύση̨ς θυσίαν εὐχὴν χαρμοσύνης κυρίω̨ εἰς δεκτὸν ὑμι̃ν θύσετε αὐτό
30 αὐτη̨̃ τη̨̃ ἡμέρα̨ ἐκείνη̨ βρωθήσεται οὐκ ἀπολείψετε ἀπὸ τω̃ν κρεω̃ν εἰς τὸ πρωί ἐγώ εἰμι κύριος
31 καὶ φυλάξετε τὰς ἐντολάς μου καὶ ποιήσετε αὐτάς
32 καὶ οὐ βεβηλώσετε τὸ ὄνομα του̃ ἁγίου καὶ ἁγιασθήσομαι ἐν μέσω̨ τω̃ν υἱω̃ν Ισραηλ ἐγὼ κύριος ὁ ἁγιάζων ὑμα̃ς
33 ὁ ἐξαγαγὼν ὑμα̃ς ἐκ γη̃ς Αἰγύπτου ὥστε εἰ̃ναι ὑμω̃ν θεός ἐγὼ κύριος

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 23

καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν λέγων
λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς αἱ ἑορταὶ κυρίου ἃς καλέσετε αὐτὰς κλητὰς ἁγίας αὑ̃ταί εἰσιν ἑορταί μου
ἓξ ἡμέρας ποιήσεις ἔργα καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ σάββατα ἀνάπαυσις κλητὴ ἁγία τω̨̃ κυρίω̨ πα̃ν ἔργον οὐ ποιήσεις σάββατά ἐστιν τω̨̃ κυρίω̨ ἐν πάση̨ κατοικία̨ ὑμω̃ν
αὑ̃ται αἱ ἑορταὶ τω̨̃ κυρίω̨ κληταὶ ἅγιαι ἃς καλέσετε αὐτὰς ἐν τοι̃ς καιροι̃ς αὐτω̃ν
ἐν τω̨̃ πρώτω̨ μηνὶ ἐν τη̨̃ τεσσαρεσκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς ἀνὰ μέσον τω̃ν ἑσπερινω̃ν πάσχα τω̨̃ κυρίω̨
καὶ ἐν τη̨̃ πεντεκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς τούτου ἑορτὴ τω̃ν ἀζύμων τω̨̃ κυρίω̨ ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε
καὶ ἡ ἡμέρα ἡ πρώτη κλητὴ ἁγία ἔσται ὑμι̃ν πα̃ν ἔργον λατρευτὸν οὐ ποιήσετε
καὶ προσάξετε ὁλοκαυτώματα τω̨̃ κυρίω̨ ἑπτὰ ἡμέρας καὶ ἡ ἑβδόμη ἡμέρα κλητὴ ἁγία ἔσται ὑμι̃ν πα̃ν ἔργον λατρευτὸν οὐ ποιήσετε
καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
10 εἰπὸν τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς ὅταν εἰσέλθητε εἰς τὴν γη̃ν ἣν ἐγὼ δίδωμι ὑμι̃ν καὶ θερίζητε τὸν θερισμὸν αὐτη̃ς καὶ οἴσετε δράγμα ἀπαρχὴν του̃ θερισμου̃ ὑμω̃ν πρὸς τὸν ἱερέα
11 καὶ ἀνοίσει τὸ δράγμα ἔναντι κυρίου δεκτὸν ὑμι̃ν τη̨̃ ἐπαύριον τη̃ς πρώτης ἀνοίσει αὐτὸ ὁ ἱερεύς
12 καὶ ποιήσετε ἐν τη̨̃ ἡμέρα̨ ἐν ἡ̨̃ ἂν φέρητε τὸ δράγμα πρόβατον ἄμωμον ἐνιαύσιον εἰς ὁλοκαύτωμα τω̨̃ κυρίω̨
13 καὶ τὴν θυσίαν αὐτου̃ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ θυσία τω̨̃ κυρίω̨ ὀσμὴ εὐωδίας κυρίω̨ καὶ σπονδὴν αὐτου̃ τὸ τέταρτον του̃ ιν οἴνου
14 καὶ ἄρτον καὶ πεφρυγμένα χίδρα νέα οὐ φάγεσθε ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην ἕως ἂν προσενέγκητε ὑμει̃ς τὰ δω̃ρα τω̨̃ θεω̨̃ ὑμω̃ν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμω̃ν ἐν πάση̨ κατοικία̨ ὑμω̃ν
15 καὶ ἀριθμήσετε ὑμει̃ς ἀπὸ τη̃ς ἐπαύριον τω̃ν σαββάτων ἀπὸ τη̃ς ἡμέρας ἡ̃ς ἂν προσενέγκητε τὸ δράγμα του̃ ἐπιθέματος ἑπτὰ ἑβδομάδας ὁλοκλήρους
16 ἕως τη̃ς ἐπαύριον τη̃ς ἐσχάτης ἑβδομάδος ἀριθμήσετε πεντήκοντα ἡμέρας καὶ προσοίσετε θυσίαν νέαν τω̨̃ κυρίω̨
17 ἀπὸ τη̃ς κατοικίας ὑμω̃ν προσοίσετε ἄρτους ἐπίθεμα δύο ἄρτους ἐκ δύο δεκάτων σεμιδάλεως ἔσονται ἐζυμωμένοι πεφθήσονται πρωτογενημάτων τω̨̃ κυρίω̨
18 καὶ προσάξετε μετὰ τω̃ν ἄρτων ἑπτὰ ἀμνοὺς ἀμώμους ἐνιαυσίους καὶ μόσχον ἕνα ἐκ βουκολίου καὶ κριοὺς δύο ἀμώμους ἔσονται ὁλοκαύτωμα τω̨̃ κυρίω̨ καὶ αἱ θυσίαι αὐτω̃ν καὶ αἱ σπονδαὶ αὐτω̃ν θυσίαν ὀσμὴν εὐωδίας τω̨̃ κυρίω̨
19 καὶ ποιήσουσιν χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας καὶ δύο ἀμνοὺς ἐνιαυσίους εἰς θυσίαν σωτηρίου μετὰ τω̃ν ἄρτων του̃ πρωτογενήματος
20 καὶ ἐπιθήσει αὐτὰ ὁ ἱερεὺς μετὰ τω̃ν ἄρτων του̃ πρωτογενήματος ἐπίθεμα ἔναντι κυρίου μετὰ τω̃ν δύο ἀμνω̃ν ἅγια ἔσονται τω̨̃ κυρίω̨ τω̨̃ ἱερει̃ τω̨̃ προσφέροντι αὐτὰ αὐτω̨̃ ἔσται
21 καὶ καλέσετε ταύτην τὴν ἡμέραν κλητήν ἁγία ἔσται ὑμι̃ν πα̃ν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτη̨̃ νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμω̃ν ἐν πάση̨ τη̨̃ κατοικία̨ ὑμω̃ν
22 καὶ ὅταν θερίζητε τὸν θερισμὸν τη̃ς γη̃ς ὑμω̃ν οὐ συντελέσετε τὸ λοιπὸν του̃ θερισμου̃ του̃ ἀγρου̃ σου ἐν τω̨̃ θερίζειν σε καὶ τὰ ἀποπίπτοντα του̃ θερισμου̃ σου οὐ συλλέξεις τω̨̃ πτωχω̨̃ καὶ τω̨̃ προσηλύτω̨ ὑπολείψη̨ αὐτά ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν
23 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
24 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ λέγων του̃ μηνὸς του̃ ἑβδόμου μια̨̃ του̃ μηνὸς ἔσται ὑμι̃ν ἀνάπαυσις μνημόσυνον σαλπίγγων κλητὴ ἁγία ἔσται ὑμι̃ν
25 πα̃ν ἔργον λατρευτὸν οὐ ποιήσετε καὶ προσάξετε ὁλοκαύτωμα κυρίω̨
26 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
27 καὶ τη̨̃ δεκάτη̨ του̃ μηνὸς του̃ ἑβδόμου τούτου ἡμέρα ἐξιλασμου̃ κλητὴ ἁγία ἔσται ὑμι̃ν καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμω̃ν καὶ προσάξετε ὁλοκαύτωμα τω̨̃ κυρίω̨
28 πα̃ν ἔργον οὐ ποιήσετε ἐν αὐτη̨̃ τη̨̃ ἡμέρα̨ ταύτη̨ ἔστιν γὰρ ἡμέρα ἐξιλασμου̃ αὕτη ὑμι̃ν ἐξιλάσασθαι περὶ ὑμω̃ν ἔναντι κυρίου του̃ θεου̃ ὑμω̃ν
29 πα̃σα ψυχή ἥτις μὴ ταπεινωθήσεται ἐν αὐτη̨̃ τη̨̃ ἡμέρα̨ ταύτη̨ ἐξολεθρευθήσεται ἐκ του̃ λαου̃ αὐτη̃ς
30 καὶ πα̃σα ψυχή ἥτις ποιήσει ἔργον ἐν αὐτη̨̃ τη̨̃ ἡμέρα̨ ταύτη̨ ἀπολει̃ται ἡ ψυχὴ ἐκείνη ἐκ του̃ λαου̃ αὐτη̃ς
31 πα̃ν ἔργον οὐ ποιήσετε νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμω̃ν ἐν πάσαις κατοικίαις ὑμω̃ν
32 σάββατα σαββάτων ἔσται ὑμι̃ν καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμω̃ν ἀπὸ ἐνάτης του̃ μηνὸς ἀπὸ ἑσπέρας ἕως ἑσπέρας σαββατιει̃τε τὰ σάββατα ὑμω̃ν
33 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
34 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ λέγων τη̨̃ πεντεκαιδεκάτη̨ του̃ μηνὸς του̃ ἑβδόμου τούτου ἑορτὴ σκηνω̃ν ἑπτὰ ἡμέρας τω̨̃ κυρίω̨
35 καὶ ἡ ἡμέρα ἡ πρώτη κλητὴ ἁγία πα̃ν ἔργον λατρευτὸν οὐ ποιήσετε
36 ἑπτὰ ἡμέρας προσάξετε ὁλοκαυτώματα τω̨̃ κυρίω̨ καὶ ἡ ἡμέρα ἡ ὀγδόη κλητὴ ἁγία ἔσται ὑμι̃ν καὶ προσάξετε ὁλοκαυτώματα τω̨̃ κυρίω̨ ἐξόδιόν ἐστιν πα̃ν ἔργον λατρευτὸν οὐ ποιήσετε
37 αὑ̃ται αἱ ἑορταὶ κυρίω̨ ἃς καλέσετε κλητὰς ἁγίας ὥστε προσενέγκαι καρπώματα τω̨̃ κυρίω̨ ὁλοκαυτώματα καὶ θυσίας αὐτω̃ν καὶ σπονδὰς αὐτω̃ν τὸ καθ' ἡμέραν εἰς ἡμέραν
38 πλὴν τω̃ν σαββάτων κυρίου καὶ πλὴν τω̃ν δομάτων ὑμω̃ν καὶ πλὴν πασω̃ν τω̃ν εὐχω̃ν ὑμω̃ν καὶ πλὴν τω̃ν ἑκουσίων ὑμω̃ν ἃ ἂν δω̃τε τω̨̃ κυρίω̨
39 καὶ ἐν τη̨̃ πεντεκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς του̃ ἑβδόμου τούτου ὅταν συντελέσητε τὰ γενήματα τη̃ς γη̃ς ἑορτάσετε τω̨̃ κυρίω̨ ἑπτὰ ἡμέρας τη̨̃ ἡμέρα̨ τη̨̃ πρώτη̨ ἀνάπαυσις καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ ἀνάπαυσις
40 καὶ λήμψεσθε τη̨̃ ἡμέρα̨ τη̨̃ πρώτη̨ καρπὸν ξύλου ὡραι̃ον καὶ κάλλυνθρα φοινίκων καὶ κλάδους ξύλου δασει̃ς καὶ ἰτέας καὶ ἄγνου κλάδους ἐκ χειμάρρου εὐφρανθη̃ναι ἔναντι κυρίου του̃ θεου̃ ὑμω̃ν ἑπτὰ ἡμέρας
41 του̃ ἐνιαυτου̃ νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμω̃ν ἐν τω̨̃ μηνὶ τω̨̃ ἑβδόμω̨ ἑορτάσετε αὐτήν
42 ἐν σκηναι̃ς κατοικήσετε ἑπτὰ ἡμέρας πα̃ς ὁ αὐτόχθων ἐν Ισραηλ κατοικήσει ἐν σκηναι̃ς
43 ὅπως ἴδωσιν αἱ γενεαὶ ὑμω̃ν ὅτι ἐν σκηναι̃ς κατώ̨κισα τοὺς υἱοὺς Ισραηλ ἐν τω̨̃ ἐξαγαγει̃ν με αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν
44 καὶ ἐλάλησεν Μωυση̃ς τὰς ἑορτὰς κυρίου τοι̃ς υἱοι̃ς Ισραηλ

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 24

καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
ἔντειλαι τοι̃ς υἱοι̃ς Ισραηλ καὶ λαβέτωσάν μοι ἔλαιον ἐλάινον καθαρὸν κεκομμένον εἰς φω̃ς καυ̃σαι λύχνον διὰ παντός
ἔξωθεν του̃ καταπετάσματος ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου καύσουσιν αὐτὸν Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ ἀπὸ ἑσπέρας ἕως πρωὶ ἐνώπιον κυρίου ἐνδελεχω̃ς νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμω̃ν
ἐπὶ τη̃ς λυχνίας τη̃ς καθαρα̃ς καύσετε τοὺς λύχνους ἔναντι κυρίου ἕως τὸ πρωί
καὶ λήμψεσθε σεμίδαλιν καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους δύο δεκάτων ἔσται ὁ ἄρτος ὁ εἱ̃ς
καὶ ἐπιθήσετε αὐτοὺς δύο θέματα ἓξ ἄρτους τὸ ἓν θέμα ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν ἔναντι κυρίου
καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καθαρὸν καὶ ἅλα καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τω̨̃ κυρίω̨
τη̨̃ ἡμέρα̨ τω̃ν σαββάτων προθήσεται ἔναντι κυρίου διὰ παντὸς ἐνώπιον τω̃ν υἱω̃ν Ισραηλ διαθήκην αἰώνιον
καὶ ἔσται Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ καὶ φάγονται αὐτὰ ἐν τόπω̨ ἁγίω̨ ἔστιν γὰρ ἅγια τω̃ν ἁγίων του̃το αὐτω̨̃ ἀπὸ τω̃ν θυσιαζομένων τω̨̃ κυρίω̨ νόμιμον αἰώνιον
10 καὶ ἐξη̃λθεν υἱὸς γυναικὸς Ισραηλίτιδος καὶ οὑ̃τος ἠ̃ν υἱὸς Αἰγυπτίου ἐν τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐμαχέσαντο ἐν τη̨̃ παρεμβολη̨̃ ὁ ἐκ τη̃ς Ισραηλίτιδος καὶ ὁ ἄνθρωπος ὁ Ισραηλίτης
11 καὶ ἐπονομάσας ὁ υἱὸς τη̃ς γυναικὸς τη̃ς Ισραηλίτιδος τὸ ὄνομα κατηράσατο καὶ ἤγαγον αὐτὸν πρὸς Μωυση̃ν καὶ τὸ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Σαλωμιθ θυγάτηρ Δαβρι ἐκ τη̃ς φυλη̃ς Δαν
12 καὶ ἀπέθεντο αὐτὸν εἰς φυλακὴν διακρι̃ναι αὐτὸν διὰ προστάγματος κυρίου
13 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
14 ἐξάγαγε τὸν καταρασάμενον ἔξω τη̃ς παρεμβολη̃ς καὶ ἐπιθήσουσιν πάντες οἱ ἀκούσαντες τὰς χει̃ρας αὐτω̃ν ἐπὶ τὴν κεφαλὴν αὐτου̃ καὶ λιθοβολήσουσιν αὐτὸν πα̃σα ἡ συναγωγή
15 καὶ τοι̃ς υἱοι̃ς Ισραηλ λάλησον καὶ ἐρει̃ς πρὸς αὐτούς ἄνθρωπος ὃς ἐὰν καταράσηται θεόν ἁμαρτίαν λήμψεται
16 ὀνομάζων δὲ τὸ ὄνομα κυρίου θανάτω̨ θανατούσθω λίθοις λιθοβολείτω αὐτὸν πα̃σα συναγωγὴ Ισραηλ ἐάν τε προσήλυτος ἐάν τε αὐτόχθων ἐν τω̨̃ ὀνομάσαι αὐτὸν τὸ ὄνομα κυρίου τελευτάτω
17 καὶ ἄνθρωπος ὃς ἂν πατάξη̨ ψυχὴν ἀνθρώπου καὶ ἀποθάνη̨ θανάτω̨ θανατούσθω
18 καὶ ὃς ἂν πατάξη̨ κτη̃νος καὶ ἀποθάνη̨ ἀποτεισάτω ψυχὴν ἀντὶ ψυχη̃ς
19 καὶ ἐάν τις δω̨̃ μω̃μον τω̨̃ πλησίον ὡς ἐποίησεν αὐτω̨̃ ὡσαύτως ἀντιποιηθήσεται αὐτω̨̃
20 σύντριμμα ἀντὶ συντρίμματος ὀφθαλμὸν ἀντὶ ὀφθαλμου̃ ὀδόντα ἀντὶ ὀδόντος καθότι ἂν δω̨̃ μω̃μον τω̨̃ ἀνθρώπω̨ οὕτως δοθήσεται αὐτω̨̃
21 ὃς ἂν πατάξη̨ ἄνθρωπον καὶ ἀποθάνη̨ θανάτω̨ θανατούσθω
22 δικαίωσις μία ἔσται τω̨̃ προσηλύτω̨ καὶ τω̨̃ ἐγχωρίω̨ ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν
23 καὶ ἐλάλησεν Μωυση̃ς τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐξήγαγον τὸν καταρασάμενον ἔξω τη̃ς παρεμβολη̃ς καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις καὶ οἱ υἱοὶ Ισραηλ ἐποίησαν καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 25

καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν ἐν τω̨̃ ὄρει Σινα λέγων
λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς ἐὰν εἰσέλθητε εἰς τὴν γη̃ν ἣν ἐγὼ δίδωμι ὑμι̃ν καὶ ἀναπαύσεται ἡ γη̃ ἣν ἐγὼ δίδωμι ὑμι̃ν σάββατα τω̨̃ κυρίω̨
ἓξ ἔτη σπερει̃ς τὸν ἀγρόν σου καὶ ἓξ ἔτη τεμει̃ς τὴν ἄμπελόν σου καὶ συνάξεις τὸν καρπὸν αὐτη̃ς
τω̨̃ δὲ ἔτει τω̨̃ ἑβδόμω̨ σάββατα ἀνάπαυσις ἔσται τη̨̃ γη̨̃ σάββατα τω̨̃ κυρίω̨ τὸν ἀγρόν σου οὐ σπερει̃ς καὶ τὴν ἄμπελόν σου οὐ τεμει̃ς
καὶ τὰ αὐτόματα ἀναβαίνοντα του̃ ἀγρου̃ σου οὐκ ἐκθερίσεις καὶ τὴν σταφυλὴν του̃ ἁγιάσματός σου οὐκ ἐκτρυγήσεις ἐνιαυτὸς ἀναπαύσεως ἔσται τη̨̃ γη̨̃
καὶ ἔσται τὰ σάββατα τη̃ς γη̃ς βρώματά σοι καὶ τω̨̃ παιδί σου καὶ τη̨̃ παιδίσκη̨ σου καὶ τω̨̃ μισθωτω̨̃ σου καὶ τω̨̃ παροίκω̨ τω̨̃ προσκειμένω̨ πρὸς σέ
καὶ τοι̃ς κτήνεσίν σου καὶ τοι̃ς θηρίοις τοι̃ς ἐν τη̨̃ γη̨̃ σου ἔσται πα̃ν τὸ γένημα αὐτου̃ εἰς βρω̃σιν
καὶ ἐξαριθμήσεις σεαυτω̨̃ ἑπτὰ ἀναπαύσεις ἐτω̃ν ἑπτὰ ἔτη ἑπτάκις καὶ ἔσονταί σοι ἑπτὰ ἑβδομάδες ἐτω̃ν ἐννέα καὶ τεσσαράκοντα ἔτη
καὶ διαγγελει̃τε σάλπιγγος φωνη̨̃ ἐν πάση̨ τη̨̃ γη̨̃ ὑμω̃ν τω̨̃ μηνὶ τω̨̃ ἑβδόμω̨ τη̨̃ δεκάτη̨ του̃ μηνός τη̨̃ ἡμέρα̨ του̃ ἱλασμου̃ διαγγελει̃τε σάλπιγγι ἐν πάση̨ τη̨̃ γη̨̃ ὑμω̃ν
10 καὶ ἁγιάσετε τὸ ἔτος τὸ πεντηκοστὸν ἐνιαυτὸν καὶ διαβοήσετε ἄφεσιν ἐπὶ τη̃ς γη̃ς πα̃σιν τοι̃ς κατοικου̃σιν αὐτήν ἐνιαυτὸς ἀφέσεως σημασία αὕτη ἔσται ὑμι̃ν καὶ ἀπελεύσεται εἱ̃ς ἕκαστος εἰς τὴν κτη̃σιν αὐτου̃ καὶ ἕκαστος εἰς τὴν πατρίδα αὐτου̃ ἀπελεύσεσθε
11 ἀφέσεως σημασία αὕτη τὸ ἔτος τὸ πεντηκοστὸν ἐνιαυτὸς ἔσται ὑμι̃ν οὐ σπερει̃τε οὐδὲ ἀμήσετε τὰ αὐτόματα ἀναβαίνοντα αὐτη̃ς καὶ οὐ τρυγήσετε τὰ ἡγιασμένα αὐτη̃ς
12 ὅτι ἀφέσεως σημασία ἐστίν ἅγιον ἔσται ὑμι̃ν ἀπὸ τω̃ν πεδίων φάγεσθε τὰ γενήματα αὐτη̃ς
13 ἐν τω̨̃ ἔτει τη̃ς ἀφέσεως σημασία̨ αὐτη̃ς ἐπανελεύσεται ἕκαστος εἰς τὴν κτη̃σιν αὐτου̃
14 ἐὰν δὲ ἀποδω̨̃ πρα̃σιν τω̨̃ πλησίον σου ἐὰν καὶ κτήση̨ παρὰ του̃ πλησίον σου μὴ θλιβέτω ἄνθρωπος τὸν πλησίον
15 κατὰ ἀριθμὸν ἐτω̃ν μετὰ τὴν σημασίαν κτήση̨ παρὰ του̃ πλησίον κατὰ ἀριθμὸν ἐνιαυτω̃ν γενημάτων ἀποδώσεταί σοι
16 καθότι ἂν πλει̃ον τω̃ν ἐτω̃ν πληθύνη̨ τὴν ἔγκτησιν αὐτου̃ καὶ καθότι ἂν ἔλαττον τω̃ν ἐτω̃ν ἐλαττονώση̨ τὴν κτη̃σιν αὐτου̃ ὅτι ἀριθμὸν γενημάτων αὐτου̃ οὕτως ἀποδώσεταί σοι
17 μὴ θλιβέτω ἄνθρωπος τὸν πλησίον καὶ φοβηθήση̨ κύριον τὸν θεόν σου ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν
18 καὶ ποιήσετε πάντα τὰ δικαιώματά μου καὶ πάσας τὰς κρίσεις μου καὶ φυλάξασθε καὶ ποιήσετε αὐτὰ καὶ κατοικήσετε ἐπὶ τη̃ς γη̃ς πεποιθότες
19 καὶ δώσει ἡ γη̃ τὰ ἐκφόρια αὐτη̃ς καὶ φάγεσθε εἰς πλησμονὴν καὶ κατοικήσετε πεποιθότες ἐπ' αὐτη̃ς
20 ἐὰν δὲ λέγητε τί φαγόμεθα ἐν τω̨̃ ἔτει τω̨̃ ἑβδόμω̨ τούτω̨ ἐὰν μὴ σπείρωμεν μηδὲ συναγάγωμεν τὰ γενήματα ἡμω̃ν
21 καὶ ἀποστελω̃ τὴν εὐλογίαν μου ὑμι̃ν ἐν τω̨̃ ἔτει τω̨̃ ἕκτω̨ καὶ ποιήσει τὰ γενήματα αὐτη̃ς εἰς τὰ τρία ἔτη
22 καὶ σπερει̃τε τὸ ἔτος τὸ ὄγδοον καὶ φάγεσθε ἀπὸ τω̃ν γενημάτων παλαιά ἕως του̃ ἔτους του̃ ἐνάτου ἕως ἂν ἔλθη̨ τὸ γένημα αὐτη̃ς φάγεσθε παλαιὰ παλαιω̃ν
23 καὶ ἡ γη̃ οὐ πραθήσεται εἰς βεβαίωσιν ἐμὴ γάρ ἐστιν ἡ γη̃ διότι προσήλυτοι καὶ πάροικοι ὑμει̃ς ἐστε ἐναντίον μου
24 καὶ κατὰ πα̃σαν γη̃ν κατασχέσεως ὑμω̃ν λύτρα δώσετε τη̃ς γη̃ς
25 ἐὰν δὲ πένηται ὁ ἀδελφός σου ὁ μετὰ σου̃ καὶ ἀποδω̃ται ἀπὸ τη̃ς κατασχέσεως αὐτου̃ καὶ ἔλθη̨ ὁ ἀγχιστεύων ἐγγίζων ἔγγιστα αὐτου̃ καὶ λυτρώσεται τὴν πρα̃σιν του̃ ἀδελφου̃ αὐτου̃
26 ἐὰν δὲ μὴ ἠ̨̃ τινι ὁ ἀγχιστεύων καὶ εὐπορηθη̨̃ τη̨̃ χειρὶ καὶ εὑρεθη̨̃ αὐτω̨̃ τὸ ἱκανὸν λύτρα αὐτου̃
27 καὶ συλλογιει̃ται τὰ ἔτη τη̃ς πράσεως αὐτου̃ καὶ ἀποδώσει ὃ ὑπερέχει τω̨̃ ἀνθρώπω̨ ὡ̨̃ ἀπέδοτο ἑαυτὸν αὐτω̨̃ καὶ ἀπελεύσεται εἰς τὴν κατάσχεσιν αὐτου̃
28 ἐὰν δὲ μὴ εὐπορηθη̨̃ ἡ χεὶρ αὐτου̃ τὸ ἱκανὸν ὥστε ἀποδου̃ναι αὐτω̨̃ καὶ ἔσται ἡ πρα̃σις τω̨̃ κτησαμένω̨ αὐτὰ ἕως του̃ ἕκτου ἔτους τη̃ς ἀφέσεως καὶ ἐξελεύσεται τη̨̃ ἀφέσει καὶ ἀπελεύσεται εἰς τὴν κατάσχεσιν αὐτου̃
29 ἐὰν δέ τις ἀποδω̃ται οἰκίαν οἰκητὴν ἐν πόλει τετειχισμένη̨ καὶ ἔσται ἡ λύτρωσις αὐτη̃ς ἕως πληρωθη̨̃ ἐνιαυτὸς ἡμερω̃ν ἔσται ἡ λύτρωσις αὐτη̃ς
30 ἐὰν δὲ μὴ λυτρωθη̨̃ ἕως ἂν πληρωθη̨̃ αὐτη̃ς ἐνιαυτὸς ὅλος κυρωθήσεται ἡ οἰκία ἡ οὐ̃σα ἐν πόλει τη̨̃ ἐχούση̨ τει̃χος βεβαίως τω̨̃ κτησαμένω̨ αὐτὴν εἰς τὰς γενεὰς αὐτου̃ καὶ οὐκ ἐξελεύσεται ἐν τη̨̃ ἀφέσει
31 αἱ δὲ οἰκίαι αἱ ἐν ἐπαύλεσιν αἱ̃ς οὐκ ἔστιν ἐν αὐται̃ς τει̃χος κύκλω̨ πρὸς τὸν ἀγρὸν τη̃ς γη̃ς λογισθήτωσαν λυτρωταὶ διὰ παντὸς ἔσονται καὶ ἐν τη̨̃ ἀφέσει ἐξελεύσονται
32 καὶ αἱ πόλεις τω̃ν Λευιτω̃ν οἰκίαι τω̃ν πόλεων αὐτω̃ν κατασχέσεως λυτρωταὶ διὰ παντὸς ἔσονται τοι̃ς Λευίταις
33 καὶ ὃς ἂν λυτρωσάμενος παρὰ τω̃ν Λευιτω̃ν καὶ ἐξελεύσεται ἡ διάπρασις αὐτω̃ν οἰκιω̃ν πόλεως κατασχέσεως αὐτω̃ν ἐν τη̨̃ ἀφέσει ὅτι οἰκίαι τω̃ν πόλεων τω̃ν Λευιτω̃ν κατάσχεσις αὐτω̃ν ἐν μέσω̨ υἱω̃ν Ισραηλ
34 καὶ οἱ ἀγροὶ οἱ ἀφωρισμένοι ται̃ς πόλεσιν αὐτω̃ν οὐ πραθήσονται ὅτι κατάσχεσις αἰωνία του̃το αὐτω̃ν ἐστιν
35 ἐὰν δὲ πένηται ὁ ἀδελφός σου καὶ ἀδυνατήση̨ ται̃ς χερσὶν παρὰ σοί ἀντιλήμψη̨ αὐτου̃ ὡς προσηλύτου καὶ παροίκου καὶ ζήσεται ὁ ἀδελφός σου μετὰ σου̃
36 οὐ λήμψη̨ παρ' αὐτου̃ τόκον οὐδὲ ἐπὶ πλήθει καὶ φοβηθήση̨ τὸν θεόν σου ἐγὼ κύριος καὶ ζήσεται ὁ ἀδελφός σου μετὰ σου̃
37 τὸ ἀργύριόν σου οὐ δώσεις αὐτω̨̃ ἐπὶ τόκω̨ καὶ ἐπὶ πλεονασμὸν οὐ δώσεις αὐτω̨̃ τὰ βρώματά σου
38 ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν ὁ ἐξαγαγὼν ὑμα̃ς ἐκ γη̃ς Αἰγύπτου δου̃ναι ὑμι̃ν τὴν γη̃ν Χανααν ὥστε εἰ̃ναι ὑμω̃ν θεός
39 ἐὰν δὲ ταπεινωθη̨̃ ὁ ἀδελφός σου παρὰ σοὶ καὶ πραθη̨̃ σοι οὐ δουλεύσει σοι δουλείαν οἰκέτου
40 ὡς μισθωτὸς ἢ πάροικος ἔσται σοι ἕως του̃ ἔτους τη̃ς ἀφέσεως ἐργα̃ται παρὰ σοί
41 καὶ ἐξελεύσεται τη̨̃ ἀφέσει καὶ τὰ τέκνα αὐτου̃ μετ' αὐτου̃ καὶ ἀπελεύσεται εἰς τὴν γενεὰν αὐτου̃ εἰς τὴν κατάσχεσιν τὴν πατρικὴν ἀποδραμει̃ται
42 διότι οἰκέται μού εἰσιν οὑ̃τοι οὓς ἐξήγαγον ἐκ γη̃ς Αἰγύπτου οὐ πραθήσεται ἐν πράσει οἰκέτου
43 οὐ κατατενει̃ς αὐτὸν ἐν τω̨̃ μόχθω̨ καὶ φοβηθήση̨ κύριον τὸν θεόν σου
44 καὶ παι̃ς καὶ παιδίσκη ὅσοι ἂν γένωνταί σοι ἀπὸ τω̃ν ἐθνω̃ν ὅσοι κύκλω̨ σού εἰσιν ἀπ' αὐτω̃ν κτήσεσθε δου̃λον καὶ δούλην
45 καὶ ἀπὸ τω̃ν υἱω̃ν τω̃ν παροίκων τω̃ν ὄντων ἐν ὑμι̃ν ἀπὸ τούτων κτήσεσθε καὶ ἀπὸ τω̃ν συγγενω̃ν αὐτω̃ν ὅσοι ἂν γένωνται ἐν τη̨̃ γη̨̃ ὑμω̃ν ἔστωσαν ὑμι̃ν εἰς κατάσχεσιν
46 καὶ καταμεριει̃τε αὐτοὺς τοι̃ς τέκνοις ὑμω̃ν μεθ' ὑμα̃ς καὶ ἔσονται ὑμι̃ν κατόχιμοι εἰς τὸν αἰω̃να τω̃ν ἀδελφω̃ν ὑμω̃ν τω̃ν υἱω̃ν Ισραηλ ἕκαστος τὸν ἀδελφὸν αὐτου̃ οὐ κατατενει̃ αὐτὸν ἐν τοι̃ς μόχθοις
47 ἐὰν δὲ εὕρη̨ ἡ χεὶρ του̃ προσηλύτου ἢ του̃ παροίκου του̃ παρὰ σοὶ καὶ ἀπορηθεὶς ὁ ἀδελφός σου πραθη̨̃ τω̨̃ προσηλύτω̨ ἢ τω̨̃ παροίκω̨ τω̨̃ παρὰ σοὶ ἐκ γενετη̃ς προσηλύτω̨
48 μετὰ τὸ πραθη̃ναι αὐτω̨̃ λύτρωσις ἔσται αὐτω̨̃ εἱ̃ς τω̃ν ἀδελφω̃ν αὐτου̃ λυτρώσεται αὐτόν
49 ἀδελφὸς πατρὸς αὐτου̃ ἢ υἱὸς ἀδελφου̃ πατρὸς λυτρώσεται αὐτὸν ἢ ἀπὸ τω̃ν οἰκείων τω̃ν σαρκω̃ν αὐτου̃ ἐκ τη̃ς φυλη̃ς αὐτου̃ λυτρώσεται αὐτόν ἐὰν δὲ εὐπορηθεὶς ται̃ς χερσὶν λυτρώσηται ἑαυτόν
50 καὶ συλλογιει̃ται πρὸς τὸν κεκτημένον αὐτὸν ἀπὸ του̃ ἔτους οὑ̃ ἀπέδοτο ἑαυτὸν αὐτω̨̃ ἕως του̃ ἐνιαυτου̃ τη̃ς ἀφέσεως καὶ ἔσται τὸ ἀργύριον τη̃ς πράσεως αὐτου̃ ὡς μισθίου ἔτος ἐξ ἔτους ἔσται μετ' αὐτου̃
51 ἐὰν δέ τινι πλει̃ον τω̃ν ἐτω̃ν ἠ̨̃ πρὸς ταυ̃τα ἀποδώσει τὰ λύτρα αὐτου̃ ἀπὸ του̃ ἀργυρίου τη̃ς πράσεως αὐτου̃
52 ἐὰν δὲ ὀλίγον καταλειφθη̨̃ ἀπὸ τω̃ν ἐτω̃ν εἰς τὸν ἐνιαυτὸν τη̃ς ἀφέσεως καὶ συλλογιει̃ται αὐτω̨̃ κατὰ τὰ ἔτη αὐτου̃ καὶ ἀποδώσει τὰ λύτρα αὐτου̃
53 ὡς μισθωτὸς ἐνιαυτὸν ἐξ ἐνιαυτου̃ ἔσται μετ' αὐτου̃ οὐ κατατενει̃ς αὐτὸν ἐν τω̨̃ μόχθω̨ ἐνώπιόν σου
54 ἐὰν δὲ μὴ λυτρω̃ται κατὰ ταυ̃τα ἐξελεύσεται ἐν τω̨̃ ἔτει τη̃ς ἀφέσεως αὐτὸς καὶ τὰ παιδία αὐτου̃ μετ' αὐτου̃
55 ὅτι ἐμοὶ οἱ υἱοὶ Ισραηλ οἰκέται παι̃δές μου οὑ̃τοί εἰσιν οὓς ἐξήγαγον ἐκ γη̃ς Αἰγύπτου ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν

ΛΕΥΙΤΙΚΟΝ, κεφαλίς 26

οὐ ποιήσετε ὑμι̃ν αὐτοι̃ς χειροποίητα οὐδὲ γλυπτὰ οὐδὲ στήλην ἀναστήσετε ὑμι̃ν οὐδὲ λίθον σκοπὸν θήσετε ἐν τη̨̃ γη̨̃ ὑμω̃ν προσκυνη̃σαι αὐτω̨̃ ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν
τὰ σάββατά μου φυλάξεσθε καὶ ἀπὸ τω̃ν ἁγίων μου φοβηθήσεσθε ἐγώ εἰμι κύριος
ἐὰν τοι̃ς προστάγμασίν μου πορεύησθε καὶ τὰς ἐντολάς μου φυλάσσησθε καὶ ποιήσητε αὐτάς
καὶ δώσω τὸν ὑετὸν ὑμι̃ν ἐν καιρω̨̃ αὐτου̃ καὶ ἡ γη̃ δώσει τὰ γενήματα αὐτη̃ς καὶ τὰ ξύλα τω̃ν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτω̃ν
καὶ καταλήμψεται ὑμι̃ν ὁ ἀλοητὸς τὸν τρύγητον καὶ ὁ τρύγητος καταλήμψεται τὸν σπόρον καὶ φάγεσθε τὸν ἄρτον ὑμω̃ν εἰς πλησμονὴν καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τη̃ς γη̃ς ὑμω̃ν
καὶ πόλεμος οὐ διελεύσεται διὰ τη̃ς γη̃ς ὑμω̃ν καὶ δώσω εἰρήνην ἐν τη̨̃ γη̨̃ ὑμω̃ν καὶ κοιμηθήσεσθε καὶ οὐκ ἔσται ὑμα̃ς ὁ ἐκφοβω̃ν καὶ ἀπολω̃ θηρία πονηρὰ ἐκ τη̃ς γη̃ς ὑμω̃ν
καὶ διώξεσθε τοὺς ἐχθροὺς ὑμω̃ν καὶ πεσου̃νται ἐναντίον ὑμω̃ν φόνω̨
καὶ διώξονται ἐξ ὑμω̃ν πέντε ἑκατόν καὶ ἑκατὸν ὑμω̃ν διώξονται μυριάδας καὶ πεσου̃νται οἱ ἐχθροὶ ὑμω̃ν ἐναντίον ὑμω̃ν μαχαίρα̨
καὶ ἐπιβλέψω ἐφ' ὑμα̃ς καὶ αὐξανω̃ ὑμα̃ς καὶ πληθυνω̃ ὑμα̃ς καὶ στήσω τὴν διαθήκην μου μεθ' ὑμω̃ν
10 καὶ φάγεσθε παλαιὰ καὶ παλαιὰ παλαιω̃ν καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε
11 καὶ θήσω τὴν διαθήκην μου ἐν ὑμι̃ν καὶ οὐ βδελύξεται ἡ ψυχή μου ὑμα̃ς
12 καὶ ἐμπεριπατήσω ἐν ὑμι̃ν καὶ ἔσομαι ὑμω̃ν θεός καὶ ὑμει̃ς ἔσεσθέ μου λαός
13 ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμω̃ν ὁ ἐξαγαγὼν ὑμα̃ς ἐκ γη̃ς Αἰγύπτου ὄντων ὑμω̃ν δούλων καὶ συνέτριψα τὸν δεσμὸν του̃ ζυγου̃ ὑμω̃ν καὶ ἤγαγον ὑμα̃ς μετὰ παρρησίας
14 ἐὰν δὲ μὴ ὑπακούσητέ μου μηδὲ ποιήσητε τὰ προστάγματά μου ταυ̃τα
15 ἀλλὰ ἀπειθήσητε αὐτοι̃ς καὶ τοι̃ς κρίμασίν μου προσοχθίση̨ ἡ ψυχὴ ὑμω̃ν ὥστε ὑμα̃ς μὴ ποιει̃ν πάσας τὰς ἐντολάς μου ὥστε διασκεδάσαι τὴν διαθήκην μου
16 καὶ ἐγὼ ποιήσω οὕτως ὑμι̃ν καὶ ἐπισυστήσω ἐφ' ὑμα̃ς τὴν ἀπορίαν τήν τε ψώραν καὶ τὸν ἴκτερον καὶ σφακελίζοντας τοὺς ὀφθαλμοὺς ὑμω̃ν καὶ τὴν ψυχὴν ὑμω̃ν ἐκτήκουσαν καὶ σπερει̃τε διὰ κενη̃ς τὰ σπέρματα ὑμω̃ν καὶ ἔδονται οἱ ὑπεναντίοι ὑμω̃ν
17 καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐφ' ὑμα̃ς καὶ πεσει̃σθε ἐναντίον τω̃ν ἐχθρω̃ν ὑμω̃ν καὶ διώξονται ὑμα̃ς οἱ μισου̃ντες ὑμα̃ς καὶ φεύξεσθε οὐθενὸς διώκοντος ὑμα̃ς
18 καὶ ἐὰν ἕως τούτου μὴ ὑπακούσητέ μου καὶ προσθήσω του̃ παιδευ̃σαι ὑμα̃ς ἑπτάκις ἐπὶ ται̃ς ἁμαρτίαις ὑμω̃ν
19 καὶ συντρίψω τὴν ὕβριν τη̃ς ὑπερηφανίας ὑμω̃ν καὶ θήσω τὸν οὐρανὸν ὑμι̃ν σιδηρου̃ν καὶ τὴν γη̃ν ὑμω̃ν ὡσεὶ χαλκη̃ν
20 καὶ ἔσται εἰς κενὸν ἡ ἰσχὺς ὑμω̃ν καὶ οὐ δώσει ἡ γη̃ ὑμω̃ν τὸν σπόρον αὐτη̃ς καὶ τὸ ξύλον του̃ ἀγρου̃ ὑμω̃ν οὐ δώσει τὸν καρπὸν αὐτου̃
21 καὶ ἐὰν μετὰ ταυ̃τα πορεύησθε πλάγιοι καὶ μὴ βούλησθε ὑπακούειν μου προσθήσω ὑμι̃ν πληγὰς ἑπτὰ κατὰ τὰς ἁμαρτίας ὑμω̃ν
22 καὶ ἀποστελω̃ ἐφ' ὑμα̃ς τὰ θηρία τὰ ἄγρια τη̃ς γη̃ς καὶ κατέδεται ὑμα̃ς καὶ ἐξαναλώσει τὰ κτήνη ὑμω̃ν καὶ ὀλιγοστοὺς ποιήσει ὑμα̃ς καὶ ἐρημωθήσονται αἱ ὁδοὶ ὑμω̃ν
23 καὶ ἐπὶ τούτοις ἐὰν μὴ παιδευθη̃τε ἀλλὰ πορεύησθε πρός με πλάγιοι
24 πορεύσομαι κἀγὼ μεθ' ὑμω̃ν θυμω̨̃ πλαγίω̨ καὶ πατάξω ὑμα̃ς κἀγὼ ἑπτάκις ἀντὶ τω̃ν ἁμαρτιω̃ν ὑμω̃ν
25 καὶ ἐπάξω ἐφ' ὑμα̃ς μάχαιραν ἐκδικου̃σαν δίκην διαθήκης καὶ καταφεύξεσθε εἰς τὰς πόλεις ὑμω̃ν καὶ ἐξαποστελω̃ θάνατον εἰς ὑμα̃ς καὶ παραδοθήσεσθε εἰς χει̃ρας ἐχθρω̃ν
26 ἐν τω̨̃ θλι̃ψαι ὑμα̃ς σιτοδεία̨ ἄρτων καὶ πέψουσιν δέκα γυναι̃κες τοὺς ἄρτους ὑμω̃ν ἐν κλιβάνω̨ ἑνὶ καὶ ἀποδώσουσιν τοὺς ἄρτους ὑμω̃ν ἐν σταθμω̨̃ καὶ φάγεσθε καὶ οὐ μὴ ἐμπλησθη̃τε
27 ἐὰν δὲ ἐπὶ τούτοις μὴ ὑπακούσητέ μου καὶ πορεύησθε πρός με πλάγιοι
28 καὶ αὐτὸς πορεύσομαι μεθ' ὑμω̃ν ἐν θυμω̨̃ πλαγίω̨ καὶ παιδεύσω ὑμα̃ς ἐγὼ ἑπτάκις κατὰ τὰς ἁμαρτίας ὑμω̃ν
29 καὶ φάγεσθε τὰς σάρκας τω̃ν υἱω̃ν ὑμω̃ν καὶ τὰς σάρκας τω̃ν θυγατέρων ὑμω̃ν φάγεσθε
30 καὶ ἐρημώσω τὰς στήλας ὑμω̃ν καὶ ἐξολεθρεύσω τὰ ξύλινα χειροποίητα ὑμω̃ν καὶ θήσω τὰ κω̃λα ὑμω̃ν ἐπὶ τὰ κω̃λα τω̃ν εἰδώλων ὑμω̃ν καὶ προσοχθιει̃ ἡ ψυχή μου ὑμι̃ν
31 καὶ θήσω τὰς πόλεις ὑμω̃ν ἐρήμους καὶ ἐξερημώσω τὰ ἅγια ὑμω̃ν καὶ οὐ μὴ ὀσφρανθω̃ τη̃ς ὀσμη̃ς τω̃ν θυσιω̃ν ὑμω̃ν
32 καὶ ἐξερημώσω ἐγὼ τὴν γη̃ν ὑμω̃ν καὶ θαυμάσονται ἐπ' αὐτη̨̃ οἱ ἐχθροὶ ὑμω̃ν οἱ ἐνοικου̃ντες ἐν αὐτη̨̃
33 καὶ διασπερω̃ ὑμα̃ς εἰς τὰ ἔθνη καὶ ἐξαναλώσει ὑμα̃ς ἐπιπορευομένη ἡ μάχαιρα καὶ ἔσται ἡ γη̃ ὑμω̃ν ἔρημος καὶ αἱ πόλεις ὑμω̃ν ἔσονται ἔρημοι
34 τότε εὐδοκήσει ἡ γη̃ τὰ σάββατα αὐτη̃ς καὶ πάσας τὰς ἡμέρας τη̃ς ἐρημώσεως αὐτη̃ς καὶ ὑμει̃ς ἔσεσθε ἐν τη̨̃ γη̨̃ τω̃ν ἐχθρω̃ν ὑμω̃ν τότε σαββατιει̃ ἡ γη̃ καὶ εὐδοκήσει τὰ σάββατα αὐτη̃ς
35 πάσας τὰς ἡμέρας τη̃ς ἐρημώσεως αὐτη̃ς σαββατιει̃ ἃ οὐκ ἐσαββάτισεν ἐν τοι̃ς σαββάτοις ὑμω̃ν ἡνίκα κατω̨κει̃τε αὐτήν
36 καὶ τοι̃ς καταλειφθει̃σιν ἐξ ὑμω̃ν ἐπάξω δειλίαν εἰς τὴν καρδίαν αὐτω̃ν ἐν τη̨̃ γη̨̃ τω̃ν ἐχθρω̃ν αὐτω̃ν καὶ διώξεται αὐτοὺς φωνὴ φύλλου φερομένου καὶ φεύξονται ὡς φεύγοντες ἀπὸ πολέμου καὶ πεσου̃νται οὐθενὸς διώκοντος
37 καὶ ὑπερόψεται ὁ ἀδελφὸς τὸν ἀδελφὸν ὡσεὶ ἐν πολέμω̨ οὐθενὸς κατατρέχοντος καὶ οὐ δυνήσεσθε ἀντιστη̃ναι τοι̃ς ἐχθροι̃ς ὑμω̃ν
38 καὶ ἀπολει̃σθε ἐν τοι̃ς ἔθνεσιν καὶ κατέδεται ὑμα̃ς ἡ γη̃ τω̃ν ἐχθρω̃ν ὑμω̃ν
39 καὶ οἱ καταλειφθέντες ἀφ' ὑμω̃ν καταφθαρήσονται διὰ τὰς ἁμαρτίας ὑμω̃ν ἐν τη̨̃ γη̨̃ τω̃ν ἐχθρω̃ν αὐτω̃ν τακήσονται
40 καὶ ἐξαγορεύσουσιν τὰς ἁμαρτίας αὐτω̃ν καὶ τὰς ἁμαρτίας τω̃ν πατέρων αὐτω̃ν ὅτι παρέβησαν καὶ ὑπερει̃δόν με καὶ ὅτι ἐπορεύθησαν ἐναντίον μου πλάγιοι
41 καὶ ἐγὼ ἐπορεύθην μετ' αὐτω̃ν ἐν θυμω̨̃ πλαγίω̨ καὶ ἀπολω̃ αὐτοὺς ἐν τη̨̃ γη̨̃ τω̃ν ἐχθρω̃ν αὐτω̃ν τότε ἐντραπήσεται ἡ καρδία αὐτω̃ν ἡ ἀπερίτμητος καὶ τότε εὐδοκήσουσιν τὰς ἁμαρτίας αὐτω̃ν
42 καὶ μνησθήσομαι τη̃ς διαθήκης Ιακωβ καὶ τη̃ς διαθήκης Ισαακ καὶ τη̃ς διαθήκης Αβρααμ μνησθήσομαι καὶ τη̃ς γη̃ς μνησθήσομαι
43 καὶ ἡ γη̃ ἐγκαταλειφθήσεται ὑπ' αὐτω̃ν τότε προσδέξεται ἡ γη̃ τὰ σάββατα αὐτη̃ς ἐν τω̨̃ ἐρημωθη̃ναι αὐτὴν δι' αὐτούς καὶ αὐτοὶ προσδέξονται τὰς αὐτω̃ν ἀνομίας ἀνθ' ὡ̃ν τὰ κρίματά μου ὑπερει̃δον καὶ τοι̃ς προστάγμασίν μου προσώχθισαν τη̨̃ ψυχη̨̃ αὐτω̃ν
44 καὶ οὐδ' ὡ̃ς ὄντων αὐτω̃ν ἐν τη̨̃ γη̨̃ τω̃ν ἐχθρω̃ν αὐτω̃ν οὐχ ὑπερει̃δον αὐτοὺς οὐδὲ προσώχθισα αὐτοι̃ς ὥστε ἐξαναλω̃σαι αὐτοὺς του̃ διασκεδάσαι τὴν διαθήκην μου τὴν πρὸς αὐτούς ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτω̃ν
45 καὶ μνησθήσομαι αὐτω̃ν τη̃ς διαθήκης τη̃ς προτέρας ὅτε ἐξήγαγον αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου ἐξ οἴκου δουλείας ἔναντι τω̃ν ἐθνω̃ν του̃ εἰ̃ναι αὐτω̃ν θεός ἐγώ εἰμι κύριος
46 ταυ̃τα τὰ κρίματα καὶ τὰ προστάγματα καὶ ὁ νόμος ὃν ἔδωκεν κύριος ἀνὰ μέσον αὐτου̃ καὶ ἀνὰ μέσον τω̃ν υἱω̃ν Ισραηλ ἐν τω̨̃ ὄρει Σινα ἐν χειρὶ Μωυση̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).